Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §9.22.1-9.22.6

驳法比乌斯家族仅一人幸存的传说

第 691 段,共 962 段 · 希腊语

内容简介

作者针对克雷梅拉战役中法比乌斯家族306人覆灭、仅有一名男童幸存以延续家系的著名传说,根据当时法律制度和常识进行了逻辑反驳,指出该家族必然还有其他幸存者。

§9.22.1τὸ δὲ συναπτόμενον τούτοις ὑπό τινων οὔτʼ ἀληθὲς ὂν οὔτε πιθανόν, ἐκ παρακούσματος δέ τινος πεπλασμένον ὑπὸ τοῦ πλήθους, ἄξιον μὴ παραλιπεῖν ἀνεξέταστον.
然而,某些人加入到这些记载中的说法,既不真实也不可信,纯属大众因某种误听而编造的,但不应不加审查就予以忽略。
λέγουσι γὰρ δή τινες, τῶν ἓξ καὶ τριακοσίων Φαβίων ἀπολομένων ὅτι ἓν μόνον ἐλείφθη τοῦ γένους παιδίον, πρᾶγμα οὐ μόνον ἀπίθανον, ἀλλὰ καὶ §9.22.2ἀδύνατον εἰσάγοντες.
因为某些人确实说,在三百零六名法比乌斯人覆灭时,该家族只留下了一个孩子,这不仅令人难以置信,而且不可能。
οὔτε γὰρ ἀτέκνους τε καὶ ἀγάμους ἅπαντας εἶναι δυνατὸν ἦν τοὺς ἐξελθόντας εἰς τὸ φρούριον Φαβίους.
因为,出击前往要塞的所有法比乌斯人,既未成婚又无子嗣,这绝无可能。
ὁ γὰρ ἀρχαῖος αὐτῶν νόμος γαμεῖν τʼ ἠνάγκαζε τοὺς ἐν ἡλικίᾳ, καὶ τὰ γεννώμενα πάντα ἐπάναγκες τρέφειν· ὃν οὐκ ἂν δήπου κατέλυσαν οἱ Φάβιοι μόνοι πεφυλαγμένον ἄχρι τῆς ἑαυτῶν ἡλικίας ὑπὸ τῶν πατέρων.
因为他们的古代法律强制达到适婚年龄的人成婚,并规定必须抚养所有出电的孩子;这一法律既然已被他们的父辈守护并传到他们这一代,法比乌斯人绝无可能唯独自己将其废除。
§9.22.3εἰ δὲ δὴ καὶ τοῦτο θείη τις, ἀλλʼ ἐκεῖνό γʼ οὐκ ἂν ἔτι συγχωρήσειε, τὸ μηδʼ ἀδελφοὺς αὐτῶν εἶναί τισιν ἡλικίαν ἔτι παίδων ἔχοντας.
然而,即便有人作此假设,也绝不会再承认他们中没有任何人拥有尚在孩童年龄的兄弟。
μύθοις γὰρ δὴ ταῦτά γε καὶ πλάσμασιν ἔοικε θεατρικοῖς.
因为这些事情确实像神话和戏剧编造的故事。
οἱ δὲ πατέρες αὐτῶν, ὅσοι παῖδας ἔτι ποιεῖν εἶχον ἡλικίαν, τοσαύτης κατασχούσης τὸ γένος ἐρημίας οὐκ ἂν ἑκόντες τε καὶ ἄκοντες ἑτέρους παῖδας ἐποιήσαντο, ἵνα μήτε ἱερὰ ἐκλειφθῇ πατρῷα μήτε δόξα τηλικαύτη διαφθαρῇ γένους;
而他们的父亲中,凡是仍处于生育年龄的人,在家族遭遇如此巨大的凋零时,难道不会无论自愿还是被迫,都去生育其他的孩子,以免祖先的祭祀断绝,也免得家族如此巨大的荣耀毁于一旦吗?
§9.22.4εἰ μὴ ἄρα οὐδὲ πατέρες αὐτῶν τισιν ἐλείποντο, ἀλλὰ πάντα εἰς ταὐτὸ συνῆλθεν ἐπὶ τῶν ἓξ καὶ τριακοσίων ἀνδρῶν ἐκείνων τὰ ἀδύνατα· μὴ παῖδας αὐτοῖς καταλειφθῆναι νηπίους, μὴ γυναῖκας ἐγκύους, μὴ ἀδελφοὺς ἀνήβους, μὴ πατέρας ἐν ἀκμῇ.
除非,他们中任何人连父亲都没有留下,而是在那三百零六个男人身上,所有不可能的事在同一时间汇聚了:他们没有留下幼子,妻子没有怀孕,没有未成年的兄弟,也没有处于壮年的父亲。
ταύτῃ μὲν δὴ τὸν λόγον ἐξετάζων οὐκ ἀληθῆ νενόμικα, §9.22.5ἐκεῖνον δʼ ἀληθῆ· τῶν τριῶν ἀδελφῶν, Καίσωνός τε καὶ Κοίντου καὶ Μάρκου τῶν ὑπατευσάντων τὰς συνεχεῖς ἑπτὰ ὑπατείας, ἐγκαταλειφθῆναι πείθομαι Μάρκῳ παιδίον, καὶ τοῦτʼ εἶναι τὸ λεγόμενον ἐκ τοῦ Φαβίων οἴκου λοιπόν.
由此审视这一说法,我认定它并不真实,而认同另一个说法是真实的:我确信,在连续担任了七届执政官的三兄弟凯索、昆图斯和马尔库斯中,马尔库斯留下了一个幼子,而这就是被说成是从法比乌斯家族中遗留下来的人。
§9.22.6οὐδὲν δὲ κωλύει τῷ μηκέτι τῶν ἄλλων ἐπιφανῆ τινα καὶ λαμπρὸν ἔξω τοῦ ἑνὸς τοῦδε ἀνδρωθέντος γενέσθαι ταύτην παραστῆναι τοῖς πολλοῖς τὴν δόξαν, ὅτι μόνος ἐκεῖνος ἐκ τοῦ Φαβίων γένους ἐστὶ λοιπός· οὐχ ὡς μηδενὸς ἄλλον ὄντος, ἀλλʼ ὡς μηδενὸς ἐκείνοις ὁμοίου, ἀρετῇ τεκμαιρομένοις τὸ συγγενές, οὐ φύσει·
并且,除了这一个长大成人的人之外,其他人中不再出现任何显著和辉煌的人物,这一事实完全不妨碍大众产生这样一种看法,即只有那一个人是法比乌斯家族遗留下的唯一后嗣;这并非因为没有其他人在世,而是因为没有能与他们媲美的人,因为人们是以德行而非血缘来判定亲族关系的。
καὶ περὶ μὲν τούτων ταῦθʼ ἱκανά.
关于这些事,如此便已足够。

词汇与语法注释

  1. §9.22.1πρᾶγμα οὐ μόνον ἀπίθανον, ἀλλὰ καὶ ἀδύνατον εἰσάγοντες — 分词 εἰσάγοντες 是主格复数,与主句动词 λέγουσι 的主语 τινες 一致。短语 πρᾶγμα ... ἀδύ纳顿 是 εἰσάγοντες 的宾语,将前面 ὅτι 从句的内容总结为“不仅不可信而且不可能的事”。
  2. §9.22.2ὃν οὐκ ἂν δήπου κατέλυσαν — 关系代名词 ὃν 指代前文的古代法律(νόμος)。直陈式过去时 κατέλυσαν 加上语气词 ἄν,表示与过去事实相反的虚拟推论(“绝不可能废除”)。
  3. §9.22.3τὸ μηδʼ ἀδελφοὺς αὐτῶν εἶναί τισιν ἡλικίαν ἔτι παίδων ἔχοντας — 由 τό 引导的同格定冠词不定式从句。不定式 εἶναι 的主语是 ἀδελφούς,与之呼应的是现在分词宾格复数形式 ἔχοντας。与格 τισιν 作所有与格,整句意为“他们中没有任何人甚至连尚在孩童年龄的兄弟都没有”。
  4. §9.22.4μὴ παῖδας αὐτοῖς καταλειφθῆναι... μὴ πατέρας ἐν ἀκμῇ — 四个不定式从句,用以解释前文 τὰ ἀδύνατα(不可能的事)的具体内容。否定词一致使用 μή 而非表示客观否定的 οὐ,因为这些代表了概念上或假设上的不可能。
  5. §9.22.6τῷ μηκέτι τῶν ἄλλων ἐπιφανῆ τινα... γενέσθαι — 表示原因或手段的定冠词不定式与格(τῷ + 不定式)。意为“由于(除了那一个幸存者之外)其余的人再没有出现任何显赫人物”,为首句的主动词 κωλύει(阻碍)提供原因说明。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §9.22.1-9.22.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:9.22.1-9.22.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。