§9.55.1οἱ δʼ ὕπατοι καταγράψαντες τὰς δυνάμεις ἐξῆγον ἐκ τῆς πόλεως· Λεύκιος μὲν Οὐαλέριος Αἰκανοῖς πολεμήσων, Τιβέριος δʼ Αἰμίλιος Σαβίνοις.
执政官们在征募了军队后,将他们率领出城:卢基乌斯·瓦莱里乌斯旨在与埃魁人作战,而提贝里乌斯·埃米利乌斯则旨在与萨宾人作战。
καὶ γὰρ οὗτοι κατὰ τὸν τῆς στάσεως καιρὸν ἐνέβαλον εἰς τὴν Ῥωμαίων χώραν καὶ πολλὴν αὐτῆς κακώσαντες ἀπῆλθον λείαν ἄφθονον περιβαλόμενοι.
因为这些人在内讧期间侵入了罗马人的领土,在摧毁了其中大部分地区后,带着丰厚的战利品离去。
Αἰκανοὶ μὲν οὖν πολλάκις εἰς χεῖρας ἐλθόντες καὶ πολλὰς πληγὰς λαβόντες εἰς τὸν χάρακα ἐν ἐχυρῷ χωρίῳ κείμενον κατέφυγον καὶ τὸ λοιπὸν οὐκέτι προῄεσαν εἰς μάχην.
因此,埃魁人多次进行交手并遭受重创后,逃往了位于坚固地带的营地,此后便不再出来交战。
§9.55.2ὁ δὲ Οὐαλέριος ἐπεχείρησε μὲν ἐκπολιορκεῖν αὐτῶν τὸ στρατόπεδον, ἐκωλύθη δʼ ὑπὸ τοῦ δαιμονίου.
瓦莱里乌斯固然企图攻陷他们的营地,却受到了神意的阻碍。
προιόντι γὰρ αὐτῷ καὶ ἤδη ἔργου ἐχομένῳ ζόφος ἐξ οὐρανοῦ γίνεται καὶ ὄμβρος πολύς, ἀστραπαὶ δὲ καὶ βρονταὶ σκληραί.
因为当他向前推进且已开始行动时,天空中降下了黑暗与暴雨,并伴随着剧烈的雷电。
διασκεδασθείσης δὲ τῆς στρατιᾶς ὅ τε χειμὼν εὐθὺς ἐπαύσατο καὶ πολλὴ κατέσχε τὸν τόπον αἰθρία.
在军队被驱散后,风暴随即停止,晴空万里重新笼罩了该地。
τοῦτό τε δὴ τὸ ἔργον ὀττευσάμενος ὁ ὕπατος, καὶ τῶν μάντεων κωλυόντων ἔτι πολιορκεῖν τὸ χωρίον, ἀποτραπεὶς τὴν γῆν αὐτῶν ἐκάκου, καὶ ὅσῃ ἐπέτυχε λείᾳ τοῖς στρατιώταις ἅπασαν ὠφελεῖσθαι ἐφείς, ἀπῆγεν ἐπʼ §9.55.3οἴκου τὴν δύναμιν.
执政官将这一现象视为征兆,且占卜师们也禁止他继续围攻该地,于是他便转身折返,蹂躏了他们的土地,在允许士兵们将所遇到的一切战利品据为己有之后,率领军队返回家园。
Τιβερίῳ δʼ Αἰμιλίῳ διεξιόντι τὴν πολεμίαν σὺν πολλῇ καταφρονήσει κατʼ ἀρχὰς καὶ οὐδὲν ἔτι προσδοκῶντι ἀντίπαλον ἐπῆλθεν ἡ Σαβίνων δύναμις καὶ γίνεται μάχη αὐτῶν ἐκ παρατάξεως μεσούσης μάλιστα τῆς ἡμέρας ἀρξαμένη μέχρι δύσεως ἡλίου.
然而,当提贝里乌斯·埃米利乌斯起初怀着极大的轻蔑穿过敌国领土,且不再预料有任何对手时,萨宾人的军队袭击了他,两军之间展开了一场会战,从大约中午开始一直持续到日落。
σκότους δʼ ἐπιλαμβάνοντος ἀνεχώρουν αἱ δυνάμεις ἐπὶ τοὺς ἑαυτῶν χάρακας οὔτε νικῶσαι οὔτε λειπόμεναι.
随着夜色降临,双方军队各自退回了自己的阵营,既未获胜也未落败。
§9.55.4ταῖς δʼ ἑξῆς ἡμέραις νεκρούς τε τοὺς ἑαυτῶν ἐκήδευσαν οἱ ἡγεμόνες καὶ χάρακας ἐξωρύξαντο, καὶ γνώμας τὰς αὐτὰς εἶχον ἑκάτεροι, διὰ φυλακῆς τὰ οἰκεῖα ἔχειν καὶ μηκέτι ἄρχειν μάχης.
在接下来的日子里,将领们安葬了各自的死者并挖掘了深沟,双方都抱有相同的想法:固守自己的阵地,不再挑起战斗。
ἔπειτα σὺν χρόνῳ τὰς σκηνὰς λύσαντες ἀπῆγον τὰς δυνάμεις.
随后,随着时间的推移,他们拆除了帐篷,撤回了军队。