Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §9.29.1-9.29.5

塞鲁维利乌斯向民众发表的辩护演说

第 698 段,共 962 段 · 希腊语

内容简介

获得辩护机会的塞鲁维利乌斯向民众要求进行真正的审判而非预设的惩罚,他回顾了自己往昔的辉煌功勋,并指出让将领独自承担战争伤亡责任的荒谬性。

§9.29.1παραλαβὼν δὲ τὴν ἀπολογίαν ὁ Σερουίλιος εἶπεν· εἰ μὲν ἐπὶ δίκην με κεκλήκατε, ὦ πολῖται, καὶ λόγον ἀπαιτεῖτε τῆς στρατηγίας, ἕτοιμός εἰμι ἀπολογήσασθαι· εἰ δʼ ἐπὶ τιμωρίαν κατεγνωσμένην, καὶ οὐδὲν ἔσται μοι πλέον ἀποδείξαντι, ὡς οὐδὲν ὑμᾶς ἀδικῶ, λαβόντες τὸ σῶμα ὅ τι πάλαι βούλεσθε χρῆσθε.
接过辩护发言的塞鲁维利乌斯说道:“公民们,如果你们是将我传唤来接受审判,并要求我对将领任期内的作为做出解释,我已经准备好为自己辩护;但如果是为了执行已经定下的惩罚,并且即使我证明了自己未对你们犯下任何不义,对我而言也不会有任何益处,那么就带走我的身体,随你们早就想做的那样处置吧。
§9.29.2ἐμοί τε γὰρ κρεῖττον ἀκρίτῳ ἀποθανεῖν μᾶλλον, ἢ λόγου τυχόντι καὶ μὴ πείσαντι ὑμᾶς· δόξαιμι γὰρ ἂν σὺν δίκῃ πάσχειν, ὅ τι ἄν μου καταγνῶτε, ὑμεῖς τʼ ἐν ἐλάττονι αἰτίᾳ ἔσεσθε ἀφελόμενοί μου τὸν λόγον καί, ἐν ᾧ εἴ τι ἀδικῶ ὑμᾶς ἄδηλόν ἐστιν, ἔτι ταῖς ὀργαῖς χαρισάμενοι.
因为对我而言,未经审判而死,也要好过获得申辩机会却未能说服你们;因为在后一种情况下,无论你们判定我受何种刑罚,我都显得是罪有应得,而你们若是剥夺我的申辩权利,在我不义与否尚不明朗之时便顺从你们的愤怒,你们所承受的指责也会更少。
ἔσται δέ μοι ἡ διάνοια ὑμῶν ἐκ τῆς ἀκροάσεως καταφανής, θορύβῳ τε καὶ ἡσυχίᾳ εἰκάζοντι, πότερον ἐπὶ τιμωρίαν ἢ ἐπὶ δίκην κεκλήκατέ §9.29.3με.
不过,你们对我的真实意图将通过你们倾听的态度显露出来,我可以通过你们的喧哗或安静,来推测你们究竟是为了惩罚还是为了审判而传唤我。
ταῦτʼ εἰπὼν ἐπέσχε·
说完这些话,他停了下来。
σιγῆς δὲ γενομένης καὶ τῶν πλείστων ἐμβοησάντων θαρρεῖν τε καὶ ὅσα βούλεται λέγειν, παραλαβὼν τὸν λόγον πάλιν ἔλεξεν·
现场一片安静,大多数人大声呼喊,让他宽心,想说什么就说什么。
ἀλλʼ εἴ τοι δικασταῖς ὑμῖν, ὦ πολῖται, καὶ μὴ ἐχθροῖς χρήσομαι, ῥᾳδίως πείσειν ὑμᾶς οἴομαι, ὅτι οὐδὲν ἀδικῶ.
于是他重新接过话头说道:“然而,公民们,如果我将面对的是作为法官而非仇敌的你们,我相信我能轻易让你们相信,我没有犯下任何不义。
ποιήσομαι δὲ τὴν ἀρχὴν τῶν λόγων, ἐξ ὧν ἅπαντες ἴστε.
我将从你们大家都知道的事情开始我的陈述。
ἐγὼ κατέστην ἐπὶ τὴν ἀρχὴν σὺν τῷ κρατίστῳ Οὐεργινίῳ, καθʼ ὃν χρόνον ἐπιτειχίσαντες ὑμῖν οἱ Τυρρηνοὶ τὸν ὑπὲρ τῆς πόλεως λόφον πάσης ἐκράτουν τῆς ὑπαίθρου, καὶ ἐν ἐλπίδι ἦσαν τοῦ καταλύσειν ἡμῶν τὴν ἀρχὴν ἐν τάχει.
我是与最杰出的维尔吉尼乌斯一同就职的,当时伊特鲁里亚人在居高临下俯瞰城邦的山丘上建立了针对你们的要塞,控制了整个郊野,并寄希望于迅速推翻我们的政权。
λιμὸς δὲ πολὺς ἐν τῇ πόλει καὶ στάσις καὶ τοῦ τί χρὴ πράττειν ἀμηχανία.
而城邦内部则有严重的饥荒、内讧,以及对于该做什么的束手无策。
§9.29.4τοιούτοις δὴ καιροῖς ἐπιστὰς οὕτω ταραχώδεσι καὶ φοβεροῖς τοὺς μὲν πολεμίους ἅμα τῷ συνάρχοντι ἐνίκησα διτταῖς μάχαις καὶ ἠνάγκασα καταλιπόντας τὸ φρούριον ἀπελθεῖν· τὸν δὲ λιμὸν οὐκ εἰς μακρὰν ἔπαυσα τροφῆς ἀφθόνου πληρώσας τὰς ἀγοράς, καὶ τοῖς μετʼ ἐμὲ ὑπάτοις τήν τε χώραν παρέδωκα ὅπλων πολεμίων ἐλευθέραν, καὶ τὴν πόλιν ὑγιῆ πάσης νόσου πολιτικῆς, εἰς ἃς κατέβαλον αὐτὴν οἱ δημαγωγοῦντες.
在如此动荡和可怕的关头就职的我,与我的同僚一同在两次战斗中击败了敌人,迫使他们放弃要塞而撤退;没过多久我便使市场上充满了丰盛的粮食,从而平息了饥荒,并向继我之后的执政官们交接了既免受敌人兵刃侵扰的国土,又从阻碍政令的煽动者所推入的各种政治痼疾中康复健康的城邦。
§9.29.5τίνος οὖν ἀδικήματος ὑπεύθυνός εἰμι ὑμῖν;
那么,我究竟对你们犯下了什么过错而应当负责呢?
εἰ μὴ τὸ νικᾶν τοὺς πολεμίους ἐστὶν ὑμᾶς ἀδικεῖν.
除非击败敌人就是对你们的不义。
εἰ δʼ ἀποθανεῖν τισι τῶν στρατιωτῶν κατὰ τὴν μάχην εὐτυχῶς ἀγωνιζομένοις συνέπεσε, τί Σερουίλιος τὸν δῆμον ἀδικεῖ;
如果一些在战斗中顺利奋战的士兵不幸阵亡,塞鲁维利乌斯又对民众犯下了什么不义呢?
οὐ γὰρ δὴ θεῶν τις ἐγγυητὴς τοῖς στρατηγοῖς τῆς ἁπάντων ψυχῆς τῶν ἀγωνιουμένων γίνεται, οὐδʼ ἐπὶ διακειμένοις καὶ ῥητοῖς τὰς ἡγεμονίας παραλαμβάνομεν, ὥσθʼ ἁπάντων κρατῆσαι τῶν πολεμίων καὶ μηδένα τῶν ἰδίων ἀποβαλεῖν.
因为确实没有哪个神明会向将领们保证每一个参战者的生命,我们也不是在预先约定且明确的条款下接受统帅权的,比如必须战胜所有敌人且不失去任何己方人员。
τίς γὰρ ἂν ὑπομείνειεν ἄνθρωπος ὢν ἅπαντα καὶ τὰ τῆς γνώμης καὶ τὰ τῆς τύχης εἰς ἑαυτὸν ἀναλαβεῖν;
毕竟,作为一个凡人,有谁能忍受将一切——无论是智谋所及还是命运所致——都揽在自己身上呢?
ἀλλὰ τὰ μεγάλα ἔργα μεγάλων ἀεὶ κινδύνων ὠνούμεθα.
相反,我们总是以巨大的危险为代价,来换取伟大的功勋。

词汇与语法注释

  1. p.v.3p.326ἀποδείξαντι — 与格分词,与非人称表达的将来时 `οὐδὲν ἔσται μοι πλέον`(对我将毫无益处)中的与格代词 `μοι` 一致,表示条件或让步(“即使我证明了……”)。
  2. 1824κρεῖττον ... μᾶλλον — 双重比较,其中副词 `μᾶλλον`(更加)与比较级形容词 `κρεῖττον`(更好)重复。用于加强语气,意为“好得多”或“更为可取”。
  3. 1824ἐν ᾧ — 带有中性单数关系代词 `ᾧ` 的介词短语。在此处作时间连词使用,意为“在……期间”或“当……仍不明确之时”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §9.29.1-9.29.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:9.29.1-9.29.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。