Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §9.59.1-9.59.5

安提乌姆的殖民与针对萨宾人及埃魁人的远征

第 728 段,共 962 段 · 希腊语

内容简介

公元前467年,埃米利乌斯与法比乌斯就任执政官,分配了前一年夺取的安提乌姆土地。在随后的远征中,埃米利乌斯蹂躏了萨宾人领土,法比乌斯则使埃魁人臣服。

§9.59.1ἐν δὲ τῷ μετὰ τούτους ἔτει ὕπατοι μὲν ἦσαν Τιβέριος Αἰμίλιος τὸ δεύτερον καὶ Κόιντος Φάβιος, ἑνὸς τῶν τριῶν ἀδελφῶν υἱὸς τῶν ἡγησαμένων τε τῆς ἀποσταλείσης φρουρᾶς εἰς Κρεμέραν, καὶ διαφθαρέντων ἐκεῖ σὺν τοῖς πελάταις.
在接下来的这一年,提贝里乌斯·埃米利乌斯(第二次)与昆图斯·法比乌斯担任执政官,后者是曾率领派往克雷梅拉的守备队并在那里与保护民一同覆灭的三兄弟之一的儿子。
ἡ δὲ βουλὴ τῶν δημάρχων ἀνακινούντων πάλιν τὸ πλῆθος ἐπὶ τῇ κληρουχίᾳ, καὶ συναγωνιζομένου θατέρου τῶν ὑπάτων αὐτοῖς Αἰμιλίου δόγμα ἐπεκύρωσε, θεραπεῦσαί τε καὶ ἀναλαβεῖν τοὺς πένητας βουλομένη, διανεῖμαί τινα μοῖραν αὐτοῖς ἐκ τῆς Ἀντιατῶν χώρας, ἣν τῷ προτέρῳ §9.59.2ἔτει δόρατι ἑλόντες κατέσχον.
由于保民官因土地分配问题再次煽动民众,且两位执政官之一的埃米利乌斯也协助他们,元老院为了安抚并扶持穷人,批准了一项决议,将前一年武力夺取并占领的安提乌姆人土地的一部分分配给他们。
καὶ ἀπεδείχθησαν ἡγεμόνες τῆς κληρουχίας Τίτος Κοίντιος Καπιτωλῖνος, ᾧ παρέδοσαν Ἀντιᾶται σφᾶς αὐτούς, καὶ σὺν αὐτῷ Λεύκιος Φούριος καὶ Αὖλος Οὐεργίνιος.
于是,安提乌姆人曾向其投降的提图斯·昆克提乌斯·卡皮托里努斯,以及同他一起的卢基乌斯· 富里乌斯和奥卢斯· 维尔吉尼乌斯被任命为土地分配委员。
ἦν δʼ οὐκ ἀγώνισμα πᾶσι τοῖς πολλοῖς καὶ πένησι Ῥωμαίων ἡ διανομὴ τῆς χώρας ὡς ἀπελαυνομένοις τῆς πατρίδος, ὀλίγων τʼ ἀπογραψαμένων ἔδοξε τῇ βουλῇ, ἐπειδὴ οὐκ ἀξιόχρεως ἦν ὁ ἀπόστολος, ἐπιτρέψαι Λατίνων τε καὶ Ἑρνίκων τοῖς βουλομένοις τῆς ἀποικίας μετέχειν.
但是,对于罗马的大多数穷人来说,分配土地并非一件令人向往的事,因为他们觉得这如同被驱逐出祖国,登记的人寥寥无几,因此元老院考虑到移民人数不足,决定允许拉丁人和赫尔尼基人中愿意参与的人加入这一殖民。
οἱ μὲν δὴ εἰς Ἄντιον ἀποσταλέντες κατένεμον τὴν γῆν τοῖς σφετέροις, μοῖράν τινα ἐξ αὐτῆς τοῖς Ἀντιάταις ὑπολειπόμενοι.
于是,被派往安提乌姆的人将土地分配给己方人员,并保留了其中一部分留给安提乌姆人。
§9.59.3ἐν δὲ τῷ μεταξὺ χρόνῳ στρατεία τῶν ὑπάτων ἀμφοτέρων ἐγένετο, Αἰμιλίου μὲν εἰς τὴν Σαβίνων χώραν, Φαβίου δʼ εἰς τὴν Αἰκανῶν.
在此期间,两位执政官均率军出征,埃米利乌斯前往萨宾人的土地,法比乌斯则前往埃魁人的土地。
καὶ τῷ μὲν Αἰμιλίῳ πολὺν ἐν τῇ πολεμίᾳ μείναντι χρόνον οὐδεμία δύναμις ὑπήντησε μαχουμένη περὶ τῆς γῆς, ἀλλʼ ἀδεῶς αὐτὴν κείρας, ἐπειδὴ καθῆκεν ὁ χρόνος τῶν ἀρχαιρεσίων, ἀπῆγε τὰς δυνάμεις.
而埃米利乌斯在敌境停留了很长时间,却没有任何军队前来为土地而战,于是他毫无顾忌地蹂躏了该地,在选举的时限临近时率军撤回。
Φαβίῳ δʼ Αἰκανοί, πρὶν εἰς ἀνάγκην ἐλθεῖν στρατιᾶς διαφθαρείσης ἢ τειχῶν ἁλισκομένων, ἐπεκηρυκεύσαντο περὶ διαλλαγῶν καὶ φιλίας.
至于法比乌斯,埃魁人在落入军队覆灭或城墙被陷落的绝境之前,便派遣使者前来请求和解与友好。
§9.59.4ὁ δʼ ὕπατος δύο τε μηνῶν τροφὰς τῇ στρατιᾷ καὶ δύο χιτῶνας κατʼ ἄνδρα καὶ ἀργύριον εἰς ὀψωνιασμὸν ἑξαμήνου καὶ εἴ τι ἄλλο κατήπειγεν εἰσπραξάμενος, ἀνοχὰς ἐποιήσατο πρὸς αὐτούς, ἕως ἂν εἰς Ῥώμην ἀφικόμενοι παρὰ τῆς βουλῆς εὕρωνται τὰς διαλύσεις.
执政官在征收了供军队两个月的粮食、每人两件宽外衣、六个月薪饷的银两以及其他紧急需要之物后,与他们达成了停战协定,直至他们抵达罗马并从元老院获得和解条件。
ἡ μέντοι βουλὴ ταῦτα μαθοῦσα τῷ Φαβίῳ ἐπέτρεψεν αὐτοκράτορι διαλύσασθαι πρὸς τοὺς Αἰκανούς, ἐφʼ οἷς ἂν αὐτὸς προαιρῆται.
然而,元老院得知此事后,授权法比乌斯作为全权特使与埃魁人议和,条件任由他自己选择。
§9.59.5μετὰ τοῦτο συνθῆκαι γίνονται ταῖς πόλεσι μεσιτεύσαντος αὐτὰς τοῦ ὑπάτου τοιαίδε· Αἰκανοὺς εἶναι Ῥωμαίων ὑπηκόους πόλεις τε καὶ χώρας τὰς ἑαυτῶν ἔχοντας, ἀποστέλλειν δὲ Ῥωμαίοις μηδὲν ὅτι μὴ στρατιάν, ὅταν αὐτοῖς παραγγελῇ, τέλεσι τοῖς ἰδίοις ἐκπέμποντας.
在此之后,在执政官的调解下,与各城邦达成了如下条约:埃魁人成为罗马的属民,保有他们自己的城邦和土地,除了在接到命令时派遣军队且自理军费之外,不向罗马人呈送任何东西。
ταῦτα συνθέμενος ἀπῆγε τὴν δύναμιν Φάβιος καὶ εἰς τὸν ἐπιόντα ἐνιαυτὸν ἀρχὰς ἅμα τῷ συνυπάτῳ κατέστησεν.
达成这些协定后,法比乌斯率军撤回,并与同僚执政官一同主持了下一年度的官职选举。

词汇与语法注释

  1. §9.59.1τῶν ἡγησαμένων τε τῆς ἀποσταλείσης φρουρᾶς εἰς Κρεμέραν, καὶ διαφθαρέντων ἐκεῖ σὺν τοῖς πελάταις — 属格分词 `τῶν ἡγησαμένων` 和 `διαφθαρέντων` 修饰前文的 `τῶν τριῶν ἀδελφῶν`(三兄弟),说明昆图斯·法比乌斯是曾在克雷梅拉之战(公元前477年)中率领守备队并与保护民一同覆灭的法比乌斯家族三兄弟之一的儿子。
  2. §9.59.1δόγμα ἐπεκύρωσε... διανεῖμαί τινα μοῖραν — 不定式 `διανεῖμαι` 作名词 `δόγμα`(决议)的同位语,用以具体说明决议的内容,即“通过了分配……的决议”。
  3. §9.59.2ἦν δʼ οὐκ ἀγώνισμα πᾶσι τοῖς πολλοῖς καὶ πένησι — 名词 `ἀγώνισμα` 在此意为“令人向往、争相获取之物”。因此 `οὐκ ἀγώνισμα` 表示分配土地对罗马穷人来说并非一件美事,因为他们觉得这如同被驱逐出家园(`ὡς ἀπελαυνομένοις`)。
  4. §9.59.5μηδὲν ὅτι μὴ στρατιάν — 词组 `ὅτι μή` 是表示例外(相当于“除……之外”)的习惯用法。因此,`μηδὲν ὅτι μὴ στρατιάν` 意为“除了派遣军队之外,无需向罗马呈送任何东西”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §9.59.1-9.59.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:9.59.1-9.59.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。