Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §9.27.1-9.27.5

梅内尼乌斯获罪绝食身亡与对立再起

第 696 段,共 962 段 · 希腊语

内容简介

外战结束后,平民保民官指控前执政官梅内尼乌斯并处以罚金,但他因绝望而绝食身亡,这使得同情他的平民与态度强硬的贵族之间的对立再次加深。

§9.27.1καταλυθέντων δὲ τῶν ὑπαιθρίων πολέμων ἡ πολιτικὴ στάσις αὖθις ἀνεκαίετο τῶν δημάρχων πάλιν ταραττόντων τὸ πλῆθος, καὶ τὰ μὲν ἄλλα πολιτεύματα διεσκέδασαν αὐτῶν ἀντιταττόμενοι πρὸς ἕκαστον οἱ πατρίκιοι, τὴν δὲ κατὰ Μενηνίου δίκην τοῦ νεωστὶ ὑπατεύσαντος καίτοι πολλὰ πραγματευθέντες ἀδύνατοι ἐγένοντο διαλῦσαι·
随着原野上的战争宣告结束,由于平民保民官再次煽动民众,国内的党争重新燃起。 贵族们通过在每一项事务上进行对抗,挫败了他们的其他政治法案,但尽管做出了许多努力,他们仍无法撤销对不久前担任执政官的梅内尼乌斯的指控。
§9.27.2ἀλλʼ ὑπαχθεὶς ὁ ἀνὴρ εἰς δίκην ὑπὸ δυεῖν δημάρχων Κοίντου Κωνσιδίου καὶ Τίτου Γενυκίου, καὶ λόγον ἀπαιτούμενος τῆς στρατηγίας τοῦ πολέμου τέλος οὔτʼ εὐτυχὲς οὔτʼ εὐπρεπὲς λαβούσης, μάλιστα δὲ διαβαλλόμενος ἐπὶ τῷ Φαβίων ὀλέθρῳ καὶ τῇ Κρεμέρας ἁλώσει, δικάζοντος τοῦ δημοτικοῦ ὄχλου κατὰ φυλάς, οὐ παρʼ ὀλίγας ψήφους ὦφλεν, υἱὸς ὢν Ἀγρίππα Μενηνίου τοῦ καταγαγόντος ἐκ τῆς φυγῆς τὸν δῆμον καὶ διαλλάξαντος πρὸς τοὺς πατρικίους, ὃν ἀποθανόντα ἡ βουλὴ ἐκ τῶν δημοσίων χρημάτων λαμπροτάταις ἐκόσμησε ταφαῖς, αἱ δὲ γυναῖκες αἱ Ῥωμαίων ἐνιαύσιον ἐπένθησαν χρόνον πορφύραν καὶ χρυσὸν ἀποθέμεναι.
相反,该人被两名平民保民官昆图斯·孔西迪乌斯和提图斯·格努基乌斯控告送上法庭,因其对那场既不幸运也不光彩地结束的战争的统帅而被要求进行交代,尤其是因法比乌斯家族的灭亡和克雷梅拉的失陷而饱受指责,在平民大众按部落进行审判时,他以极大的票数差距被判有罪。 他是阿格里帕·梅内尼乌斯的儿子,其父曾将民众从流亡中领回并使他们与贵族和解,在其去世时,元老院用公款为他举行了最隆重的葬仪以示表彰,而罗马的妇女们则脱去紫衣与金饰,为他哀悼了整整一年。
§9.27.3οὐ μέντοι θανάτου γʼ αὐτὸν οἱ καταδικασάμενοι ἐτίμησαν, ἀλλʼ ἐκτίσματος, ὃ πρὸς μὲν τοὺς νῦν ἐξεταζόμενον βίους γέλωτος ἂν ἄξιον φανείη, τοῖς δὲ τότʼ ἀνθρώποις αὐτουργοῖς οὖσι καὶ πρὸς αὐτὰ τὰ ἀναγκαῖα ζῶσι, μάλιστα δʼ ἐκείνῳ τῷ ἀνδρὶ πενίαν κληρονομήσαντι παρὰ τοῦ πατρὸς ἀφειδὲς ἦν καὶ βαρύ, δισχιλίων ἀριθμὸς ἀσσαρίων.
然而,判决他有罪的人并没有判处他死刑,而是处以罚金。 如果按照今天的财富标准来衡量,这笔罚金似乎令人发笑,但对于当时那些自耕自食、仅靠生活必需品度日的人们,尤其是对于那个从父亲那里继承了贫困的男人来说,这笔罚金是毫不留情且沉重的,数额为两千阿萨里翁。
ἦν δʼ ἀσσάριον τότε χάλκεον νόμισμα βάρος λιτριαῖον, ὥστε τὸ σύμπαν ὄφλημα ταλάντων ἑκκαίδεκα εἰς ὁλκὴν χαλκοῦ γενέσθαι.
当时阿萨里翁是重一里特拉的青铜硬币,因此罚金总额按青铜重量计算达到了十六塔兰同。
§9.27.4καὶ τοῦτʼ ἐπίφθονον ἐφάνη τοῖς τότʼ ἀνθρώποις, καὶ ἐπανορθώσασθαι βουλόμενοι αὐτὸ τὰς μὲν χρηματικὰς ἔπαυσαν ζημίας, μετήνεγκαν δʼ εἰς προβάτων ἐκτίσματα καὶ βοῶν, τάξαντες καὶ τούτων ἀριθμὸν ταῖς ὕστερον ἐσομέναις ὑπὸ τῶν ἀρχόντων τοῖς ἰδιώταις ἐπιβολαῖς.
这在当时的人们看来也是极其苛刻的,为了纠正这一点,他们废除了货币罚款,而将其改为以绵羊和公牛来偿付,并规定了此后执政官对私人课以罚金时这些牲畜的数量。
ἐκ δὲ τῆς Μενηνίου καταδίκης ἀφορμὴν αὖθις εἰλήφεσαν οἱ πατρίκιοι τῆς πρὸς τὸ δημοτικὸν ὀργῆς καὶ οὔτε τὴν κληρουχίαν ἐπέτρεπον ἔτι αὐτῷ ποιεῖσθαι, §9.27.5οὔτʼ ἄλλο ἐβούλοντο ἐνδιδόναι μαλακὸν οὐδέν.
然而,从梅内尼乌斯被判有罪一事中,贵族们再次找到了对平民发泄愤怒的机会,不再允许为他们进行土地分配,也不愿做出任何其他温和的让步。
μετʼ οὐ πολὺ δὲ καὶ τῷ δήμῳ μετέμελε τῶν δεδικασμένων, ἐπειδὴ τὴν τελευτὴν τοῦ ἀνδρὸς ἐπύθετο·
但没过多久,平民在得知该人的死讯时,也对他们的判决感到后悔。
οὐδὲ γὰρ εἰς ἀνθρώπων ἔτι συνῆλθεν ὁμιλίας, οὐδʼ ἐν δημοσίῳ τινὶ πρὸς οὐδενὸς ὤφθη τόπῳ, ἐξόν τʼ αὐτῷ τὴν ζημίαν ἐκτίσαντι μηδενὸς ἀπελαύνεσθαι τῶν καινῶν — ἕτοιμοι γὰρ ἦσαν οὐκ ὀλίγοι τῶν ἐπιτηδείων αὐτοῦ τὴν καταδίκην ἀπαριθμεῖν — οὐκ ἠξίωσεν, ἀλλὰ θανάτου τὴν συμφορὰν τιμησάμενος οἴκοι μένων καὶ οὐδένα προσιέμενος ὑπό τʼ ἀθυμίας καὶ σίτων ἀποχῆς μαρανθεὶς ἀπέστη τοῦ βίου.
因为尽管他本可以通过缴纳罚金而免于被剥夺任何公共权利——因为他的不少亲友都准备好替他支付这笔罚金——他却不屑于这样做,而是不再进入人们的社交圈,也不在任何公共场所向任何人露面。 他认为这桩不幸应以死来衡量,于是留在家中不接见任何人,因沮丧和绝食而日渐消瘦,最终离开了人世。
καὶ τὰ μὲν ἐν τούτῳ πραχθέντα τῷ ἐνιαυτῷ τοιάδε ἦν.
在这一年里所发生的事情便是如此。

词汇与语法注释

  1. 9.27.1τὴν δὲ κατὰ Μενηνίου δίκην ... ἀδύνατοι ἐγένοντο διαλῦσαι — 该句中对格 δίκην 是不定式 διαλῦσαι 的宾语,因强调而前置。其核心句架为“贵族们(主语)无法(ἀδύνατοι ἐγένοντο)撤销对梅内尼乌斯的诉讼”,中间夹杂了较长的修饰成分。
  2. 9.27.2οὐ παρʼ ὀλίγας ψήφους ὦφλεν — 短语 παρʼ ὀλίγας ψήφους 直译为“相差无几的选票”,与否定词 οὐ 连用,习惯上表示“并非以微弱差距,而是以极大的票数之差”被判有罪(ὦφλεν)。介词 παρά 在此表示比较或差距的幅度。
  3. 9.27.5ἐξόν τʼ αὐτῷ τὴν ζημίαν ... μηδενὸς ἀπελαύνεσθαι τῶν κοινῶν — 分词 ἐξόν 是无人称动词 ἔξεστι 的现在分词中性单数对格,构成对格绝对结构。它带有其语义主语 αὐτῷ,表示让步的语气:“尽管他本可以通过缴纳罚金而不被剥夺任何公共权利(τῶν κοινῶν)”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §9.27.1-9.27.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:9.27.1-9.27.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。