§9.49.1ὡς δʼ οὐδὲν ἐγίνετο πέρας, χωρὶς ἑκάστους ἀπολαμβάνων ὁ Κοίντιος, τούς τε δημάρχους καὶ τὸν Ἄππιον, ἐδεῖτο καὶ ἐλιπάρει καὶ τὰ κοινὰ τῶν ἰδίων ἀναγκαιότερα ἡγεῖσθαι ἠξίου.
然而,由于未能达成任何解决,昆克蒂乌斯分别将双方——即护民官们和阿庇乌斯——拉到一旁,向他们恳求和哀求,并要求他们认为公意比私利更为重要。
ὁρῶν δὲ τοὺς μὲν ἤδη πεπειροτέρους γεγονότας, τὸν δὲ συνάρχοντα ἐπὶ τῆς αὐτῆς αὐθαδείας μένοντα πείθει τοὺς ἀμφὶ Λαιτώριον, ὑπὲρ ἁπάντων τῶν τʼ ἰδίων ἐγκλημάτων καὶ §9.49.2τῶν δημοσίων τὴν βουλὴν ποιῆσαι κυρίαν.
他看到一方(护民官们)已经变得较为顺从,而他的同僚却仍坚持同样的顽固,于是便说服了莱托里乌斯周围的人(护民官们),将所有关于私人指控以及公共事务的决定权都交给元老院。
ἐπεὶ δὲ τοῦτο διεπράξατο, συνεκάλει τὴν βουλὴν καὶ τοὺς δημάρχους πολλὰ ἐπαινέσας καὶ τοῦ συνάρχοντος δεηθεὶς μὴ ἀντιπράττειν τῇ σωτηρίᾳ τῆς πόλεως ἐκάλει τοὺς εἰωθότας ἀποφαίνεσθαι γνώμας.
当他完成这件事后,便召集了元老院,在极力赞扬了护民官并恳求他的同僚不要反对城邦的拯救之后,他邀请那些习惯于发表意见的人发言。
§9.49.3πρῶτος δὲ κληθεὶς Πόπλιος Οὐαλέριος Ποπλικόλας γνώμην ἀπεφήνατο τήνδε· ὅσα μὲν ἀλλήλοις ἐγκαλοῦσιν οἵ τε δήμαρχοι καὶ ὁ ὕπατος, ὑπὲρ ὧν ἔπαθον ἢ ἔδρασαν ἐν τῇ ταραχῇ, ἐπειδὴ οὐκ ἐξ ἐπιβουλῆς οὐδʼ οἰκείας πλεονεξίας ἕνεκεν εἰς αὐτὰ κατέστησαν, ἀλλʼ ὑπὸ τῆς εἰς τὰ κοινὰ φιλοτιμίας, ἀφεῖσθαι δημοσίᾳ καὶ μηδεμίαν ὑπὲρ αὐτῶν εἶναι δίκην· περὶ δὲ τοῦ νόμου, ἐπειδὴ ὁ ὕπατος οὐκ ἐᾷ νόμον ἀπροβούλευτον εἰς τὴν ἐκκλησίαν ἐκφέρειν, προβουλεῦσαι μὲν περὶ τούτου τὸ συνέδριον· τοὺς δὲ δημάρχους ἅμα τοῖς ὑπάτοις ἐπιμέλειαν ποιήσασθαι τῆς θʼ ὁμονοίας τῶν πολιτῶν, ὅταν ἡ ψῆφος περὶ αὐτοῦ διαφέρηται, καὶ τῆς εὐκοσμίας.
被第一个邀请发言的普布利乌斯·瓦莱里乌斯·普布利科拉发表了如下意见:关于护民官和执政官在骚乱期间因其所遭受或所做的事而互相指责的一切,既然他们陷入其中并非出于阴谋或个人的贪欲,而是出于对公共事务的热忱,那么这些指责应当在公家层面上予以免除,且不应对此进行任何审判;至于法案,既然执政官不允许将未经元老院预先审议的法案提交给公民大会,那么元老院应当对此做出预先决议;并且护民官应当与执政官一起,在对该法案进行投票时,注意保持公民的和谐与秩序。
§9.49.4ἐπαινεσάντων δὲ τὴν γνώμην ἁπάντων εὐθὺς ἀνέδωκε τὴν ὑπὲρ τοῦ νόμου ψῆφον ὁ Κοίντιος τῷ συνεδρίῳ, καὶ πολλὰ μὲν Ἀππίου κατηγορήσαντος, πολλὰ δὲ τῶν δημάρχων ἀντιλεξάντων, ἐνίκα παρὰ πολλὰς ψήφους ἡ τὸν νόμον εἰσφέρειν ἀξιοῦσα γνώμη.
当所有人都赞同这一意见时,昆克蒂乌斯立即将关于法案的表决提交给元老院。 尽管阿庇乌斯进行了许多指责,而护民官们也进行了许多反驳,但主张提出法案的意见最终以多数票胜出。
ἐπικυρωθέντος δὲ τοῦ προβουλεύματος αἵ τε ἴδιαι τῶν ἀρχόντων διαφοραὶ διελύθησαν, καὶ ὁ δῆμος ἀγαπητῶς δεξάμενος τὸ συγχώρημα τῆς βουλῆς ἐπεψήφισε τὸν νόμον.
随着预备决议获得批准,官员们之间的私人恩怨得以化解,平民也欣然接受了元老院的让步,投票通过了该法案。
ἀπʼ ἐκείνου τοῦ χρόνου τὰ τῶν δημάρχων καὶ ἀγορανόμων ἀρχαιρέσια μέχρι τοῦ καθʼ ἡμᾶς χρόνου δίχα οἰωνῶν τε καὶ τῆς ἄλλης ὀττείας ἀπάσης αἱ φυλετικαὶ ψηφοφοροῦσιν ἐκκλησίαι.
从那时起,护民官和市政官的选举,直到我们的时代,都是由部族大会在没有任何鸟占或其他占卜的情况下通过投票进行的。
αὕτη λύσις ἐγένετο τῆς τότε κατασχούσης ταραχῆς τὴν πόλιν.
这就是当时席卷该城的骚乱的平息。