§9.7.1ταῦτα παρὰ τῶν μάντεων οἱ Τυρρηνοὶ ἀκούσαντες μέρει τινὶ τῆς ἑαυτῶν στρατιᾶς τὴν ἐρημωθεῖσαν ὑπὸ τῶν Ῥωμαίων καταλαμβάνονται στρατοπεδείαν ὡς ἐπιτείχισμα ποιησόμενοι τῆς ἑτέρας· ἦν δὲ πάνυ ἐχυρὸν τὸ χωρίον καὶ τοῖς ἀπὸ Ῥώμης ἐπὶ τὸ στρατόπεδον ἰοῦσι κωλύσεως ἐν καλῷ κείμενον.
伊特鲁里亚人从占卜师那里听到这些话后,用他们自己的一部分军队占领了被罗马人放弃的那座营垒,企图将其作为对抗另一座营垒的堡垒;该地势极为险固,且正处于阻碍从罗马前往营地之人的绝佳位置。
πραγματευσάμενοι δὲ καὶ τἆλλα, ἐξ ὧν πλεονεκτήσειν τοὺς πολεμίους ἔμελλον, ἐξῆγον εἰς τὸ πεδίον τὰς δυνάμεις.
在筹划了其他一切能使他们对敌人占优势的事项后,他们将军队带到了平原上。
§9.7.2μενόντων δὲ τῶν Ῥωμαίων ἐφʼ ἡσυχίας προσιππεύοντες ἐξ αὐτῶν οἱ τολμηρότατοι καὶ πλησίον τοῦ χάρακος ἱστάμενοι, γυναῖκάς τʼ ἀπεκάλουν ἅπαντας καὶ τοὺς ἡγεμόνας αὐτῶν τοῖς δειλοτάτοις τῶν ζώων ἐοικέναι λέγοντες ἐκάκιζον, καὶ δυεῖν θάτερον ἠξίουν· εἰ μὲν ἀντιποιοῦνται τῆς περὶ τὰ πολέμια ἀρετῆς, καταβάντας εἰς τὸ πεδίον μιᾷ τὸν ἀγῶνα κρῖναι μάχῃ, εἰ δʼ ὁμολογοῦσιν εἶναι κακοί, παραδόντας τὰ ὅπλα τοῖς κρείττοσι καὶ δίκας ὑποσχόντας, ὧν ἔδρασαν, μηδενὸς ἔτι τῶν μεγάλων ἑαυτοὺς ἀξιοῦν.
在罗马人保持静默期间,伊特鲁里亚人中最胆大的人骑马走近,站在营墙附近,把他们所有人骂作女人,并辱骂他们的领袖说他们像最胆怯的动物,并要求他们做出二选一的抉择:如果他们自诩在战事上有勇武,就应该下到平原上,通过一场战斗来决出胜负;但如果他们承认自己是懦夫,就应当向更强者交出武器,为自己的所作所为接受惩罚,不再认为自己配得上任何重大的事物。
§9.7.3τοῦτʼ ἐποίουν ὁσημέραι καὶ ἐπεὶ οὐδὲν ἐπέραινον, ἀποτειχίζειν αὐτοὺς ἔγνωσαν ὡς λιμῷ προσαναγκάσοντες παραστῆναι.
他们每天都这样做,由于毫无成效,便决定包围他们,企图以饥饿迫使他们投降。
οἱ δʼ ὕπατοι περιεώρων τὰ γινόμενα μέχρι πολλοῦ, διʼ ἀνανδρίαν μὲν ἢ μαλακίαν οὐδεμίαν — ἀμφότεροι γὰρ εὔψυχοί τε καὶ φιλοπόλεμοι ἦσαν — τὸ δὲ τῶν στρατιωτῶν ἐθελόκακόν τε καὶ ἀπρόθυμον, διαμένον ἐν τοῖς δημοτικοῖς, ἐξ οὗ περὶ τῆς κληρουχίας διεστασίασαν, ὑφορώμενοι·
执政官们在很长一段时间里对发生的事情冷眼旁观,这绝非因为任何胆怯或软弱——因为两人都勇敢且好战——而是因为他们警惕着士兵们的恶意怠工与不情愿,这种情绪自平民们因土地分配问题发生纷争以来就一直残存在他们中间。
ἔτι γὰρ αὐτοῖς ἔναυλα καὶ πρὸ ὀμμάτων ἦν, ἃ τῷ παρελθόντι ἐνιαυτῷ κατὰ τὸ ἔγκοτον τῆς πρὸς τὸν ὕπατον τιμῆς αἰσχρὰ καὶ ἀνάξια τῆς πόλεως εἰργάσαντο, παραχωρήσαντες τῆς νίκης τοῖς ἡττηθεῖσι καὶ φυγῆς ὄνειδος οὐκ ἀληθὲς ὑπομείναντες, ἵνα μὴ καταγάγῃ τὸν ἐπινίκιον θρίαμβον ὁ ἀνήρ.
因为在前一年,他们出于对执政官威严的怨恨而做出的可耻且不配于城邦的行为,依然在他们耳边回响并浮现在眼前——他们当时为了不让那个人举行凯旋式,竟然将胜利让给了被击败的敌人,并忍受了并非真实的逃跑污名。