§9.33.1τοιούτους εἰπὼν λόγους καὶ οὔτε πρὸς ὀλοφυρμοὺς καὶ ἀνακλαύσεις τῆς συμφορᾶς τραπόμενος, οὔτʼ ἐν δεήσεσι καὶ προκυλισμοῖς ἀσχήμοσι ταπεινὸς φανείς, οὔτʼ ἄλλην ἀγεννῆ διάθεσιν ἀποδειξάμενος οὐδεμίαν παρέδωκε τὸν λόγον τοῖς συναγορεύειν ἢ μαρτυρεῖν βουλομένοις.
说完了这些话,他既没有转向对不幸的哀悼和哭诉,也没有在难看的哀求和俯伏中显得卑屈,更没有表现出任何其他不体面的态度,而是把发言权让给了那些愿意为他辩护或作证的人。
πολλοὶ μὲν οὖν καὶ ἄλλοι παριόντες ἀπέλυον αὐτὸν τῆς αἰτίας, μάλιστα δὲ Οὐεργίνιος ὁ κατὰ τὸν αὐτὸν ὑπατεύσας χρόνον καὶ τῆς νίκης αἴτιος εἶναι δοκῶν·
因此,其他许多人也走上前,免除他的罪名,尤其是与他同期担任执政官并被视为胜利功臣的弗吉尼乌斯。
ὃς οὐ μόνον ἀναίτιον αὐτὸν ἀπέφαινεν, ἀλλὰ καὶ ὡς κράτιστον ἀνδρῶν τὰ πολέμια καὶ στρατηγῶν φρονιμώτατον ἐπαινεῖσθαί §9.33.2τε καὶ τιμᾶσθαι ὑπὸ πάντων ἠξίου.
他不仅表明他是无罪的,而且还要求所有人应当赞扬并尊敬他,视其为在军事上最优秀的男子和最英明的将领。
ἔφη δὲ δεῖν, εἰ μὲν ἀγαθὸν οἴονται τέλος εἰληφέναι τὸν πόλεμον ἀμφοτέροις σφίσι τὴν χάριν εἰδέναι· εἰ δὲ πονηρὸν ἀμφοτέρους ζημιοῦν·
他说,如果人们认为战争得到了好的结局,就应当对他们两人都心存感激;如果是坏的结局,就应当惩罚他们两人。
κοινὰ γὰρ αὐτοῖς καὶ τὰ βουλεύματα καὶ τὰ ἔργα καὶ τὰς ἐκ τοῦ δαιμονίου τύχας γεγονέναι.
因为他们的计划、行动以及来自神明的命运,对他们来说都是共同的。
ἦν δʼ οὐ μόνον ὁ λόγος τοῦ ἀνδρός, ἀλλὰ καὶ ὁ βίος πείθων, ἐν ἅπασιν ἐξητασμένος ἔργοις ἀγαθοῖς.
不仅这个人的言语,而且他在一切善行中经受过考验的一生,也都具有说服力。
§9.33.3προσῆν δὲ τούτοις, ὃ πλεῖστον ἐκίνησεν οἶκτον, ὄψεως σχῆμα συμπαθές, οἷον περὶ αὐτοὺς τοὺς πεπονθότας ἢ μέλλοντας πάσχειν τὰ δεινὰ γίνεσθαι φιλεῖ.
除了这些之外,最能激起同情的是他那令人动容的容貌神态,这正是那些已经遭受或行将遭受可怕苦难的人身上常常出现的样子。
ὥστε καὶ τοὺς προσήκοντας τοῖς ἀπολωλόσι καὶ δοκοῦντας ἀδιαλλάκτως ἔχειν πρὸς τὸν αἴτιον σφίσι τῆς συμφορᾶς, μαλακωτέρους γενέσθαι καὶ ἀποθέσθαι τὴν ὀργήν, ὡς ἐδήλωσαν.
因此,甚至连死者的亲属以及那些被认为对造成他们不幸的元凶怀有不可调和怨恨的人,也变得温和并消解了愤怒,正如他们后来所表明的那样。
ἀναδοθεισῶν γὰρ τῶν ψήφων οὐδεμία φυλὴ τοῦ ἀνδρὸς κατεψηφίσατο.
因为在投票集计之时,没有一个部落投他的有罪票。
ὁ μὲν οὖν τὸν Σερουίλιον καταλαβὼν κίνδυνος τοιούτου τέλους ἔτυχεν.
于是,降临在塞维利乌斯身上的危机,就这样得到了如此的结局。