Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §9.47.1-9.47.4

护民官莱托里乌斯反驳阿庇乌斯并宣告采取行动

第 716 段,共 962 段 · 希腊语

内容简介

护民官莱托里乌斯反驳阿庇乌斯,指出其祖先也是作为逃亡求助者定居于此。他进一步指出,对护民官因不和而产生的批评同样适用于执政官职,并宣布将诉诸实际行动。

§9.47.1διεξελθὼν δὲ τὸν ὑπὲρ τοῦ δήμου λόγον, ἐπιστρέψας ἐπὶ τὸν Ἄππιον· ἔπειτα σὺ τολμᾷς, εἶπε, λοιδορεῖσθαι τούτοις, διʼ οὓς μεγάλη μὲν ἐκ μικρᾶς, ἐπιφανὴς δʼ ἐξ ἀδόξου γέγονεν ἡ πόλις;
在结束了为平民辩护的言论之后,他转向阿庇乌斯说道:“那么,你竟敢,”他说,“辱骂这些人,而正是因为他们,这个城市才由小变大、由默默无闻变得声名显赫?
καὶ στασιαστὰς ἑτέρους ἀποκαλεῖς καὶ φυγαδικήν τινα τύχην ὀνειδίζεις, ὥσπερ οὐχ ἁπάντων ἔτι τούτων μεμνημένων τὸ καθʼ ὑμᾶς, ὅτι στασιάσαντες οἱ σοὶ πρόγονοι πρὸς τοὺς ἐν τέλει καὶ τὴν ἑαυτῶν πατρίδα καταλιπόντες ἐνθάδʼ ἱδρύθησαν ἱκέται;
你还称其他人为派系分子,并拿流亡者的命运来羞辱他们,仿佛这里的每个人都不再记得你们自己的情况似的——即你的祖先反抗掌权者,抛弃了自己的祖国,作为恳求者在这里定居?
εἰ μὴ ἄρα ὑμεῖς μὲν ἐκλιπόντες τὴν ἑαυτῶν πατρίδα πόθῳ τῆς ἐλευθερίας καλὸν ἔργον ἐπράττετε, Ῥωμαῖοι δὲ τὰ §9.47.2ὅμοια ὑμῖν δεδρακότες οὐ καλόν.
除非,你们出于对自由的渴望而抛弃自己的祖国是做了一件高尚的事,而罗马人做了与你们同样的事却是不高尚的。
τολμᾷς δὲ καὶ τὴν τῶν δημάρχων ἐξουσίαν ὡς ἐπὶ κακῷ παρεληλυθυῖαν εἰς τὴν πόλιν λοιδορεῖν, καὶ πείθεις τουτουσὶ καταλῦσαι τὴν τῶν πενήτων ἐπικουρίαν τὴν ἱερὰν καὶ ἀκίνητον καὶ μεγάλαις ἠσφαλισμένην ἐκ θεῶν τε καὶ ἀνθρώπων ἀνάγκαις, ὦ μισοδημότατε καὶ τυραννικώτατε;
你竟敢辱骂护民官的权力,称其进入城市是为了带来祸害,并且你企图说服这些人去废除对穷人的救助——那是神圣不可侵犯的,并由神明和人类的巨大约束力所保障的,你这最仇视平民、最专制的人啊!
καὶ οὐδὲ τοῦτʼ ἄρα ἐδυνήθης μαθεῖν, ὅτι τῇ τε βουλῇ καὶ τῇ σεαυτοῦ ἀρχῇ ταῦτα λέγων λοιδορῇ;
难道你连这一点都无法领会,即你说这些话,其实是在辱骂元老院和你自己的官职吗?
καὶ γὰρ ἡ βουλὴ διαναστᾶσα πρὸς τοὺς βασιλεῖς, ὧν οὐκέτι τὰς ὑπερηφανίας καὶ τὰς ὕβρεις ὑποφέρειν ἠξίου, τὸ τῶν ὑπάτων ἀρχεῖον κατεστήσατο, καὶ πρὶν ἐκείνους ἐξελάσαι τῆς πόλεως ἑτέρους ἐποίησε τῆς βασιλικῆς ἐξουσίας κυρίους.
因为元老院起义反抗国王(因为元老院不再认为应该忍受他们的傲慢和侮辱),设立了执政官的职位,并在将国王们驱逐出城之前,就让其他人掌握了王权。
§9.47.3ὥσθʼ ἃ περὶ τῆς δημαρχίας λέγεις, ὡς ἐπὶ κακῷ παρεληλυθυίας, ἐπειδὴ τὴν ἀρχὴν ἀπὸ διχοστασίας ἔλαβε, ταῦτα καὶ κατὰ τῆς ὑπατείας λέγεις.
因此,你对护民官职所说的话——称其因为起源于分裂而带来祸害——也同样是在反对执政官职。
οὐδὲ γὰρ ἐκείνην ἄλλη τις εἰσήγαγε πρόφασις, ἀλλʼ ἡ §9.47.4πρὸς τοὺς βασιλεῖς τῶν πατρικίων στάσις.
因为没有别的起因引入了那个官职,而正是贵族反抗国王的叛乱。
ἀλλὰ τί ταῦτά σοι διαλέγομαι, ὡς χρηστῷ καὶ μετρίῳ πολίτῃ, ὃν ἅπαντες ἴσασιν οὗτοι σκαιὸν ὄντα διὰ γένος καὶ πικρὸν καὶ μισόδημον καὶ τὸ θηριῶδες ὑπὸ φύσεως οὐδέποτʼ ἐξημερῶσαι δυνάμενον, ἀλλʼ οὐχ ὁμόσε χωρῶ σοι τὰ ἔργα ἐπίπροσθεν ποιησάμενος τῶν λόγων, καὶ δείκνυμι, ὅσην ἰσχὺν ὁ δῆμος ἔχων λέληθέ σε, ὃν οὐκ ᾐσχύνθης ἀνέστιον καὶ ῥυπαρὸν καλῶν, καὶ ὅσον ἥδε ἡ ἀρχὴ δυναμένη, ἥν δε ὁ νόμος ἐκτρέπεσθαι καὶ εἴκειν ἀναγκάζει;
但是,我为什么要和你讨论这些,仿佛你是一个诚实和温和的公民似的,而这些人都知道你因为出身而偏执、刻毒、仇视平民,且天生无法驯服你那野兽般的性格? 我为什么不直接与你交锋,用事实说话,向你展示平民在你不注意时拥有何等巨大的力量——你竟然不羞耻地称他们为无家可归和肮脏的——并展示这个官职拥有何等巨大的力量,法律甚至强迫[你]向它让步和屈服呢?
παρεὶς δὲ καὶ αὐτὸς ἅπασαν εἰρωνείαν ἔργου ἕξομαι.
我也将抛弃一切反讽,诉诸于行动。 ”

词汇与语法注释

  1. 1871ὥσπερ οὐχ ἁπάντων ἔτι τούτων μεμνημένων τὸ καθʼ ὑμᾶς, ὅτι... — 伴有 ὥσπερ 的属格独立分词结构。完成时主动分词 μεμνημένων 的语义主语是 ἁπάντων τούτων(这里的每一个人),宾语是宾格短语 τὸ καθʼ ὑμᾶς(你们自己的情况)。ὅτι 从句作为同位语,具体解释了 τὸ καθʼ ὑμᾶς 的内容。
  2. 1873ἀλλʼ οὐχ ὁμόσε χωρῶ σοι — 此短语引入了一个反问句(“我为什么不直接与你交锋……?”),用以回应前文的自问 ἀλλὰ τί ταῦτά σοι διαλέγομαι...(“但我为什么要和你讨论这些……?”)。因此,直至末尾的 ἀναγκάζει 的整个从句被解释为这一修辞性疑问句的延续。
  3. 1873ἥν δε ὁ νόμος ἐκτρέπεσθαι καὶ εἴκειν ἀναγκάζει — 关系代词 ἥν 的先行词是 ἥδε ἡ ἀρχή(这一官职,即护民官职)。及物动词 ἀναγκάζει(强迫)的主语是 ὁ νόμος(法律),而不定式 ἐκτρέπεσθαι(避让)和 εἴκειν(屈服)在语义上的主语在上下文中指代其他长官(如执政官)或公民。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §9.47.1-9.47.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:9.47.1-9.47.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。