§9.38.1ταῦτʼ εἰπὼν καὶ παρακαλέσας ἅπαντας ἥκειν ἐπὶ τὴν δίκην, καθʼ ἱερῶν τʼ ὀμόσας ἦ μὴν ἐμμένειν τοῖς ἐγνωσμένοις καὶ πάσῃ προθυμίᾳ τῶν ἀνδρῶν κατηγορεῖν, ἡμέραν προεῖπεν, ἐν ᾗ τὴν δίκην ἔμελλεν ἐπιτελέσειν.
他说了这些话,并力劝众人出席法庭,又在圣物前起誓,誓必坚持已决定的计划,并以全部的热诚指控那些人,随后便宣布了预定举行审判的日子。
τοὺς δὲ πατρικίους, ὡς ἔμαθον ταῦτα, πολὺ δέος εἰσέρχεται καὶ φροντίς, ὅτῳ χρὴ τρόπῳ τούς τʼ ἄνδρας ἐκλύσασθαι τῆς αἰτίας καὶ τοῦ δημαγωγοῦ τὸ θράσος ἐπισχεῖν.
而贵族们得知此事后,陷入了极大的恐惧和忧虑之中,不知该以何种方式免除那些人的罪责,并遏制那煽动者的嚣张气焰。
καὶ δὴ ἐδέδοκτο αὐτοῖς, εἴ τι ψηφίσαιτο κατὰ τῆς ἀρχῆς τῶν ὑπάτων ὁ δῆμος, μὴ ἐπιτρέπειν αὐτῷ κατὰ τὸ καρτερὸν ἐνισταμένους καὶ εἰ δέοι καὶ εἰς ὅπλα χωροῦντας.
事实上,他们已经决定,如果平民通过任何针对执政官权力的决议,他们绝不妥协,而是会全力抵抗,甚至在必要时诉诸武力。
§9.38.2οὐ μὴν ἐδέησέ γε τῶν βιαίων οὐδενὸς αὐτοῖς ταχεῖαν λαβόντος τοῦ κινδύνου καὶ παράδοξον τὴν λύσιν· μιᾶς γὰρ ἡμέρας οὔσης ἔτι λοιπῆς τῇ δίκῃ νεκρὸς Γενύκιος ἐπὶ τῆς ἑαυτοῦ κοίτης εὑρέθη, σημεῖον οὐδὲν ἔχων οὔτε σφαγῆς οὔτʼ ἀγχόνης οὔτε φαρμάκου οὔτʼ ἄλλου τῶν ἐξ ἐπιβουλῆς θανάτων οὐδενός.
\n 然而,由于危险得到了迅速且出人意料的解决,他们根本不需要使用任何暴力手段;因为在距离审判仅剩一天时,杰努基乌斯被发现死在自己的床上,身上没有任何被刺杀、勒死、中毒或其他阴谋致死的迹象。
ὡς δʼ ἐγνώσθη τὸ πάθος, καὶ προηνέχθη τὸ σῶμα εἰς τὴν ἀγοράν, δαιμόνιόν τι κωλύσεως συγκύρημα ἔδοξεν εἶναι, καὶ αὐτίκα ἡ δίκη §9.38.3διελέλυτο.
当这一变故被人们知晓,遗体被抬到广场上时,这似乎是神意对审判的阻碍,而审判立刻 \n 便宣告终止了。
τῶν γὰρ ἄλλων οὐδεὶς ἐτόλμα δημάρχων ἀνακαλεῖν τὴν στάσιν, ἀλλὰ καὶ τοῦ Γενυκίου κατεγίνωσκον πολλὴν μανίαν.
因为其他护民官中没有人敢重新挑起内讧,反而甚至谴责杰努基乌斯极其狂妄。
εἰ μὲν οὖν μηδὲν ἔτι πολυπραγμονοῦντες οἱ ὕπατοι διετέλεσαν, ἀλλʼ ἀφῆκαν ὡς ὁ δαίμων ἐκοίμησε τὴν στάσιν, οὐδεὶς ἂν αὐτοὺς ἔτι κατέλαβε κίνδυνος, νῦν δʼ εἰς αὐθάδειαν καὶ καταφρόνησιν τοῦ δημοτικοῦ τραπόμενοι καὶ τὸ τῆς ἀρχῆς κράτος, ὅσον ἐστίν, ἐπιδεῖξαι βουλόμενοι, κακὰ ἐξειργάσαντο μεγάλα.
因此,如果执政官们此后没有再多管闲事,而是任由神明使内讧平息下去,他们就不会再遭遇任何危险;但现在,他们却转向了对平民的傲慢与蔑视,并企图展示其职权的力量有多么庞大,从而制造了极大的祸害。
προθέντες γὰρ στρατολογίαν καὶ τοὺς οὐχ ὑπακούοντας ταῖς τʼ ἄλλαις ζημίαις καὶ πληγαῖς ῥάβδων προσαναγκάζοντες εἰς ἀπόνοιαν ἐποίησαν τραπέσθαι τοῦ δημοτικοῦ τὸ πλέον, ἀπὸ τοιαύτης μάλιστ̓αἰτίας.
因为他们宣布了征兵,并对不服从者施加其他惩罚以及用笞棒殴打来强迫他们,从而使大部分平民陷入了绝望,而这主要是由于以下原因。