§9.45.1εἰ μὲν οὖν, ἔφη, ἥδε ἡ ἀρχὴ μεθʼ ὁμονοίας εἰσῆλθεν εἰς τὴν πόλιν ἐπὶ τῷ πάντων ἀγαθῷ παροῦσα σὺν οἰωνοῖς τε καὶ ὀττείαις, πολλῶν ἂν ἡμῖν ἐγίνετο καὶ μεγάλων ἀγαθῶν αἰτία, χαρίτων, ὁμοφροσύνης, εὐνομίας, ἐλπίδων χρηστῶν παρὰ τοῦ δαιμονίου, μυρίων ἄλλων·
“因此,”他说,“如果这一官职是在鸟占和预兆的伴随下,为了众人的福祉,伴随着和睦而引入这座城市的,它本会成为我们获得许多巨大福祉的源泉——带来恩惠、同心同德、良好的法治、来自神明的温存希望,以及无数其他事物。
νῦν δέ, βία γὰρ αὐτὴν εἰσήγαγε καὶ παρανομία καὶ στάσις καὶ πολέμου δέος ἐμφυλίου καὶ πάντα τὰ ἔχθιστα ἐν ἀνθρώποις τί οὖν ἔτι καὶ μέλλει χρηστὸν ἔσεσθαί ποτʼ ἢ σωτήριον τοιαύτας λαβούσης τὰς ἀρχάς;
然而现实却是,因为暴力、不法、内讧、内战的恐惧以及人类中最令人憎恶的一切引入了它,既然它有了这样的开端,今后又怎能产生任何有益或救赎的事情呢?
ὥστε περίεστιν ἡμῖν ἴασιν καὶ ἀλεξήματα τῶν ἀναβλαστανόντων ἐξ αὐτῆς κακῶν ζητεῖν, ὁπόσα εἰς ἀνθρώπινον πίπτει λογισμόν, μενούσης ἔτι τῆς
因此,在那邪恶的根源依然存在的情况下,我们唯一能做的,就是针对从中萌生出的种种恶果,在人类理智所能企及的范围内,寻找一切治疗和防御的手段。
§9.45.2πονηρᾶς ῥίζης.
邪恶根源。
οὐ γὰρ ἔσται πέρας οὐδʼ ἀπαλλαγὴ τῶν δαιμονίων χόλων, ἕως ἂν ἥδε ἡ βάσκανος ἐρινὺς καὶ φαγέδαινα ἐγκαθημένη πάντα σήπῃ καὶ διαφθείρῃ τὰ καλά.
因为只要这个心怀恶意的复仇女神和蚕食一切的溃疡盘踞其中,不断腐蚀和破坏一切美好的事物,神明的愤怒就绝不会有终结或解脱的一天。
ἀλλʼ ὑπὲρ μὲν τούτων ἕτερος ἔσται λόγος καὶ καιρὸς ἐπιτηδειότερος, νῦν δʼ ἐπεὶ τὰ παρόντα εὖ τίθεσθαι χρή, πᾶσαν εἰρωνείαν ἀφεὶς τάδε ὑμῖν λέγω· οὔθʼ ὅδε ὁ νόμος οὔτʼ ἄλλος οὐδείς, ὃν οὐχ ἡ βουλὴ προβουλεύσει, κύριος ἐπὶ τῆς ἐμῆς ὑπατείας γενήσεται, ἀλλὰ καὶ λόγοις ἀγωνιοῦμαι περὶ τῆς ἀριστοκρατίας, κἂν εἰς τὰ ἔργα δέῃ χωρεῖν οὐδʼ ἐν τούτοις τῶν ἐναντιουμένων λελείψομαι· καὶ εἰ μὴ πρότερον ἔγνωτε, ὅσην ἰσχὺν ἔχει τὸ τῶν ὑπάτων κράτος, ἐπὶ τῆς ἐμῆς ἀρχῆς μαθήσεσθε.
不过,关于这些事,日后还会有其他的讨论和更合适的时机;但眼下既然必须妥善处理眼前的局面,我便抛开一切虚饰,向你们直言:在我担任执政官期间,无论是这项法案,还是任何其他未经元老院预先审议的法案,都绝不会生效;相反,我不仅要在言论上为贵族制而战,而且即便需要付诸行动,在行动中我也绝不会落后于反对者;如果你们以前不知道执政官的权力有多大,那么在我的任期之内,你们将会明白。 ”