§9.51.1ἀποδειχθέντων δὲ μετʼ ἐκείνους ὑπάτων Λευκίου Οὐαλερίου τὸ δεύτερον καὶ Τιβερίου Αἰμιλίου βραχύν τινα χρόνον ἐπισχόντες οἱ δήμαρχοι τὸν ὑπὲρ κληρουχίας πάλιν εἰσῆγον λόγον· καὶ προσιόντες τοῖς ὑπάτοις ἠξίουν βεβαιῶσαι τῷ δήμῳ τὰς ὑποσχέσεις, ἃς ἐποιήσατο ἡ βουλὴ Σπορίου Κασσίου καὶ Πρόκλου Οὐεργινίου ὑπατευόντων, δεόμενοί τε καὶ λιπαροῦντες.
在他们之后,卢基乌斯·瓦莱里乌斯(第二次)与提贝里乌斯·埃米利乌斯被任命为执政官,保民官们稍作等待后,再次提出了关于分配土地的动议;他们走向执政官,请求他们向民众履行元老院在斯普里乌斯·卡西乌斯与普罗克鲁斯· 维尔吉尼乌斯担任执政官时所作出的承诺,并对此进行恳求和极力游说。
§9.51.2καὶ οἱ ὕπατοι αὐτοῖς συνελάμβανον ἀμφότεροι, Τιβέριος μὲν Αἰμίλιος κότον τινὰ παλαιὸν εἰς τὴν βουλὴν οὐκ ἄλογον ἀναφέρων, ὅτι τῷ πατρὶ αὐτοῦ θρίαμβον αἰτουμένῳ κατάγειν οὐκ ἐπέτρεψεν, ὁ δὲ Οὐαλέριος ἀποθεραπεῦσαι τοῦ δήμου τὴν ὀργὴν βουλόμενος, ἣν εἶχε πρὸς αὐτὸν ἐπὶ τῷ Σπορίου Κασσίου θανάτῳ, ὃν ἀπέκτεινεν ὡς ἐπιχειροῦντα βασιλείᾳ ταμίας τότʼ ὢν Οὐαλέριος, ἄνδρα τῶν κατὰ τὴν αὐτὴν ἡλικίαν γενομένων ἐπιφανέστατον ἐν ἡγεμονίαις τε πολέμων καὶ πολιτικαῖς πράξεσιν, ὃς καὶ τὸ περὶ τῆς κληρουχίας πολίτευμα πρῶτος εἰσήγαγεν εἰς τὴν πόλιν, καὶ διʼ αὐτὸ μάλιστα ὑπὸ τῶν πατρικίων, ὡς δῆμον ἀναιρούμενος πρὸ αὐτῶν, ἐμισήθη.
两位执政官都支持他们:提贝里乌斯·埃米利乌斯是因为对元老院怀有某种古老且并非无理的怨恨,因为元老院不准许他那请求举行凯旋式的父亲举行仪式;而瓦莱里乌斯则是希望平息民众因斯普里乌斯·卡西乌斯之死而对他产生的愤怒,当时担任财务官的瓦莱里乌斯以卡西乌斯企图谋取王位为由将其处死,而卡西乌斯是同代人中在军事指挥和政治事务上最杰出的人物,也是首位将土地分配政策引入城邦的人,且正因如此,他最受贵族们憎恨,被认为是在他们之上抬高民众。
§9.51.3τότε δʼ οὖν ὑποσχομένων τῶν ὑπάτων αὐτοῖς προθήσειν ἐν τῇ βουλῇ τὸν ὑπὲρ τῆς διανομῆς τῶν δημοσίων κλήρων λόγον, καὶ τῆς ἐπικυρώσεως τοῦ νόμου συναρεῖσθαι, πιστεύσαντες αὐτοῖς οἱ δήμαρχοι παρῆσαν ἐπὶ τὴν βουλὴν καὶ λόγους διεξῆλθον ἐπιεικεῖς.
当时,由于执政官们向他们承诺将在元老院提出关于分配公有土地的动议,并协助法律的通过,保民官们便信任他们,列席元老院并发表了温和的演说。
οἷς οὐδὲν ἀντιλέξαντες οἱ ὕπατοι, ὡς μὴ φιλονεικίας δόξαν ἀπενέγκαιντο, γνώμην ἀποδείκνυσθαι τοὺς πρεσβυτάτους ἠξίουν.
执政官们对此没有进行任何反驳,以免落得好斗的名声,并请求最年长者发表意见。
§9.51.4ἦν δʼ ὁ πρῶτος ὑπʼ αὐτῶν κληθεὶς Λεύκιος Αἰμίλιος θατέρου τῶν ὑπάτων πατήρ· ὃς ἔφη δοκεῖν αὐτῷ καὶ δίκαιον καὶ συμφέρον ἔσεσθαι τῇ πόλει, πάντων εἶναι τὰ κοινὰ καὶ μὴ ὀλίγων, τῷ τε δήμῳ πείθοντι ὑπουργεῖν συνεβούλευεν, ἵνα χάρις ἡ παραχώρησις αὐτῶν γένηται.
他们首先请出来发言的是卢基乌斯·埃米利乌斯,即两位执政官之一的父亲;他表示,在他看来,公共财产属于所有人而非少数人,这对城邦而言既是公正的也是有利的,并建议他们顺应劝说他们的民众,以便使这一让步成为一种恩惠。
πολλὰ γὰρ καὶ ἄλλα μὴ δόντας αὐτῷ κατὰ προαίρεσιν, ὑπʼ ἀνάγκης συγκεχωρηκέναι· τούς τε κατέχοντας τὰς κτήσεις ὧν ἐκαρπώσαντο χρόνων λαθόντες ἠξίου χάριν εἰδέναι, κωλυομένους δὲ μὴ φιλοχωρεῖν.
因为他们之前在被迫无奈之下,也曾让步过许多其他不愿自愿给予民众的事情;他要求那些占有这些土地的人,应当对他们不着痕迹地享有这些土地果实的时期心存感激,而在被禁止时不要执迷不悟。
§9.51.5ἔφη τε σὺν τῷ δικαίῳ, ὃ πάντες ὁμολογήσειαν ἰσχυρὸν εἶναι, τὰ μὲν δημόσια καινὰ πάντων εἶναι, τὰ δʼ ἴδια ἑκάστου τῶν νόμῳ κτησαμένων· καὶ ἀναγκαῖον ἤδη τὸ πρᾶγμα ὑπὸ τῆς βουλῆς γεγονέναι πρὸ ἐτῶν ἑπτακαίδεκα τὴν γῆν διανέμειν ψηφισαμένης.
他还说,根据人人都承认是强有力的公正原则,公有之物属于所有人,而私有之物则属于依法获得它的各人;而且鉴于元老院在十七年前就已投票决定分配土地,这件事如今已势在必行。
καὶ τοῦτʼ ἀπέφηνεν ἐπὶ τῷ συμφέροντι τότʼ αὐτὴν βεβουλεῦσθαι, ἵνα μήτε γῆ χέρσος ᾖ, καὶ ὁ τὴν πόλιν οἰκουρῶν πένης ὄχλος μὴ ἀργός, ὥσπερ νῦν τοῖς ἀλλοτρίοις ἀγαθοῖς φθονῶν, ἐπιτρέφηται δὲ τῇ πόλει νεότης ἐν ἐφεστίοις καὶ κλήροις πατρῴοις, ἔχουσά τι καὶ ἐπὶ τῷ καλῶς τεθράφθαι μέγα φρονεῖν· §9.51.6ἐπεὶ τοῖς γʼ ἀκλήροις καὶ ἐκ τῶν ἀλλοτρίων κτημάτων, ἃ μισθοῦ ἐργάζονται, γλίσχρως διατρεφομένοις, ἢ ἀρχῆθεν μὴ ἐμφύεσθαι ἔρωτα γενεᾶς τέκνων, ἢ ἐμφύντα πονηρὸν ἐκφέρειν καρπὸν καὶ οὐδʼ εὐτυχῆ, ἐκ ταπεινῶν τε συμπορισθέντα οἷα εἰκὸς γάμων, §9.51.7καὶ ἐν κατεπτωχευμέναις τραφέντα τύχαις.
他指出,元老院当时作此决定是为了城邦的利益,以便土地不致荒芜,且留在城里的贫苦大众不致无所事事,像现在这样嫉妒他人的财富,而是能在家庭和祖传土地中为城邦抚育青年,使他们因受到良好抚养而抱有自豪感;因为对于那些没有土地、靠受雇耕作他人田地而勉强维持生计的人来说,要么从一开始就生不出繁衍后代的渴望,要么即使生出,由于在贫贱的婚姻中结合(这是理所当然的),也会结出糟糕且不幸的果实,并在极度贫困的境遇中被抚养长大。
ἐγὼ μὲν οὖν, ἔφη, γνώμην ἀποδείκνυμαι, τά τε προβουλευθέντα ὑπὸ τοῦ συνεδρίου καὶ διὰ τὰς μεταξὺ ταραχὰς παρειλκυσμένα ἐμπεδοῦν τοὺς ὑπάτους, καὶ τοὺς ποιησομένους τὴν διανομὴν ἄνδρας ἀποδεικνύναι.
“因此,”他说道,“我表明我的意见,执政官们应当履行此前由元老院决议、但因其间的动乱而拖延至今的措施,并指派人员进行土地分配。 ”