Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §9.28.1-9.28.5

前执政官塞鲁维利乌斯因战败遭公审

第 697 段,共 962 段 · 希腊语

内容简介

前执政官塞鲁维乌斯·塞鲁维利乌斯因在对阵伊特鲁里亚人的战斗中遭遇惨败,被平民保民官卢基乌斯·凯迪基乌斯和提图斯·斯塔提乌斯提起诉讼。贵族阶层对此指控表示强烈愤慨,而在法庭上,保民官则严厉指责塞鲁维利乌斯的失职与愚钝。

§9.28.1Ποπλίου δὲ Οὐαλερίου Ποπλικόλα καὶ Γαίου Ναυτίου παραλαβόντων τὴν ἀρχὴν ἕτερος ἀνὴρ πάλιν τῶν πατρικίων Σερούιος Σερουίλιος, ὁ τῷ παρελθόντι ὑπατεύσας ἔτει, μετʼ οὐ πολὺν ἢ τὴν ἀρχὴν ἀποθέσθαι χρόνον εἰς τὸν ὑπὲρ τῆς ψυχῆς ἀγῶνα ἤχθη.
当普布利乌斯·瓦莱里乌斯·普普利科拉与盖乌斯·纳乌提乌斯接掌政权时,贵族中的另一人、在前一年担任执政官的塞鲁维乌斯·塞鲁维利乌斯,在离任后不久,便被带上法庭面临生死判决。
οἱ δὲ προθέντες αὐτῷ τὴν ἐν τῷ δήμῳ δίκην δύο τῶν δημάρχων ἦσαν, Λεύκιος Καιδίκιος καὶ Τῖτος Στάτιος, οὐκ ἀδικήματος, ἀλλὰ τύχης ἀπαιτοῦντες λόγον, ὅτι κατὰ τὴν πρὸς Τυρρηνοὺς μάχην ὠσάμενος ἐπὶ τὸν χάρακα τῶν πολεμίων ὁ ἀνὴρ θρασύτερον μᾶλλον ἢ φρονιμώτερον, ἐδιώχθη τε ὑπὸ τῶν ἔνδον ἀθρόων ἐπεξελθόντων καὶ τὴν κρατίστην νεότητα ἀπέβαλεν.
向民众提起诉讼指控他的是两名平民保民官,卢基乌斯·凯迪基乌斯和提图斯·斯塔提乌斯,他们要求的不是对不法行为、而是对命运的交代,因为在对阵伊特鲁里亚人的战斗中,该人极其鲁莽、而非明智地冲向敌人的营地,结果被从营垒内部成群冲出的敌人追击,并丧失了最优秀的青年士兵。
§9.28.2οὗτος ὁ ἀγὼν ἁπάντων ἐφάνη τοῖς πατρικίοις βαρύτατος, ἠγανάκτουν τε συνιόντες πρὸς ἀλλήλους καὶ δεινὸν ἐποιοῦντο, εἰ τὰς εὐτολμίας τῶν στρατηγῶν καὶ τὸ μηδένα κίνδυνον ὀκνεῖν, ἐὰν ἐναντιωθῇ ταῖς ἐπιβολαῖς αὐτῶν τὸ δαιμόνιον, εἰς κατηγορίαν ἄξουσιν οἱ μὴ στάντες παρὰ τὰ δεινά·
这场审判在所有贵族看来是性质最严重的,他们聚集在一起,义愤填膺,认为如果神明违背了将军们的企图,而那些未曾置身于险境的人却要将将军们的勇敢和不畏艰险作为控告的罪名,那将是非常可怕的事。
δειλίας τε καὶ ὄκνου καὶ τοῦ μηδὲν ἔτι καινουργεῖν τοὺς ἡγεμόνας, ὑφʼ ὧν ἐλευθερία τʼ ἀπόλλυται καὶ ἡγεμονία καταλύεται, τοὺς τοιούτους ἀγῶνας αἰτίους ἔσεσθαι κατὰ τὸ εἰκὸς ἐλογίζοντο.
他们认为,这类审判势必会成为导致将领们胆怯、犹豫以及不再进行任何创新的原因,而正是因为这些原因自由将会丧失,霸权也将会瓦解。
§9.28.3παρακλήσει τε πολλῇ ἐχρῶντο τῶν δημοτικῶν μὴ καταγνῶναι τοῦ ἀνδρὸς τὴν δίκην, διδάσκοντες, ὡς μεγάλα βλάψουσι τὴν πόλιν ἐπὶ ταῖς ἀτυχίαις τοὺς στρατηγοὺς ζημιοῦντες.
因此,他们向平民极力劝说,不要判定该人有罪,并告诫说,若因不运而惩罚将军,将会给城邦带来巨大的伤害。
§9.28.4ἐπεὶ δʼ ὁ τοῦ ἀγῶνος ἐνέστη χρόνος, παρελθὼν εἷς τῶν δημάρχων κατηγόρησε τοῦ ἀνδρός, Λεύκιος Καιδίκιος, ὅτι διʼ ἀφροσύνην τε καὶ τοῦ στρατηγεῖν ἀπειρίαν εἰς πρόδηλον ἄγων ὄλεθρον τὰς δυνάμεις ἀπώλεσε τῆς πόλεως τὴν κρατίστην ἀκμήν, καὶ εἰ μὴ ταχεῖα τοῦ κακοῦ γνῶσις ἐγένετο τῷ συνυπάτῳ, καὶ κατὰ σπουδὴν ἄγων τὰς δυνάμεις τούς τε πολεμίους ἀνέστειλε καὶ τοὺς σφετέρους ἔσωσε, μηδὲν ἂν γενέσθαι τὸ κωλῦσον ἅπασαν ἀπολωλέναι τὴν ἑτέραν δύναμιν καὶ τὸ λοιπὸν ἡμίσειαν ἀντὶ διπλασίας εἶναι τὴν πόλιν.
然而,当审判的时刻到来时,保民官之一的卢基乌斯·凯迪基乌斯走上前来,控告该人,声声他因愚蠢和缺乏统帅经验,将军队带入显而易见的毁灭之中,丧失了城邦最精锐的骨干,而且如果不是他的同僚执政官迅速察觉了险情,急忙率军遏制了敌人并解救了己方士兵,那么就没有任何力量能够阻止另一支军队全军覆没,城邦此后也将只剩下半数力量,而非拥有双倍。
§9.28.5τοιαῦτʼ εἰπὼν μάρτυρας ἐπηγάγετο λοχαγούς τε, ὅσοι περιῆσαν, καὶ τῶν ἄλλων στρατιωτῶν τινας, οἳ τὸ ἑαυτῶν αἰσχρὸν ἐπὶ τῇ τότε ἥττῃ τε καὶ φυγῇ ζητοῦντες ἀπολύσασθαι τὸν στρατηγὸν ᾐτιῶντο τῆς περὶ τὸν ἀγῶνα δυσποτμίας.
说完这些话后,他召集了所有幸存的百夫长以及其他一些士兵作为证人,这些士兵试图洗刷自己在当时的失败和溃逃中所承受的耻辱,因而将战斗中的不运归咎于将军。
ἔπειτʼ οἶκτον ἐπὶ τῇ συμφορᾷ τῶν τότε τεθνηκότων καταχεάμενος πολὺν καὶ τὸ δεινὸν αὐξήσας, τά τʼ ἄλλα, ὅσα εἰς φθόνον κοινῇ κατὰ τῶν πατρικίων λεγόμενα τοὺς μέλλοντας ὑπὲρ τοῦ ἀνδρὸς δεήσεσθαι ἀνείρξειν ἔμελλεν ἐκ πολλῆς ὑπεροψίας διελθών, παρέδωκε τὸν λόγον.
随后,他对当时战死者的不幸倾注了极大的同情,并夸大了其惨状,接着以极其傲慢的态度详述了其他所有通常用来煽动对贵族阶层仇恨的话语(意在阻止那些准备为该人求情的人),最后结束了发言。

词汇与语法注释

  1. 1821μετʼ οὐ πολὺν ἢ τὴν ἀρχὴν ἀποθέσθαι χρόνον — 这是一个在表示时间间隔的介词短语后接续 ἤ 的句式,尽管其中没有比较级形容词。这是一种表示“……后不久”的习惯表达,是 μετʼ οὐ πολὺν χρόνον ἢ ...(在……之后不久的时间内)的语序倒装(hyperbaton)。不定式 ἀποθέσθαι 的逻辑主语是句子的主语塞鲁维乌斯·塞鲁维利乌斯。
  2. p.v.3p.325δειλίας τε καὶ ὄκνου καὶ τοῦ μηδὲν ἔτι καινουργεῖν ... αἰτίους — 形容词 αἴτιος 支配属格,意为“导致……的”或“成为……的原因”。此处,由连词 τε... καί 连接的三个属格(δειλίας、ὄκνου 以及带冠词的不定式 τοῦ μηδὲν ἔτι καινουργεῖν)都修饰 αἰτίους。关系代词 ὑφʼ ὧν(借由它们)的先行词指代这三个抽象概念(胆怯、犹豫和不作创新)。
  3. 1822μηδὲν ἂν γενέσθαι τὸ κωλῦσον — 这是间接引语中条件句的归结从句。直接引语中的 οὐδὲν ἂν ἐγένετο τὸ κωλῦσον(本不会有任何阻止的力量,即直陈式过去时 + ἄν 表示的过去反事实条件句),在表示指控的动词 κατηγόρησε 引导的 ὅτι 从句中,被转化为带 ἄν 的不定式结构(μηδὲν ἂν γενέσθαι)。分词 τὸ κωλῦσον 充当 γενέσθαι 的主语补足语,意为“阻止的事物”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §9.28.1-9.28.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:9.28.1-9.28.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。