§9.30.1καὶ οὐκ ἐμοὶ ταῦτα πρώτῳ πολεμίοις ὁμόσε χωρήσαντι συνέβη παθεῖν, ἅπασι δʼ ὡς εἰπεῖν, ὅσοι μάχας παρακεκινδυνευμένας σὺν ἐλάττοσι ταῖς σφετέραις δυνάμεσι πρὸς μείζονας τὰς τῶν ἐχθρῶν ἐποιήσαντο.
而且,在与敌人短兵相接的将领中,我也并非首个遭遇此类命运的人,几乎所有以寡敌众、冒险与更强大的敌军交战的人皆是如此。
ἐδίωξαν γὰρ ἤδη τινὲς ἐχθροὺς καὶ αὐτοὶ ἔφυγον καὶ ἀπέκτεινάν τε τῶν ἐναντίων πολλοὺς καὶ §9.30.2ἀπώλεσαν ἔτι πλείους τῶν σφετέρων.
因为早有人在追击敌人的同时自己也落荒而逃,他们在杀伤大量对手的同时,也失去了更多自己的士兵。
ἐῶ γὰρ λέγειν, ὅτι πολλοὶ καὶ τὸ παράπαν ἡττηθέντες σὺν αἰσχύνῃ τε καὶ βλάβῃ μεγάλῃ ἀνέστρεψαν, ὧν οὐδεὶς τῆς τύχης δέδωκε δίκας· ἱκανὴ γὰρ ἡ συμφορά, καὶ τὸ μηδενὸς ἐπαίνου τυχεῖν, εἰ καὶ μηδὲν ἄλλο, μεγάλη τοῖς ἡγεμόσι καὶ χαλεπὴ ζημία.
我且不提许多人完全战败,带着耻辱和巨大的损失而归,但他们中没有一个人因为命运的捉弄而受到惩罚;因为对将领们而言,灾难本身以及得不到任何赞誉,即使没有其他惩罚,也已经是巨大且严酷的损失了。
οὐ μὴν ἀλλʼ ἔγωγε τοσούτου δέω λέγειν, ὃ πάντες οἱ μέτριοι δίκαιον εἶναι φήσουσιν, ὡς οὐ δεῖ με τύχης εὐθύνας ὑπέχειν, ὥστʼ εἰ καὶ μηδεὶς ἄλλος τοιόνδε ἀγῶνα ὑπέμεινεν εἰσελθεῖν, ἐγὼ μόνος οὐ παραιτοῦμαι, ἀλλὰ συγχωρῶ τὴν τύχην ἐξετάζεσθαι τὴν ἐμὴν οὐχ ἧττον τῆς γνώμης, ἐκεῖνο προειπών· §9.30.3ἐγὼ τὰς ἀνθρωπίνας πράξεις τάς τε δυστυχεῖς καὶ τὰς εὐτυχεῖς οὐκ ἐκ τῶν κατὰ μέρος ἔργων πολλῶν ὄντων καὶ ποικίλων ὁρῶ κρινομένας, ἀλλʼ ἐκ τοῦ τέλους·
然而,我绝不以此为借口宣称——尽管所有通情达理的人都会认为这是公正的——“我不应该为自己的运气接受审查”,因此,即使没有其他人愿意承受并进入这样的诉讼,我独自一人也绝不推辞,而是同意让我的运气与我的意图同样接受严密审查,只要我先说清楚下面这件事:我看人类的行为,不论是不幸的还是幸运的,都不是根据许多且多样的局部过程来评判的,而是根据结局来评判的。
καὶ ὅταν μὲν τοῦτο χωρήσῃ κατὰ νοῦν, κἂν τὰ μεταξὺ πολλὰ ὄντα μὴ καθʼ ἡδονὰς γένηται, οὐδὲν ἧττον ἐπαινουμένας ὑπὸ πάντων ἀκούω καὶ ζηλουμένας καὶ τῆς ἀγαθῆς νομιζομένας τύχης· ὅταν δὲ πονηρὰς λάβωσι τελευτάς, καὶ ἐὰν ἅπαντα τὰ πρὸ τοῦ τέλους ἐκ τοῦ ῥᾴστου γένηται, οὐ τῇ σπουδαίᾳ τύχῃ §9.30.4τῶν πραξάντων ἀποδιδομένας, ἀλλὰ τῇ κακῇ.
当结局符合心愿时,即使其间发生的许多事情并不如人意,我听到的依然是所有人的赞美、羡慕,并被归于好运;而当它们遭遇了糟糕的结局时,即使结局之前的一切都进行得极其顺利,它们也不会被归功于行动者良好的命运,反而会被归咎于厄运。
τοῦτον δὴ τὸν σκοπὸν προιδόντες αὐτοὶ ἐξετάζετε καὶ τὴν ἐμὴν τύχην, ᾗ παρὰ τοὺς πολέμους κέχρημαι.
你们自己也应当着眼于这个标准,来审查我在战争中体验到的运气。
καὶ ἐὰν μὲν εὕρητε ἡττημένον με ὑπὸ τῶν πολεμίων, πονηρὰν καλεῖτέ μου τὴν τύχην, ἐὰν δὲ κεκρατηκότα τῶν ἐχθρῶν, ἀγαθήν·
如果你们发现我被敌人击败,就称我的命运是悲惨的;但如果发现我战胜了仇敌,就称之为好运。
περὶ μὲν οὖν τῆς τύχης, οὐκ ἀγνοῶν, ὅτι φορτικοὶ πάντες εἰσὶν οἱ περὶ αὐτῆς λέγοντες, ἔχων ἔτι πλείω λέγειν παύσομαι.
那么关于运气,我并非不知道凡是谈论它的人都会显得令人厌烦,因此,尽管我还有更多的话想说,我也就此打住。