§9.34.1οὐ πολλῷ δʼ ὕστερον χρόνῳ στρατιὰ Ῥωμαίων ἐξῆλθεν ἐπὶ Τυρρηνοὺς ἄγοντος θατέρου τῶν ὑπάτων Ποπλίου Οὐαλερίου.
此后不久,罗马军队在两位执政官之一的普布利乌斯·瓦莱里乌斯率领下,出兵讨伐埃特鲁里亚人。
συνέστη γὰρ αὖθις ἡ Οὐιεντανῶν δύναμις προσθεμένων αὐτοῖς Σαβίνων, οἳ τέως ὀκνοῦντες αὐτοῖς συνάρασθαι τοῦ πολέμου ὡς ἀδυνάτων ἐφιεμένοις, τότʼ, ἐπειδὴ τήν τε Μενηνίου φυγὴν ἔγνωσαν καὶ τὸν ἐπιτειχισμὸν τοῦ πλησίον τῆς Ῥώμης ὄρους, τεταπεινῶσθαι νομίσαντες τάς τε δυνάμεις τὰς Ῥωμαίων καὶ τὸ φρόνημα τῆς πόλεως ἡττῆσθαι, συνελάμβανον τοῖς Τυρρηνοῖς πολλὴν ἀποστείλαντες δύναμιν.
因为维伊人的势力在萨宾人加入他们之后再次集结——萨宾人此前一直犹豫不愿与他们共同参与战争,认为他们图谋的是不可能实现的事,但随后,当他们得知梅内尼乌斯的败逃以及罗马附近山丘的筑城设防后,认为罗马人的军事力量已被削弱,该城的斗志已被击败,于是派遣大军协助埃特鲁里亚人。
§9.34.2οἱ δὲ Οὐιεντανοὶ τῇ τε σφετέρᾳ δυνάμει πεποιθότες καὶ τῇ Σαβίνων νεωστὶ ἡκούσῃ καὶ τὰς παρὰ τῶν ἄλλων Τυρρηνῶν ἐπικουρίας περιμένοντες προθυμίαν μὲν εἶχον ἐπὶ τὴν Ῥώμην ἐλαύνειν τῇ πλείονι τῆς σφετέρας στρατιᾶς, ὡς οὐδενὸς αὐτοῖς ὁμόσε χωρήσοντος, ἀλλὰ δυεῖν θάτερον, ἢ ἐκ τειχομαχίας αἱρήσοντες τὴν πόλιν ἢ λιμῷ κατεργασόμενοι.
维伊人既信赖自己的力量,又信赖新近到达的萨宾人的力量,且在等待其他埃特鲁里亚人的增援,因而渴望率领其大部分军队向罗马进军,认为没有人敢与他们交锋,而是[预期]两件事之一:要么通过攻城夺取该城,要么通过饥饿使其屈服。
§9.34.3ἔφθασε δὲ τὴν ἐπιχείρησιν αὐτῶν ὁ Οὐαλέριος, ἐν ᾧ ἔτι ἔμελλον ἐκεῖνοι καὶ τοὺς ὑστερίζοντας συμμάχους ἀνέμενον, αὐτὸς ἀγαγὼν Ῥωμαίων τὴν κρατίστην ἀκμὴν καὶ τὸ παρὰ τῶν συμμάχων ἐπικουρικόν, οὐκ ἐκ τοῦ φανεροῦ ποιησάμενος τὴν ἔξοδον, ἀλλʼ ὡς μάλιστα λήσεσθαι αὐτοὺς ἔμελλε.
但瓦莱里乌斯赶在他们行动之前挫败了他们的企图,当时他们仍在拖延并等待那些落后的盟友;他亲自率领罗马最精锐的壮年兵和来自盟友的辅助部队,并非公开出兵,而是以最能避开他们耳目的方式行动。
προελθὼν γὰρ ἐκ τῆς Ῥώμης περὶ δείλην ὀψίαν καὶ διαβὰς τὸν Τέβεριν οὐ μακρὰν ἀποσχὼν τῆς πόλεως κατεστρατοπέδευσεν· ἔπειτʼ ἀναστήσας τὴν στρατιὰν περὶ μέσας νύκτας ἦγεν ἐν τάχει, καὶ πρὶν ἡμέραν γενέσθαι θατέρῳ χάρακι τῶν πολεμίων ἐπέβαλε.
他于傍晚时分从罗马出发,渡过台伯河,在离城不远的地方驻扎下来;随后在半夜时分唤醒军队,迅速进军,在天亮前袭击了敌人的两个营垒之一。
§9.34.4δύο γὰρ ἦν στρατόπεδα χωρὶς μὲν τὸ Τυρρηνῶν, ἑτέρωθι δὲ τὸ Σαβίνων, οὐ διὰ μακροῦ ἀλλήλων ἀπέχοντα.
因为有两处营垒,一处是埃特鲁里亚人的,另一处在别处是萨宾人的,两者相距不远。
πρώτῃ δὲ προσαγαγὼν τὴν δύναμιν τῇ Σαβίνων στρατοπεδείᾳ, καθυπνωμένων ἔτι τῶν πλείστων καὶ οὐδεμιᾶς οὔσης ἀξιολόγου φυλακῆς, οἷα ἐν φιλίᾳ τε γῇ καὶ κατὰ πολλὴν ὑπεροψίαν τῶν πολεμίων οὐδαμῇ ἀγγελλομένων, ἐξ ἐφόδου γίνεται ταύτης ἐγκρατής.
他首先率军进攻萨宾人的营垒,由于大多数人仍在熟睡,且没有任何值得一提的防备——因为他们处于友好的土地上,并且对毫无风声的敌人抱有极大的轻蔑——他通过首次突袭便占领了这里。
τῶν δʼ ἀνθρώπων οἱ μὲν ἐν ταῖς κοίταις ἔτι ὄντες κατεσφάγησαν, οἱ δʼ ἀνιστάμενοι ἀρτίως καὶ τὰ ὅπλα ἐνδυόμενοι, οἱ δʼ ὡπλισμένοι μέν, σποράδες δὲ καὶ οὐκ ἐν τάξει ἀμυνόμενοι, οἱ δὲ πλεῖστοι φεύγοντες ἐπὶ τὸν ἕτερον χάρακα ὑπὸ τῶν ἱππέων καταλαμβανόμενοι διεφθάρησαν.
在这些人中,有的还在床上就被屠杀,有的刚刚起身穿戴盔甲,有的虽然武装起来却散乱无序地进行抵抗,而大多数人在逃往另一处营垒的途中被骑兵追上并被歼灭。