Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §9.36.1-9.36.3

马利乌斯与维伊停战及人口普查

第 705 段,共 962 段 · 希腊语

内容简介

继任的执政官马利乌斯包围了维伊城,迫使陷入困境的维伊人达成四十年的休战协定。马利乌斯获得了步行凯旋式的荣誉,且在其任内举行了人口普查。

§9.36.1οἱ δὲ διαδεξάμενοι τούτους ὕπατοι Αὖλος Μάλλιος καὶ Λεύκιος Φούριος, ψηφισαμένης τῆς βουλῆς τὸν ἕτερον αὐτῶν στρατιὰν ἐπὶ Οὐιεντανοὺς ἄγειν, ἐκληρώσαντο περὶ τῆς ἐξόδου, καθάπερ αὐτοῖς ἔθος ἦν.
接替他们的执政官奥卢斯·马利乌斯和卢基乌斯·富里乌斯,在元老院议决由他们中的一人率军进攻维伊人后,按照他们的惯例,抽签决定由谁出征。
καὶ λαχὼν Μάλλιος ἐξῆγε τὰς δυνάμεις διὰ ταχέων, καὶ πλησίον τῶν πολεμίων κατεστρατοπέδευσεν.
抽中签的马利乌斯迅速率军出征,并在敌军附近安营扎寨。
οἱ δὲ Οὐιεντανοὶ τειχήρεις γενόμενοι τέως μὲν ἀντεῖχον καὶ διεπρεσβεύοντο πρός τε τὰς ἄλλας τὰς ἐν Τυρρηνοῖς πόλεις καὶ πρὸς τοὺς νεωστὶ συμμαχήσαντας αὐτοῖς Σαβίνους, βοήθειαν ἀξιοῦντες ἀποστεῖλαι σφίσι διὰ §9.36.2ταχέων.
维伊人则闭门不出,起初坚守抵抗,并向埃特鲁里亚的其他城市以及最近与他们结盟的萨宾人派遣使节,要求他们迅速派兵救援。
ὡς δʼ ἁπάντων ἀπετύγχανον καὶ τὰς τροφὰς ἀπαναλώκεσαν, ὑπὸ τῆς ἀνάγκης βιασθέντες ἐξῆλθον ὡς τὸν ὕπατον, ἱκετηρίας φέροντες οἱ πρεσβύτατοί τʼ αὐτῶν καὶ τιμιώτατοι, περὶ καταλύσεως δεόμενοι τοῦ πολέμου.
但当他们的一切尝试均告失败且消耗光了粮食时,在迫不得已之下,他们之中最年长且最德高望重的人们拿着恳求的枝条出城晋见执政官,哀求结束战争。
τοῦ δὲ Μαλλίου κελεύσαντος αὐτοῖς ἀργύριόν τʼ εἰς ὀψωνιασμὸν ἐνιαυτοῦ τῇ στρατιᾷ καὶ διμήνου τροφὰς ἀποφέρειν, ὅταν δὲ ταῦτα ποιήσωσιν εἰς Ῥώμην ἀποστέλλειν τοὺς διαλεξομένους τῇ βουλῇ περὶ τῶν διαλύσεων, ἐπαινέσαντες ταῦτα καὶ διὰ ταχέων τό τʼ ὀψώνιον τῇ στρατιᾷ καὶ τὸ ἀντὶ τοῦ σίτου συγχωρηθὲν ὑπὸ τοῦ Μαλλίου κατενέγκαντες ἀργύριον ἧκον εἰς τὴν Ῥώμην· καὶ καταστάντες ἐπὶ τὴν βουλὴν συγγνώμης ἐπὶ τοῖς γεγονόσι τυχεῖν ἠξίουν, καὶ εἰς τὸν λοιπὸν χρόνον ἀπαλλαγῆς τοῦ πολέμου.
当马利乌斯命令他们向军队提供一年的军饷银和两个月的粮食,并在做到这些后派遣代表前往罗马与元老院谈判和约时,他们接受了这些条件,并迅速缴清了军队的军饷以及经马利乌斯同意代替粮食支付的银两,随后便来到罗马;并在元老院面前,请求宽恕既往,并求得在未来的日子里免除战争。
§9.36.3πολλῶν δὲ λεχθέντων εἰς ἀμφότερα τὰ μέρη λόγων ἐνίκησεν ἡ σπένδεσθαι παραινοῦσα τὸν πρὸς αὐτοὺς πόλεμον γνώμη, γίνονταί τʼ ἀνοχαὶ τοῦ πολέμου πρὸς αὐτοὺς τεσσαρακονταετεῖς.
在双方进行了诸多辩论后,建议与他们缔结和约以结束战争的意见占了上风,双方达成了四十年的休战协定。
καὶ οἱ μὲν ἀπῄεσαν πολλὰς τῇ πόλει τῆς εἰρήνης χάριτας εἰδότες, ὁ δὲ Μάλλιος ἀφικόμενος εἰς τὴν πόλιν, ἐπὶ τῇ καταλύσει τοῦ πολέμου τὸν πεζὸν θρίαμβον αἰτησάμενος, ἔλαβεν.
他们千恩万谢地离开罗马城,感激赐予的和平;而马利乌斯回到城里后,因结束了战争而请求举行步行凯旋式,并获得了批准。
ἐγένετο δὲ καὶ τίμησις ἐπὶ τῆς τούτων ἀρχῆς, καὶ ἦσαν οἱ τιμησάμενοι πολῖται σφᾶς τʼ αὐτοὺς καὶ χρήματα καὶ τοὺς ἐν ἥβῃ παῖδας ὀλίγῳ πλείους τρισχιλίων τε καὶ δέκα μυριάδων.
在他们的任内还进行了一次人口普查,登记了自身、财产及成年子女的公民人数,共计十万三千余人。

词汇与语法注释

  1. 1843τοῦ δὲ Μαλλίου κελεύσαντος αὐτοῖς — 属格独立结构(τοῦ δὲ Μαλλίου κελεύσαντος),表示执政官在主句动作之前或伴随主句动作所下达的命令。命令的具体内容由接续的不定式(ἀποφέρειν... ἀποστέλλειν)来规定。
  2. 1843τὸ ἀντὶ τοῦ σίτου συγχωρηθὲν ὑπὸ τοῦ Μαλλίου κατενέγκαντες ἀργύριον — 一种复杂的语序倒置(hyperbaton)。介词短语 ἀντὶ τοῦ σίτου、被动分词 συγχωρηθὲν 以及表示施动者的介词短语 ὑπὸ τοῦ Μαλλίου 被嵌套在冠词 τὸ 及其名词 ἀργύριον 之间,意为“经马利乌斯同意代替粮食支付的银两”。
  3. 1844οἱ τιμησάμενοι πολῖται — 中动语态分词 τιμησάμενοι 的用法。在人口普查(τίμησις)的语境中,它表示公民登记“自身”(σφᾶς τʼ αὐτοὺς)的主动行为。主动语态表示监察官进行审查,而中动语态则表示公民进行自我申报。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §9.36.1-9.36.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:9.36.1-9.36.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。