§9.60.1ἦσαν δʼ ὑπʼ αὐτῶν ἀποδειχθέντες ὕπατοι Σπόριος Ποστόμιος Ἀλβῖνος καὶ Κόιντος Σερουίλιος Πρίσκος τὸ δεύτερον.
由他们任命的执政官是斯普里乌斯·波斯图米乌斯·阿尔比努斯与第二次出任的昆图斯·塞尔维利乌斯·普里斯库斯。
ἐπὶ τούτων ἔδοξαν Αἰκανοὶ παραβαίνειν τὰς πρὸς Ῥωμαίους νεωστὶ γενομένας ὁμολογίας ἀπὸ τοιαύτης αἰτίας· §9.60.2Ἀντιατῶν ὅσοι μὲν εἶχον ἐφέστια καὶ κλήρους ἔμειναν ἐν τῇ γῇ, τά τʼ ἀπομερισθέντα σφίσι καὶ τὰ ὑπὸ τῶν κληρούχων ἀφορισθέντα κτήματα γεωργοῦντες ἐπὶ ῥηταῖς τισι καὶ τεταγμέναις μοίραις, ἃς ἐκ τῶν καρπῶν αὐτοῖς ἐτέλουν·
在他们的任期内,由于以下原因,埃魁人被认为违反了新近与罗马人达成的协定:安提乌姆人中拥有家室和份地的人留在了土地上,耕种着分配给他们的份地以及由殖民者划分出来的地产,并根据一定的规定,将收获的一部分作为地租支付给他们。
οἷς δʼ οὐδὲν τούτων ἦν, ἐξέλιπον τὴν πόλιν, καὶ ὑποδεχομένων αὐτοὺς προθύμως τῶν Αἰκανῶν ἐκεῖθεν ὁρμώμενοι τοὺς Λατίνων ἀγροὺς ἐλῄστευον.
而那些一无所有的人则离开了城市,并受到埃魁人的热烈欢迎。 他们以此处为基地,掠夺拉丁人的田野。
ἐκ δὲ τούτου καὶ τῶν Αἰκανῶν ὅσοι τολμηροί τε καὶ ἄποροι ἦσαν συνελάμβανον αὐτοῖς τῶν λῃστηρίων.
因此,埃魁人中胆大且贫困的人也参与了他们的抢劫活动。
§9.60.3ταῦτα Λατίνων ἀποδυρομένων ἐπὶ τῆς βουλῆς καὶ ἀξιούντων ἢ στρατιὰν πέμπειν ἢ συγχωρῆσαι σφίσιν αὐτοῖς τοὺς ἄρξαντας πολέμου ἀμύνασθαι, μαθόντες οἱ σύνεδροι στρατιὰν μὲν οὔτʼ αὐτοὶ ἐψηφίσαντο πέμπειν οὔτε Λατίνοις ἐπέτρεψαν ἐξάγειν, πρεσβευτὰς δʼ ἑλόμενοι τρεῖς, ὧν ἡγεῖτο Κόιντος Φάβιος ὁ τὰς πρὸς τὸ ἔθνος συνθήκας ποιησάμενος, ἀπέστειλαν ἐντολὰς αὐτοῖς δόντες πυνθάνεσθαι παρὰ τῶν ἡγουμένων τοῦ ἔθνους, πότερα κοινῇ γνώμῃ τὰ λῃστήρια ἐξαποστέλλουσιν εἴς τε τὴν τῶν συμμάχων καὶ εἰς τὴν τῶν Ῥωμαίων γῆν — ἐγένοντο γάρ τινες καὶ εἰς αὐτὴν καταδρομαὶ τῶν φυγάδων — ἢ τῶν πραττομένων οὐδενός ἐστι τὸ κοινὸν αἴτιον·
当拉丁人在元老院面前控诉这些事情,并要求要么派兵,要么允许他们自己向挑起战争的人进行反击时,议员们得知此事后,既没有亲自投票决定派兵,也没有允许拉丁人出兵。 相反,他们选出了三名使节,由与该部族签订条约的昆图斯·法比乌斯率领,并给他们指示,向该部族的领导人询问:他们派遣劫掠队进入盟友和罗马人的领地(因为流亡者也对罗马领地进行了一些袭击)是出于公共决定,还是公共对这些行为不负任何责任。
καὶ ἐὰν φῶσιν ἰδιωτῶν ἔργα εἶναι μὴ ἐπιτρέψαντος τοῦ δήμου, τά θʼ ἡρπασμένα ἀπαιτεῖν καὶ τοὺς ἐργασαμένους τἀδικήματα ἐκδότους.
如果他们说这是私人行为、未经民众允许,则要求归还被掠夺的财产,并交出犯罪者。
§9.60.4ἀφικομένων δὲ τῶν πρεσβευτῶν ἀκούσαντες τοὺς λόγους οἱ Αἰκανοὶ πλαγίας αὐτοῖς ἔδοσαν ἀποκρίσεις, τὸ μὲν ἔργον οὐκ ἀπὸ κοινῆς λέγοντες γνώμης γεγονέναι, τοὺς δὲ δράσαντας οὐκ ἀξιοῦντες ἐκδιδόναι, πόλιν τʼ ἀπολωλεκότας καὶ ἀλήτας γεγονότας σφῶν τʼ ἐν τῇ πενίᾳ §9.60.5ἱκέτας.
使节们到达并听取了埃魁人的答复。 埃魁人给出了含糊其辞的回答,一方面说这并非出于公共决定,另一方面又拒绝交出肇事者,理由是他们已经失去了城市、成为了流浪者,并且是在贫困中投奔他们的请愿者。
ἐφʼ οἷς ὁ Φάβιος ἀγανακτῶν καὶ τὰς ψευσθείσας πρὸς αὐτῶν ὁμολογίας ἀνακαλούμενος, ὡς εἶδεν εἰρωνευομένους τοὺς Αἰκανοὺς καὶ εἰς βουλὴν χρόνον αἰτουμένους ξενισμοῦ τε χάριν ἐπικατέχοντας αὐτόν, ὑπέμεινέ τε κατοπτεῦσαι τὰ ἐν τῇ πόλει πράγματα βουλόμενος·
法比乌斯对此感到愤慨,并历数被他们违背的协定。 当他看到埃魁人装模作样、要求时间进行商议,并以款待为名挽留他时,他同意留下来,因为他想侦察城内的情况。
καὶ διεξιὼν ἅπαντα τόπον κατὰ πρόφασιν θεωρίας δημόσιόν τε καὶ ἱερόν, τά τʼ ἐργαστήρια πλήρη ὁρῶν ἅπαντα πολεμικῶν ὅπλων, τῶν μὲν ἤδη συντετελεσμένων, τῶν δʼ ἔτι ἐν χερσὶν ὄντων, ἔγνω τὴν διάνοιαν αὐτῶν.
他以游览为借口,走遍了包括公共和神圣场所在内的所有地方。 当他看到所有的作坊都塞满了战争武器,有的已经完工,有的还在制作中时,他便看穿了他们的意图。
§9.60.6καὶ ἀφικόμενος εἰς τὴν Ῥώμην ἀπήγγειλε πρὸς τὴν βουλήν, ἅ τʼ ἤκουσε καὶ ἃ εἶδε.
回到罗马后,他向元老院报告了所见所闻。
κἀκείνη οὐδὲν ἔτι ἐνδοιάσασα τοὺς εἰρηνοδίκας ἐψηφίσατο πέμπειν καταγγελοῦντας Αἰκανοῖς τὸν πόλεμον, ἐὰν μὴ τούς τʼ Ἀντιατῶν φυγάδας ἀπελάσωσιν ἐκ τῆς πόλεως καὶ δίκας τοῖς ἠδικημένοις ὑπόσχωνται.
元老院不再犹豫,投票决定派遣圣使向埃魁人宣战,除非他们将安提乌姆的流亡者驱逐出城,并向受害者做出赔偿。
οἱ δʼ Αἰκανοὶ θρασυτέρας πρὸς τοὺς ἄνδρας ἐποιήσαντο τὰς ἀποκρίσεις, καὶ τὸν πόλεμον οὐκ ἀκούσιοι δέχεσθαι ὡμολόγησαν.
然而,埃魁人对使者作出了更加嚣张的答复,并宣称他们将毫不勉强地接受战争。
§9.60.7ἀλλὰ γὰρ οὐκ ἐξεγένετο Ῥωμαίοις στρατιὰν ἐν ἐκείνῳ τῷ ἐνιαυτῷ ἐπʼ αὐτοὺς ἀποστεῖλαι, εἴτε τοῦ δαιμονίου κωλύοντος, εἴτε διὰ τὰς νόσους, αἳ κατέσχον τὴν πληθὺν ἐπὶ πολὺ μέρος τοῦ ἔτους·
然而,罗马人那一年没能派遣军队去讨伐他们,要么是由于神灵阻碍,要么是由于在一年中大部分时间里折磨平民的疫病。
ἀλλὰ φυλακῆς ἕνεκα τῶν συμμάχων ὀλίγη τις ἐξελθοῦσα δύναμις, ἧς ἡγεῖτο Κόιντος Σερουίλιος ἅτερος τῶν ὑπάτων, ἐν τοῖς Λατίνων ὅροις διέτριψεν.
为了保护盟友,另一位执政官昆图斯·塞尔维利乌斯率领的一支小部队出发,并在拉丁人的边境停留。
§9.60.8ἐν δὲ τῇ πόλει τὸν νεὼν τοῦ Πιστίου Διὸς Σπόριος Ποστόμιος ὁ συνύπατος αὐτοῦ καθιέρωσε μηνὸς Ἰουνίου ταῖς καλουμέναις Νώναις ἐπὶ τοῦ Ἐνυαλίου λόφου, κατασκευασθέντα μὲν ὑπὸ τοῦ τελευταίου βασιλέως Ταρκυνίου, τῆς δὲ νομιζομένης παρὰ Ῥωμαίοις ἀνιερώσεως οὐ τυχόντα ὑπʼ ἐκείνου.
而在城内,他的同僚执政官斯普里乌斯·波斯图米乌斯于六月的诺奈,在奎里纳尔山上奉献了信义之神朱庇特的行宫。 该庙由最后一位国王塔克文建造,但由于他未能在罗马人中举行惯常的奉献礼。
τότε δὲ τῇ βουλῇ δόξαν ὁ Ποστόμιος ἔλαβεν αὐτοῦ τὴν ἐπιγραφήν.
当时,根据元老院的决定,波斯图米乌斯获得了在上面刻上名字的荣誉。
ἄλλο δʼ οὐδὲν ἐπὶ τῶν ὑπάτων τούτων λόγου ἄξιον ἐπράχθη.
在这两位执政官任内,没有其他值得一提的事情发生。