§9.28.1Ποπλίου δὲ Οὐαλερίου Ποπλικόλα καὶ Γαίου Ναυτίου παραλαβόντων τὴν ἀρχὴν ἕτερος ἀνὴρ πάλιν τῶν πατρικίων Σερούιος Σερουίλιος, ὁ τῷ παρελθόντι ὑπατεύσας ἔτει, μετʼ οὐ πολὺν ἢ τὴν ἀρχὴν ἀποθέσθαι χρόνον εἰς τὸν ὑπὲρ τῆς ψυχῆς ἀγῶνα ἤχθη.
When Publius Valerius Publicola and Gaius Nautius took over the office, another man from among the patricians, Servius Servilius, who had been consul in the preceding year, was brought to a trial for his life not long after he had laid down his office.
οἱ δὲ προθέντες αὐτῷ τὴν ἐν τῷ δήμῳ δίκην δύο τῶν δημάρχων ἦσαν, Λεύκιος Καιδίκιος καὶ Τῖτος Στάτιος, οὐκ ἀδικήματος, ἀλλὰ τύχης ἀπαιτοῦντες λόγον, ὅτι κατὰ τὴν πρὸς Τυρρηνοὺς μάχην ὠσάμενος ἐπὶ τὸν χάρακα τῶν πολεμίων ὁ ἀνὴρ θρασύτερον μᾶλλον ἢ φρονιμώτερον, ἐδιώχθη τε ὑπὸ τῶν ἔνδον ἀθρόων ἐπεξελθόντων καὶ τὴν κρατίστην νεότητα ἀπέβαλεν.
The ones who brought the public suit against him before the people were two of the tribunes, Lucius Caedicius and Titus Statius, who demanded an account not of an offense, but of fortune—since, during the battle against the Etruscans, this man had pressed against the enemy’s rampart more boldly than prudently, and was pursued by those who sallied out from within in a body, thereby losing the flower of the youth.
§9.28.2οὗτος ὁ ἀγὼν ἁπάντων ἐφάνη τοῖς πατρικίοις βαρύτατος, ἠγανάκτουν τε συνιόντες πρὸς ἀλλήλους καὶ δεινὸν ἐποιοῦντο, εἰ τὰς εὐτολμίας τῶν στρατηγῶν καὶ τὸ μηδένα κίνδυνον ὀκνεῖν, ἐὰν ἐναντιωθῇ ταῖς ἐπιβολαῖς αὐτῶν τὸ δαιμόνιον, εἰς κατηγορίαν ἄξουσιν οἱ μὴ στάντες παρὰ τὰ δεινά·
This trial seemed to all the patricians to be the most oppressive of all, and gathering together, they were indignant and deemed it a terrible thing if those who had not stood by the dangers were to bring into accusation the bravery of the generals and their reluctance to shrink from any danger, should the divine power oppose their undertakings.
δειλίας τε καὶ ὄκνου καὶ τοῦ μηδὲν ἔτι καινουργεῖν τοὺς ἡγεμόνας, ὑφʼ ὧν ἐλευθερία τʼ ἀπόλλυται καὶ ἡγεμονία καταλύεται, τοὺς τοιούτους ἀγῶνας αἰτίους ἔσεσθαι κατὰ τὸ εἰκὸς ἐλογίζοντο.
They calculated that such trials would naturally be the cause of cowardice, hesitation, and the commanders no longer attempting anything new—by which things liberty is destroyed and hegemony is dissolved.
§9.28.3παρακλήσει τε πολλῇ ἐχρῶντο τῶν δημοτικῶν μὴ καταγνῶναι τοῦ ἀνδρὸς τὴν δίκην, διδάσκοντες, ὡς μεγάλα βλάψουσι τὴν πόλιν ἐπὶ ταῖς ἀτυχίαις τοὺς στρατηγοὺς ζημιοῦντες.
And they made many appeals to the plebeians not to find the man guilty in the trial, teaching them that they would greatly harm the state by punishing the generals for their misfortunes.
§9.28.4ἐπεὶ δʼ ὁ τοῦ ἀγῶνος ἐνέστη χρόνος, παρελθὼν εἷς τῶν δημάρχων κατηγόρησε τοῦ ἀνδρός, Λεύκιος Καιδίκιος, ὅτι διʼ ἀφροσύνην τε καὶ τοῦ στρατηγεῖν ἀπειρίαν εἰς πρόδηλον ἄγων ὄλεθρον τὰς δυνάμεις ἀπώλεσε τῆς πόλεως τὴν κρατίστην ἀκμήν, καὶ εἰ μὴ ταχεῖα τοῦ κακοῦ γνῶσις ἐγένετο τῷ συνυπάτῳ, καὶ κατὰ σπουδὴν ἄγων τὰς δυνάμεις τούς τε πολεμίους ἀνέστειλε καὶ τοὺς σφετέρους ἔσωσε, μηδὲν ἂν γενέσθαι τὸ κωλῦσον ἅπασαν ἀπολωλέναι τὴν ἑτέραν δύναμιν καὶ τὸ λοιπὸν ἡμίσειαν ἀντὶ διπλασίας εἶναι τὴν πόλιν.
But when the time for the trial arrived, one of the tribunes, Lucius Caedicius, came forward and accused the man, saying that through folly and inexperience in command he had led the forces into manifest destruction and lost the finest flower of the city, and that if a swift awareness of the disaster had not come to his colleague, who brought up his forces in haste, checked the enemy, and saved his own men, there would have been nothing to prevent the entire other army from being destroyed and the city henceforth being half instead of double.
§9.28.5τοιαῦτʼ εἰπὼν μάρτυρας ἐπηγάγετο λοχαγούς τε, ὅσοι περιῆσαν, καὶ τῶν ἄλλων στρατιωτῶν τινας, οἳ τὸ ἑαυτῶν αἰσχρὸν ἐπὶ τῇ τότε ἥττῃ τε καὶ φυγῇ ζητοῦντες ἀπολύσασθαι τὸν στρατηγὸν ᾐτιῶντο τῆς περὶ τὸν ἀγῶνα δυσποτμίας.
Having spoken thus, he produced as witnesses all the centurions who had survived, and some of the other soldiers, who, seeking to clear themselves of their own shame in the defeat and flight of that time, blamed the general for the ill fortune of the battle.
ἔπειτʼ οἶκτον ἐπὶ τῇ συμφορᾷ τῶν τότε τεθνηκότων καταχεάμενος πολὺν καὶ τὸ δεινὸν αὐξήσας, τά τʼ ἄλλα, ὅσα εἰς φθόνον κοινῇ κατὰ τῶν πατρικίων λεγόμενα τοὺς μέλλοντας ὑπὲρ τοῦ ἀνδρὸς δεήσεσθαι ἀνείρξειν ἔμελλεν ἐκ πολλῆς ὑπεροψίας διελθών, παρέδωκε τὸν λόγον.
Then, having poured out much pity over the misfortune of those who had died at that time and magnified the horror, and having related with great arrogance all the other things commonly said to arouse hatred against the patricians—which was bound to deter those who were about to intercede for the man—he handed over the floor.