§9.62.1ἀφικόμενοι δʼ εἰς τὴν Ῥώμην ἀπέδειξαν ὑπάτους Αὖλον Ποστόμιον Ἄλβον καὶ Σερούιον Φούριον.
他们抵达罗马后,推选奥卢斯·波斯图米乌斯·阿尔布斯与塞鲁维乌斯·富里乌斯为执政官。
οἱ μὲν δὴ νεωστὶ παρειλήφεσαν τὴν ἀρχήν, παρὰ δὲ τῶν συμμάχων Λατίνων ἄγγελοι Ῥωμαίοις κατὰ σπουδὴν διαπεμφθέντες ἧκον.
他们刚刚接管职权,同盟者拉提姆人紧急派遣的使者便来到了罗马人这里。
οὗτοι καταστάντες ἐπὶ τὴν βουλὴν διεσάφουν Ἀντιατῶν τὰ πράγματα οὐ βέβαια εἶναι, κρύφα τε διαπρεσβευομένων πρὸς αὐτοὺς Αἰκανῶν καὶ ἀναφανδὸν εἰσιόντων εἰς τὴν πόλιν ἀγορᾶς προφάσει πολλῶν Οὐολούσκων, οὓς ἐπήγοντο οἱ πρότερον ἐκλιπόντες τὴν πόλιν Ἀντιατῶν, ὅτʼ ἐκληρουχεῖτο διὰ πενίαν καὶ πρὸς Αἰκανοὺς ἀπαυτομολήσαντες, §9.62.2ὥσπερ ἔφην.
这些人来到元老院,说明安提乌姆人的局势并不稳定,埃魁人正秘密向他们派遣使节,并且许多沃尔斯奇人以集市贸易为借口公然进入城内,而带他们进城的是先前离开安提乌姆城的那些人——即在因贫困而分配土地时离开,并如我所说投奔了埃魁人的人。
συνδιεφθάρθαι τε τοῖς ἐπιχωρίοις ἅμα ἤγγελλον καὶ τῶν ἐποίκων συχνούς· καὶ εἰ μὴ προκαταληφθήσονται φυλακῇ ἀξιόχρεῳ, ἀναστήσεσθαί τινα ἔλεγον κἀκεῖθεν ἀπροσδόκητον Ῥωμαίοις πόλεμον.
他们还报告说,许多殖民者也和当地人一起被煽动起来;他们说,如果不用足够的守备队提前加以防范,罗马人将从那里面临一场意料之外的战争。
τούτων οὐ πολλῷ ὕστερον ἕτεροι πεμφθέντες ὑφʼ Ἑρνίκων ἤγγελλον ἐξεληλυθέναι μεγάλην δύναμιν Αἰκανῶν καὶ ἐγκαθεζομένην ἐν τῇ σφετέρᾳ γῇ φέρειν τε πάντα καὶ ἄγειν, στρατεύειν δʼ ἅμα τοῖς Αἰκανοῖς καὶ Οὐολούσκους τὴν πλείω τοῦ στρατοῦ μοῖραν παρεχομένους.
此后不久,赫尔尼奇人派来的其他使者报告说,埃魁人的一支大军已经出动,驻扎在他们的领土上,到处抢劫掠夺,而且沃尔斯奇人也与埃魁人一同出征,并提供了军队的大部分兵力。
§9.62.3πρὸς ταῦτʼ ἐψηφίσατο ἡ βουλὴ τοῖς μὲν Ἀντιατῶν ταράττουσι τὰ πράγματα — ἧκον γὰρ ἀπολογησόμενοί τινες ἐξ αὐτῶν καὶ καταφανεῖς ἐγένοντο οὐδὲν ὑγιὲς φρονοῦντες — φυλακὴν ἑτέραν πέμψαι, ἣ ἔμελλε διʼ ἀσφαλείας ἕξειν τὴν πόλιν· ἐπὶ δʼ Αἰκανοὺς ἄγειν τὴν στρατιὰν τὸν ἕτερον τῶν ὑπάτων Σερούιον Φούριον·
对此,元老院决议,向那些制造混乱的安提乌姆人——因为他们中的一些人前来辩解,却明显暴露出不怀好意——派遣另一支守备队,以确保该城的安全;并由两位执政官之一的塞鲁维乌斯·富里乌斯率军讨伐埃魁人。
καὶ ἐγίνετο ταχεῖα ἀμφοῖν ἡ ἔξοδος.
两支队伍的出发都非常迅速。
§9.62.4οἱ δʼ Αἰκανοὶ μαθόντες ἐξεληλυθυῖαν τὴν Ῥωμαίων στρατιάν, ἀναστάντες ἐκ τῆς Ἑρνίκων ἐχώρουν αὐτοῖς ὁμόσε.
而埃魁人得知罗马军队已经出动,便撤离了赫尔尼奇人的土地,迎面朝他们进军。
ἐπεὶ δʼ εἶδον ἀλλήλους, ἐκείνην μὲν τὴν ἡμέραν οὐ πολὺ διαστάντες κατεστρατοπέδευσαν, τῇ δʼ ἑξῆς ἐπὶ τὸν χάρακα τῶν Ῥωμαίων οἱ πολέμιοι ἧκον διάπειραν αὐτῶν τῆς γνώμης ληψόμενοι.
当他们彼此看见时,当天在相距不远的地方安营扎寨,但第二天敌人来到罗马人的营地,企图试探他们的虚实。
§9.62.5ὡς δʼ οὐκ ἐξῄεσαν εἰς μάχην, ἀκροβολισμοῖς χρησάμενοι καὶ οὐδὲν ἀξιόλογον δράσαντες σὺν μεγάλῳ αὐχήματι ἀπῆλθον.
由于罗马人没有出城迎战,敌人进行了一些小规模冲突,在没有取得任何值得一提的成果的情况下,极其高傲地离去了。
ὁ μέντοι Ῥωμαίων ὕπατος ἐκλιπὼν τὸν χάρακα τῇ ἐπιούσῃ· τὸ γὰρ χωρίον οὐ λίαν ἀσφαλὲς ἦν· μετεστρατοπεδεύσατο ἐν ἐπιτηδειοτέρῳ, ἔνθα τάφρον τʼ ὠρύξατο βαθυτέραν καὶ χάρακα ἐβάλετο ὑψηλότερον.
然而,罗马执政官在第二天撤离了营地——因为那个地方不太安全——并在一个更合适的地方重新安营扎寨,在那里挖了更深的壕沟,筑起了更高的栅栏。
τοῖς δὲ πολεμίοις ταῦθʼ ὁρῶσι πολὺ θράσος προσεγένετο· καὶ ἔτι μᾶλλον, ἐπειδὴ σύμμαχος αὐτοῖς ἀφίκετο στρατιὰ παρὰ τοῦ Οὐολούσκων τε καὶ Αἰκανῶν ἔθνους, οὐδὲν ἔτι διαμελλήσαντες ἐπῆγον τῷ Ῥωμαίων χάρακι.
敌人们看到这些,平添了许多胆量;更是在当沃尔斯奇人和埃魁人部落的盟军抵达他们那里时,他们不再有任何迟疑,便向罗马人的营地发起了进攻。