§9.64.1διαφθαρέντων δὲ τούτων ἐπαρθέντες οἱ Αἰκανοὶ τῷ προτερήματι παρῆσαν ἐπὶ τὸν χάρακα τῶν Ῥωμαίων, τήν τε τοῦ Ποπλίου κεφαλὴν ἐπὶ δορατίου πεπηγυῖαν ἀνατείνοντες καὶ τῶν ἄλλων ἀνδρῶν τῶν ἐπιφανῶν, ὡς δὴ τούτῳ καταπληξόμενοι τοὺς ἔνδον καὶ ἀναγκάσοντες παραδοῦναι σφίσι τὰ ὅπλα.
这些人牺牲后,埃魁人因这一胜利而意气风发,来到罗马人的营垒前,用长矛挑起普布利乌斯以及其他显贵人物的头颅,企图以此恐吓守军,强迫他们缴械投降。
τοῖς δʼ ἄρα πρὸς μὲν τὴν συμφορὰν τῶν ἀπολωλότων ἔλεός τις παρέστη καὶ ἀνεκλάοντο αὐτῶν τὴν τύχην, πρὸς δὲ τὸν ἀγῶνα θράσος διπλάσιον ἐνέφυ, καὶ τοῦ νικᾶν ἢ τὸν αὐτὸν ἐκείνοις τρόπον ἀποθανεῖν, πρὶν εἰς πολεμίων χεῖρας ἐλθεῖν, καλὸς ἔρως.
然而,守军虽然对死者的惨剧产生了一种同情,并为他们的命运痛哭,但在战斗面前,他们的勇气却加倍增长,并产生了一种高尚的渴望:要么取得胜利,要么在落入敌手之前,以与那些人相同的方式死去。
§9.64.2ἐκείνην μὲν οὖν τὴν νύκτα παρεστρατοπεδευκότων τῷ χάρακι τῶν πολεμίων ἄγρυπνοί τε οἱ Ῥωμαῖοι καὶ ἐπισκευάζοντες τὰ πεπονηκότα τοῦ χάρακος διετέλεσαν, τά τʼ ἄλλα, οἷς ἀπερύκειν ἔμελλον αὐτούς, εἰ πειραθεῖεν πάλιν τειχομαχεῖν πολλὰ καὶ παντοῖα εὐτρεπιζόμενοι.
因此在那个夜晚,当敌人驻扎在营垒旁时,罗马人通宵未眠,继续修复营垒受损的部分,并准备了许多各种各样的工具,以备敌人再次试图攻城时用来击退他们。
τῇ δʼ ἑξῆς αἵ τε προσβολαὶ πάλιν ἐγίνοντο, καὶ ὁ χάραξ διεσπᾶτο κατὰ πολλὰ μέρη·
第二天,进攻再次开始,营垒多处被撕裂。
καὶ πολλάκις μὲν ὑπὸ τῶν ἐξιόντων κατὰ συστροφὰς ἐκ τοῦ χάρακος ἐξεκρούσθησαν οἱ Αἰκανοί, πολλάκις δʼ ἀνεκόπησαν ὑπʼ ἐκείνων οἱ θρασύτερον ἐπεξιόντες.
埃魁人多次被成群从营垒中杀出的守军击退,而那些更果敢地冲杀出去的守军也多次被敌人击退。
§9.64.3καὶ τοῦτο διʼ ὅλης τῆς ἡμέρας ἐγίνετο·
这种情况持续了整整一天。
ἔνθα ὅ θʼ ὕπατος ὁ τῶν Ῥωμαίων σαυνίῳ διὰ τοῦ θυρεοῦ διαπερονηθεὶς τιτρώσκεται τὸν μηρόν, καὶ ἄλλοι συχνοὶ τῶν ἐπιφανῶν, ὅσοι περὶ αὐτὸν ἐμάχοντο·
其间,罗马执政官的盾牌被一柄标枪贯穿,刺伤了大腿,在他周围战斗的其他许多显贵人物也受了伤。
ἤδη δὲ τοῖς Ῥωμαίοις ἀπειρηκόσιν ἀπροσδόκητος ἐπιφαίνεται περὶ δείλην ὀψίαν προσιὼν Κοίντιος, ἄγων τὴν ἐθελούσιον ἐπικουρίαν τῶν ἀκμαιοτάτων, οὓς ἰδόντες οἱ πολέμιοι προσιόντας ἀνέστρεφον ἀφέντες τὴν πολιορκίαν ἀτελῆ·
就在罗马人已经精疲力竭之时,傍晚时分,昆克蒂乌斯率领由最精壮者组成的志愿援军,出人意料地出现在前方。 敌人见他们逼近,便放弃了未完成的围攻,撤退了。
καὶ οἱ Ῥωμαῖοι ἐπεξελθόντες αὐτοῖς ἀπιοῦσι τοὺς ὑστερίζοντας ἐφόνευον.
罗马人乘势出击,斩杀了那些在退却中落后的敌人。
§9.64.4οὐ μέντοι ἐπὶ πολύν γε χρόνον ἐδίωξαν ἀσθενεῖς ὄντες οἱ πολλοὶ ὑπὸ τραυμάτων, ἀλλὰ διὰ τάχους ἀνέστρεψαν.
然而,由于大多数人因伤势而虚弱,他们并没有追击太久,而是迅速退了回来。
καὶ μετὰ ταῦτα διὰ φυλακῆς εἶχον ἑκάτεροι σφᾶς αὐτοὺς μένοντες ἐν ταῖς παρεμβολαῖς ἄχρι πολλοῦ.
此后,双方各自严加防范,在营地中对峙了很长时间。