§9.21.1τῇ δʼ ἑξῆς ἡμέρᾳ μαθόντες τὴν κατασχοῦσαν τοὺς σφετέρους τύχην οἱ κατέχοντες τὸ φρούριον, καὶ ὅτι τὸ μὲν πλεῖον ἀπόλωλε τῆς στρατιᾶς μέρος ἐν ταῖς ἁρπαγαῖς, τὸ δὲ κράτιστον ἐν ὄρει πολιορκεῖται κατακεκλεισμένον ἐρήμῳ, καὶ εἰ μὴ ταχεῖά τις αὐτοῖς ἥξει βοήθεια, σπάνει τῶν ἀναγκαίων φθάσουσιν ἐξαιρεθέντες, ἐξῄεσαν κατὰ σπουδὴν ὀλίγους πάνυ καταλιπόντες ἐν τῷ φρουρίῳ φύλακας.
第二天,留守要塞的人得知了降临到同胞身上的厄运,以及军队的大部分已在掠夺中覆灭,而最精锐的部分正被围困在一座荒凉的山上,如果得不到迅速的救援,他们将因缺少生活必需品而先被攻陷,于是他们急忙出击,在要塞中仅留下了极少数的守卫。
καὶ αὐτοὺς οἱ Τυρρηνοί, πρὶν ἢ συμμῖξαι τοῖς ἑτέροις ἐπικαταδραμόντες ἐκ τῶν χωρίων κυκλοῦνταί τε, καὶ πολλὰ γενναῖα ἔργα ἀποδειξαμένους διαφθείρουσιν ἅπαντας σὺν χρόνῳ.
而伊特鲁里亚人在他们与其他同胞汇合之前,便从那些地方冲下来将他们包围,在他们展现了许多英勇的事迹之后,随着时间的推移,将他们全部消灭。
§9.21.2μετʼ οὐ πολὺ δὲ καὶ οἱ τὸν λόφον καταλαβόμενοι λιμῷ τε καὶ δίψῃ πιεζόμενοι ὁμόσε χωρεῖν τοῖς πολεμίοις ἔγνωσαν·
没过多久,占领山丘的人们也因饥渴交迫,决定与敌人短兵相接。
καὶ συμπεσόντες ὀλίγοι πρὸς πολλοὺς ἕωθεν ἀρξάμενοι μέχρι νυκτὸς ἐμάχοντο·
他们以少敌多发起冲锋,从清晨一直战斗到深夜。
καὶ τοσοῦτον ἐποίησαν τῶν πολεμίων φόνον, ὥστε τοὺς σωροὺς τῶν νεκρῶν ἐμποδὼν αὐτοῖς εἶναι τῆς μάχης πολλαχῇ κεχυμένους.
他们对敌人造成了如此巨大的杀戮,以至于到处散落的尸体堆积如山,甚至阻碍了他们的战斗。
οἱ δὲ Τυρρηνοὶ πλεῖον ἢ τὸ τρίτον τῆς στρατιᾶς μέρος ἀπολωλεκότες καὶ περὶ τοῦ λοιποῦ δείσαντες, μικρὸν ἀνασχόντες τὰ ὅπλα διὰ τῶν ἀνακλητικῶν ἐπεκηρυκεύοντο πρὸς τοὺς ἄνδρας, ἄδειαν αὐτοῖς ὑπισχνούμενοι καὶ δίοδον, ἐὰν τὰ ὅπλα ἀποθῶνται καὶ τὸ φρούριον ἐκλίπωσιν.
伊特鲁里亚人损失了三分之一以上的兵力,并为余下的军队感到担忧,于是暂时收起武器,通过撤退信号向男人们发出交涉,承诺如果他们放下武器并放弃要塞,就保障他们的安全并允许他们通过。
§9.21.3οὐ προσδεξαμένων δὲ τῶν ἀνδρῶν τὰς προκλήσεις, ἀλλὰ τὸν εὐγενῆ θάνατον αἱρουμένων ἐπῄεσαν αὐτοῖς αὖθις ἐκ διαδοχῆς, συστάδην μὲν καὶ ἐκ χειρὸς οὐκέτι μαχόμενοι, πρόσωθεν δὲ βάλλοντες ἀθρόοι λόγχαις καὶ χερμάσι, καὶ ἦν νιφετῷ παραπλήσιος ἡ πληθὺς τῶν βελῶν.
然而,男人们并没有接受这些提议,而是选择了高尚的死亡,于是敌人再次轮番向他们发起进攻。 他们不再进行肉搏和近战,而是从远处一齐投掷标枪和石块,那些飞弹之多宛如降雪。
οἱ δὲ Ῥωμαῖοι συστρεφόμενοι κατὰ λόχους προσέτρεχον αὐτοῖς οὐχ ὑφισταμένοις καὶ πολλὰς πληγὰς λαμβάνοντες ὑπὸ τῶν πέριξ ὑπέμενον.
罗马人结成小队,向那些不愿迎战的敌人冲去,虽然遭到四面八方的重创,却依然坚守着。
§9.21.4ὡς δὲ τά τε ξίφη πολλοῖς ἄχρηστα ἦν τὰ μὲν ἀπεστομωμένα τὰς ἀκμάς, τὰ δὲ κατεαγότα, καὶ τῶν ἀσπίδων τὰ πέριξ ἴτυος ἐχόμενα διετέθρυπτο, ἔξαιμοί τε οἱ πλείους καὶ καταβελεῖς καὶ παράλυτοι τὰ μέλη διὰ πλῆθος τραυμάτων ἦσαν, καταφρονήσαντες αὐτῶν οἱ Τυρρηνοὶ χωροῦσιν ὁμόσε·
当许多人的剑因刃口变钝或折断而无法使用,盾牌边缘周围的部分也已被粉碎,大多数人失血过多、被飞弹击中且因伤势过重而四肢麻木时,伊特鲁里亚人便蔑视他们,上前与他们近战。
καὶ οἱ Ῥωμαῖοι προσπίπτοντες ὥσπερ θηρία δόρατά τʼ αὐτῶν ἐπιλαμβανόμενοι κατέκλων, καὶ ξίφη δραττόμενοι κατὰ τὰς ἀκμὰς ἀπέσπων, καὶ περικυλίοντες εἰς τὴν γῆν τὰ σώματα συνεφύροντο θυμῷ τὸ πλεῖον ἢ δυνάμει διαγωνιζόμενοι.
罗马人则像野兽一样扑向他们,抓住他们的长矛并将其折断,握住他们的剑刃并将其夺走,将他们的身体摔倒在地上,扭打在一起,与其说是在用力量,不如说是在用愤怒拼死搏斗。
§9.21.5ὥστʼ οὐκέτι συνῄεσαν αὐτοῖς εἰς χεῖρας οἱ πολέμιοι, τό τε καρτερικὸν ἐκπληττόμενοι τῶν ἀνδρῶν, καὶ τὴν ἀπόνοιαν, ἣν προσειλήφεσαν, κατὰ τὴν ἀπόγνωσιν τοῦ ζῆν δεδιότες·
结果,敌人不再与他们进行肉搏,他们既对这些男人的坚韧感到震惊,又害怕他们因对生命绝望而产生的疯狂。
ἀλλʼ ἀποστάντες αὖθις ἔβαλλον ἀθρόοι καὶ ξύλοις καὶ λίθοις καὶ ὅτῳ ἄλλῳ ἐντύχοιεν, καὶ τελευτῶντες ἐγκατέχωσαν αὐτοὺς τῷ πλήθει τῶν βελῶν.
相反,他们再次退后,齐声向他们投掷木块、石头以及任何能找到的东西,最后用密集的飞弹将他们活活掩埋。
διαφθείραντες δὲ τοὺς ἄνδρας ἔθεον ἐπὶ τὸ φρούριον, ἔχοντες τὰς τῶν ἐπιφανεστάτων κεφαλάς, §9.21.6ὡς ἐξ ἐφόδου τοὺς ἐκεῖ παραληψόμενοι.
在消灭了这些男人后,他们带着那些最显赫人物的头颅奔向要塞,企图通过一次突袭夺取那里的守军。
οὐ μὴν ἐχώρησέ γʼ αὐτοῖς κατʼ ἐλπίδα τὸ ἔργον·
然而,事情并未如他们所愿发展。
οἱ γὰρ καταλειφθέντες ἐν αὐτῷ ζηλώσαντες τὸ εὐγενὲς τοῦ θανάτου τῶν θʼ ἑταίρων καὶ τῶν συγγενῶν ἐξῆλθον ὀλίγοι παντάπασιν ὄντες, καὶ πολὺν ἀγωνισάμενοι χρόνον τὸν αὐτὸν τρόπον τοῖς ἑτέροις ἅπαντες διεφθάρησαν· τὸ δὲ χωρίον ἔρημον οἱ Τυρρηνοὶ παρέλαβον.
因为留守在要塞中的人,渴望效仿同胞和亲属高尚的死,尽管人数极少,依然选择出击。 在以同样的方式进行了长期的战斗之后,他们全部壮烈牺牲。 伊特鲁里亚人占领了那座空无一人的要塞。
ἐμοὶ μὲν δὴ ὁ λόγος οὗτος πιστότερος ἐφαίνετο πολὺ τοῦ προτέρου· φέρονται δʼ ἐν γραφαῖς Ῥωμαίων ἀξιοχρέοις ἀμφότεροι.
对我而言,这一说法显然比前一个说法要可信得多;但这两者都被记录在值得信赖的罗马史料之中。