Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §9.66.1-9.66.4

敌军夜间撤退与塞维乌斯的战胜

第 735 段,共 962 段 · 希腊语

内容简介

执政官塞维乌斯计划攻击敌营以协助同僚,但敌人得知败绩后于夜间撤退并在途中遭受重创。尽管罗马人也失去了许多勇士和一位杰出的使节,但他们仍带着伟大的胜利返回。

§9.66.1ἐν ᾧ δὲ ταῦτʼ ἐγίνετο χρόνῳ, πεπυσμένος ἅτερος τῶν ὑπάτων Σερούιος ἐπὶ βοήθειαν αὐτῷ προσιόντα τὸν συνύπατον δείσας, μὴ ὑπαντήσωσιν αὐτῷ οἱ πολέμιοι καὶ διακλείσωσι τῆς πρὸς αὐτὸν ὁδοῦ, περισπᾶν αὐτοὺς διενοεῖτο προσβολὰς ποιούμενος τῷ §9.66.2χάρακι.
在这些事情发生的时候,另一位执政官塞维乌斯得知同僚执政官正前来协助他,并担心敌人会迎面遭遇他、切断他前来的道路,于是他打算通过攻击敌人的营垒来分散他们的注意力。
ἀλλὰ γὰρ φθάσαντες αὐτὸν οἱ πολέμιοι, ἐπειδὴ ἔγνωσαν τὴν συμφορὰν τῶν σφετέρων, ἣν ἀπήγγειλαν οἱ περισωθέντες ἐκ τῆς προνομῆς, λύσαντες τὴν παρεμβολὴν ἐν τῇ πρώτῃ νυκτὶ μετὰ τὴν μάχην εἰς τὴν πόλιν ἀπῆραν, οὐχ ἅπαντα πεπραχότες, ὅσα ἐβούλοντο.
然而,敌人先于他行动了;因为他们一旦得知了己方的惨败(这是从掠夺中幸存的人报告的),便在战斗后的第一个夜晚拆除营帐,撤回了自己的城市,未能完全实现他们所期望的一切。
§9.66.3χωρὶς γὰρ τῶν ἀποθανόντων ἔν τε ταῖς μάχαις καὶ κατὰ τὰς προνομὰς τοὺς ὑστερήσαντας ἐν τῇ τότε φυγῇ πολλῷ πλείους τῶν προτέρων ἀπέβαλον.
因为,除了在战斗和掠夺中死亡的人之外,他们在当时溃逃中落后的人数,要比此前损失的人数多得多。
οἱ γὰρ ὑπὸ καμάτου τε καὶ τραυμάτων βαρυνόμενοι σχολῇ προβαίνοντες ἐγκαταλιπόντων αὐτοὺς τῶν μελῶν ἔπιπτον, μάλιστα δὲ περὶ τὰ νάματα καὶ ποταμοὺς ὑπὸ δίψης φλεγόμενοι· οὓς οἱ Ῥωμαίων ἱππεῖς καταλαμβάνοντες ἐφόνευον.
因为那些因疲劳和伤痛而身体沉重、缓慢前行的人,随着四肢力竭而纷纷倒下,特别是在泉水和河流周围,他们因口渴而焦灼;而罗马骑兵追上并杀死了他们。
§9.66.4οὐ μὲν δὴ οὐδὲ Ῥωμαῖοι πάντα ἐκ τοῦ τότε ἀγῶνος εὐτυχηκότες ἀνέστρεψαν, ἄνδρας μὲν γὰρ ἀγαθοὺς καὶ πολλοὺς ἐν ταῖς μάχαις ἀπολωλέκεσαν, καὶ πρεσβευτὴν ἁπάντων λαμπρότατον γενόμενον ἐν τῷ ἀγῶνι· νίκην δʼ οὐδεμιᾶς ἥττονα τῇ πόλει φέροντες ἀνέστρεψαν.
确实,罗马人也并非从那场战斗中带着完全的幸运归来;因为他们在战斗中失去了许多英勇的男子,以及一位在战斗中表现得最为杰出的使节;然而,他们归来时,为城邦带回了不亚于任何一场胜利的胜果。
ταῦτʼ ἐπʼ ἐκείνων τῆς ἀρχῆς ἐπράχθη.
这些事情是在他们执政期间发生的。

词汇与语法注释

  1. 9.66.1μὴ ὑπαντήσωσιν αὐτῷ οἱ πολέμιοι καὶ διακλείσωσι τῆς πρὸς αὐτὸν ὁδοῦ — 表示担忧的虚拟语气(μὴ + 虚拟语气)。关于代词的指代,αὐτῷ 指前文不定式的主语 τὸν συνύπατον(同僚执政官),而 πρὸς αὐ同 中的 αὐτόν 则指主句的主语 Σερούιος(塞维乌斯)。其含义为“免得敌人遇到同僚执政官,并切断他通往塞维乌斯的道路”。
  2. 9.66.3ἐγκαταλιπόντων αὐτοὺς τῶν μελῶν — 独立属格结构。τῶν μελῶν(四肢、肢体)为主语,ἐγκαταλιπόντων(抛弃、力衰)为分词。形象地描写了他们因疲劳和伤痛而产生的身体极限:“随着四肢力竭”。
  3. 9.66.4πρεσβευτὴν — 动词 ἀπολωλέκεσαν(失去)的第二个宾语(宾格)。在历史语境中,πρεσβευτής 指罗马的 legatus(副官或使节)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §9.66.1-9.66.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:9.66.1-9.66.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。