§9.42.1ἐπέσχε δʼ αὐτοῦ τὰ βουλεύματα ὄντα τυραννικὰ ἑτέρα συμπεσοῦσα θεήλατος συμφορά.
然而,凑巧发生的另一个天降灾难阻碍了他的企图,其企图本是具有僭主性质的。
νόσος γὰρ ἥψατο λοιμικὴ τῆς πόλεως, γενομένη μὲν καὶ κατὰ τὴν ἄλλην Ἰταλίαν, μάλιστα δὲ πλεονάσασα κατὰ τὴν Ῥώμην· καὶ οὔτʼ ἀνθρωπίνη βοήθεια ἤρκει τοῖς κάμνουσιν οὐδεμία, ἀλλʼ ἐν τῷ ἴσῳ οἵ τε σὺν πολλῇ θεραπευόμενοι φροντίδι, καὶ οἷς μηδὲν ἐγίνετο τῶν δεόντων, ἀπέθνησκον· οὔτε λιτανεῖαι θεῶν καὶ θυσίαι καὶ ἐφʼ οὓς ἄνθρωποι τελευταίους ἐν ταῖς τοιαῖσδε ἀναγκάζονται καταφεύγειν συμφοραῖς, οἱ κατʼ ἄνδρα τε γινόμενοι καὶ ὑπὲρ τοῦ κοινοῦ καθαρμοὶ τότε προσωφέλουν, διέκρινέ τε τὸ πάθος οὐχ ἡλικίαν, οὐ φύσιν, οὐ ῥώμην ἢ ἀσθένειαν σωμάτων, οὐ τέχνην οὐκ ἄλλο τι τῶν δοκούντων κουφίζειν τὴν νόσον, ἀλλὰ γυναιξί τʼ ἐνέπιπτε καὶ ἀνδράσι καὶ γηραιοῖς καὶ νέοις.
因为一场流行性疾病袭击了这座城市,这场疾病虽也发生于意大利的其他地区,但在罗马尤为严重;并且,任何人类的救助都对病人毫无用处,相反,那些受到精心照顾治疗的人,与那些没有得到任何必要照料的人,同样都死去了;神明祈求和祭祀,以及人们在此类灾难中被迫作为最后手段投奔的、个人进行的或为了公众而作的净化仪式,在当时也都毫无助益。 而且,这痛苦不分年龄、不分体质、不分身体的强健或虚弱、不分医术,亦不分其他任何被认为能减轻病痛的事物,而是同样降临在女人和男人、老人和年轻人身上。
§9.42.2οὐ μὴν πολὺν κατέσχε χρόνον, ὅπερ αἴτιον ἐγένετο τοῦ μὴ σύμπασαν διαφθαρῆναι τὴν πόλιν· ἀλλὰ ποταμοῦ δίκην ἢ πυρὸς ἀθρόα τοῖς ἀνθρώποις ἐμπεσοῦσα τήν τε προσβολὴν ὀξεῖαν καὶ τὴν ἀπαλλαγὴν ταχεῖαν ἔλαβεν.
然而,它持续的时间并不长,这正是整座城市免于彻底毁灭的原因;而是如同河流或烈火一般一举袭向人群,其来势凶猛,退去也极为迅速。
ὡς δὲ τὸ δεινὸν ἐλώφησεν, ἐπʼ ἐξόδῳ τῆς ἀρχῆς ὢν ὁ Πόπλιος, ἐπειδὴ οὐκ ἐδύνατο κυρῶσαι τὸν νόμον ἐν τῷ περιόντι χρόνῳ τῶν ἀρχαιρεσίων ἐπιστάντων, μετῄει πάλιν τὴν δημαρχίαν εἰς τὸν ἐπιόντα ἐνιαυτόν, πολλὰ καὶ μεγάλα τοῖς δημόταις ὑπισχνούμενος· καὶ ἀποδείκνυται πάλιν δήμαρχος ὑπʼ αὐτῶν καὶ δύο τῶν συναρχόντων.
当可怕的灾难平息时,正处于任期尾声的普布里乌斯,由于选举临近而无法在剩余的时间内使法案获得通过,便向平民做出了许多重大的承诺,再次谋求下一年度的护民官职位;于是,他以及他的两位同僚,再次被他们选为护民官。
§9.42.3οἱ δὲ πατρίκιοι πρὸς τοῦτʼ ἀντεμηχανήσαντο πικρὸν ἄνδρα καὶ μισόδημον καὶ μηδὲν ἐλαττώσοντα τῆς ἀριστοκρατίας ἐπὶ τὴν ὑπατείαν προαγαγεῖν, Ἄππιον Κλαύδιον, υἱὸν Ἀππίου, τοῦ πλεῖστα τῷ δήμῳ περὶ τὴν κάθοδον ἐναντιωθέντος.
贵族们对此采取了反制措施,推举一位严厉且仇视平民、绝不削弱贵族制权力的男子出任执政官,此人便是阿庇乌斯·克劳狄乌斯,即在归还一事上最极力反对平民的那个阿庇乌斯的儿子。
καὶ αὐτὸν πολλὰ ἀντειπόντα καὶ οὐδʼ εἰς τὸ πεδίον ἐλθεῖν βουληθέντα ἕνεκα τῶν ἀρχαιρεσίων, οὐδὲν ἧττον προὐβούλευσάν τε καὶ ἐψηφίσαντʼ ἀπόντα ὕπατον.
尽管他多方推辞,甚至不愿为了选举而前往战神广场,但他们仍然通过了预备决议,并投票选举不在场的他为执政官。