§9.46.1Ἄππιος μὲν δὴ ταῦτʼ εἶπεν, ἐκ δὲ τῶν δημάρχων ὁ πρεσβύτατος καὶ πλείστου ἀξιώματος τυγχάνων, Γάιος Λαιτώριος, ἀνὴρ ἔν τε τοῖς πολέμοις ἐγνωσμένος εἶναι ψυχὴν οὐ κακὸς καὶ τὰ πολιτικὰ πράττειν οὐκ ἀδύνατος, ἀνίσταται πρὸς ταῦτʼ ἀπολογησόμενος·
阿庇乌斯确实说了这些话。 而在护民官中,年纪最长、声望最高的是盖乌斯·莱托里乌斯——他是一个在战争中以灵魂不懦弱而闻名,且在处理政治事务上并非无能的人——他站起身来对此进行反驳。
καὶ διῆλθεν ὑπὲρ τοῦ δήμου λόγον πολὺν ἀπὸ τῶν ἄνωθεν ἀρξάμενος· ὡς πολλὰς μὲν καὶ χαλεπὰς στρατείας οἱ βλασφημούμενοι πρὸς αὐτοῦ πένητες ἐστρατεύσαντο, οὐ μόνον ἐπὶ τῶν βασιλέων, ὅτε τὴν ἀνάγκην ἄν τις ᾐτιάσατο, ἀλλὰ καὶ μετὰ τὴν ἐκείνων ἐκβολὴν ἐλευθερίαν κτώμενοι τῇ πατρίδι καὶ ἡγεμονίαν· §9.46.2ἀμοιβὴν δʼ οὐδεμίαν ἐκομίσαντο παρὰ τῶν πατρικίων, οὐδʼ ἀπήλαυσαν οὐδενὸς τῶν κοινῶν ἀγαθῶν, ἀλλʼ ὡς πολέμῳ ἁλόντες ἀφῃρέθησαν ὑπʼ αὐτῶν καὶ τὴν ἐλευθερίαν, ἣν ἀνασώσασθαι βουλόμενοι καταλιπεῖν ἠναγκάσθησαν τὴν πατρίδα πόθῳ γῆς ἑτέρας, ἐν ᾗ τὸ μὴ ὑβρίζεσθαι αὐτοῖς ἐλευθέροις οὖσιν ὑπάρξει·
他为平民发表了一番长篇大论,从最古老的时代说起:叙述被阿庇乌斯诽谤的穷人们曾参与了多少次艰难的征战,不仅是在王政时期(那时人们或许会归咎于迫不得已),而且在驱逐国王之后,他们也为祖国赢得了自由和霸权;然而,他们没有从贵族那里得到任何回报,也没有享受到共同体的任何福祉,反而像是在战争中被俘虏了一样,被贵族剥夺了自由;为了恢复自由,他们不得不离开祖国,渴望着另一片土地,在那里,他们作为自由人可以免受侮辱。
καὶ οὔτε βιασάμενοι τὴν βουλὴν οὔτε πολέμῳ προσαναγκάσαντες εὕροντο τὴν ἐπὶ τὰ σφέτερα κάθοδον, ἀξιούσῃ δὲ καὶ δεομένῃ τὰ ἐκλειφθέντα ἀπολαβεῖν εἴξαντες.
他们重返家园,既不是通过强迫元老院,也不是通过战争来施加压力,而是因为元老院要求并恳求他们收回被遗弃的一切,他们对此做出了让步才得以实现。
§9.46.3τούς θʼ ὅρκους διεξῄει καὶ τὰς συνθήκας τὰς ἐπὶ τῇ καθόδῳ γενομένας ἀνεκαλεῖτο· ἐν αἷς ἦν ἀμνηστία μὲν πρῶτον ἁπάντων, ἔπειτʼ ἐξουσία τοῖς πένησιν ἀρχὰς ἀποδεικνύναι, τιμωροὺς μὲν ἐσομένας σφίσιν αὐτοῖς, §9.46.4τοῖς δὲ κατισχύειν βουλομένοις ἀντιπάλους.
他还详述了那些誓言,并重温了重返家园时达成的协定:其中首先是对所有事情的大赦,其次是穷人有权任命官职,这些官职将成为他们自身的保护者,并成为那些企图压迫他们之人的对手。
διεξελθὼν δὲ ταῦτα τοὺς νόμους ἐπεδείκνυτο, οὓς ὁ δῆμος ἐπεκύρωσεν οὐ πρὸ πολλοῦ, τόν τε περὶ τῶν δικαστηρίων τῆς μεταγωγῆς, ὡς ἔδωκεν ἡ βουλὴ τῷ δήμῳ τὴν ἐξουσίαν κρίνειν οὓς ἂν αὐτοῖς δόξειε τῶν πατρικίων, καὶ τὸν ὑπὲρ τῆς ψηφοφορίας, ὃς οὐκ ἔτι τὴν λοχῖτιν ἐκκλησίαν, ἀλλὰ τὴν κουριᾶτιν ἐποίει τῶν ψήφων κυρίαν.
在详述了这些事情之后,他展示了平民在不久前通过的法律:一项是关于法庭转移的法律,即元老院赋予平民审判他们认为合适的任何贵族的权力;另一项是关于投票的法律,该法律不再让兵士会(百人队会议),而是让区民会(库里亚会议)掌握投票的主权。