Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §9.18.1-9.18.5

克雷梅拉要塞失陷与法比乌斯家族覆灭

第 687 段,共 962 段 · 希腊语

内容简介

新执政官就任且内部骚乱平息后,罗马决定派兵攻打沃尔斯奇人和伊特鲁里亚人。然而在梅内尼乌斯拖延出兵之际,克雷梅拉要塞被敌军攻陷,法比乌斯家族全员覆没。

§9.18.1μετὰ δὲ τούτους παραλαμβάνουσι τὴν ὑπατείαν Γάιος Ὁράτιος καὶ Τῖτος Μενήνιος ἐπὶ τῆς ἑβδομηκοστῆς καὶ ἕκτης ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Σκάμανδρος Μιτυληναῖος ἄρχοντος Ἀθήνησι Φαίδωνος.
在这些人之后,盖乌斯·奥拉提乌斯与提图斯·梅内尼乌斯接任执政官,时值第七十六届奥林匹亚德,当法伊东在雅典担任执政官时,米蒂利尼的斯卡曼德罗斯在短跑比赛中获胜。
τούτοις κατʼ ἀρχὰς μὲν ὁ πολιτικὸς θόρυβος ἐμποδὼν ἐγένετο πράττειν τὰ κοινὰ ἠρεθισμένου τοῦ δήμου καὶ οὐδὲν ἐῶντος ἕτερον ἐπιτελεῖσθαι τῶν κοινῶν, ἕως ἂν μερίσηται τὴν δημοσίαν γῆν, χρόνῳ δʼ ὕστερον εἶξε τὰ παρακινοῦντα καὶ ταραττόμενα τῇ ἀνάγκῃ συγχωρήσαντα καὶ ἐπὶ τὰς στρατείας ἑκούσια ἦλθε.
起初,由于民众情绪激动,在分配公有地之前不允许履行任何其他公事,国内的骚乱成了他们执行公务的阻碍。 但过了一段时间,那些被煽动和混乱的人向必要性妥协让步,自发地前去服兵役。
§9.18.2Τυρρηνῶν γὰρ αἱ μὴ μετασχοῦσαι τῆς εἰρήνης ἕνδεκα πόλεις ἀγορὰν ποιησάμεναι κοινὴν κατηγόρουν τοῦ Οὐιεντανῶν ἔθνους, ὅτι τὸν πρὸς Ῥωμαίους πόλεμον οὐ μετὰ κοινῆς γνώμης κατελύσαντο, καὶ δυεῖν θάτερον αὐτοὺς ἠξίουν πράττειν, ἢ λύειν τὰ πρὸς Ῥωμαίους ὁμολογηθέντα §9.18.3ἢ πολεμεῖν σφίσι μετʼ ἐκείνων.
因为未参与和平的十一个伊特鲁里亚城市举行了共同集会,指责维伊人部落未经共同商议便结束了与罗马人的战争,并要求他们做两件事中的一件:要么废除与罗马人达成的协议要么与他们一起向那些人(罗马人)开战。
οἱ δὲ Οὐιεντανοὶ τῆς μὲν εἰρήνης τὴν ἀνάγκην ᾐτιῶντο, ὅπως δʼ ἂν αὐτὴν καταλύσαιντο εὐπρεπῶς εἰς κοινὸν ἐτίθεσαν σκοπεῖν.
维伊人辩称和平是出于迫不得已,但他们将如何体面地废除这一和平提交给共同会议讨论。
ἔπειτα ὑποτίθεταί τις αὐτοῖς ἔγκλημα ποιησαμένοις τὸν ἐπιτειχισμὸν τῆς Κρεμέρας καὶ τὸ μὴ ἀπανίστασθαι τοὺς φρουροὺς ἀπʼ αὐτῆς, λόγῳ μὲν πρῶτον ἀξιοῦν αὐτοὺς ἐκλιπεῖν τὸ χωρίον, ἐὰν δὲ μὴ πείθωσι, πολιορκεῖν τὸ φρούριον, καὶ ταύτην ἀρχὴν ποιήσασθαι τοῦ πολέμου.
随后,有人向他们建议:以克雷梅拉的设防以及守备队拒不撤离该地为借口,首先在言语上要求他们撤离该地,如果劝说不成,就包围该要塞,并以此作为战争的开端。
§9.18.4ταῦτα συνθέμενοι ἀπηλλάττοντο ἐκ τοῦ συλλόγου·
达成这些协议后,他们便离开了集会。
καὶ μετʼ οὐ πολὺ Οὐιεντανοὶ μὲν ἀποστείλαντες πρεσβείαν ὡς τοὺς Φαβίους ἀπῄτουν παρʼ αὐτῶν τὸ φρούριον, Τυρρηνία δὲ πᾶσα ἦν ἐν τοῖς ὅπλοις.
不久之后,维伊人派遣使节向法比乌斯家族索要该要塞,而整个伊特鲁里亚都武装了起来。
ταῦτα Ῥωμαῖοι αἰσθόμενοι Φαβίων αὐτοῖς ἐπιστειλάντων ἔγνωσαν ἀμφοτέρους ἐκπορεύεσθαι τοὺς ὑπάτους ἐπὶ τὸν πόλεμον, τόν τʼ ἀπὸ Τυρρηνίας ἐπαγόμενον σφίσι καὶ τὸν ἔτι πρὸς Οὐολούσκους συνεστῶτα.
罗马人通过法比乌斯家族给他们写信得知了这些情况,决定让两位执政官都出征迎击战争,一处是伊特鲁里亚向他们挑起的战争,另一处是仍在与沃尔斯奇人进行着的战争。
§9.18.5Ὁράτιος μὲν οὖν ἄγων δύο τάγματα καὶ ἀπὸ τῶν ἄλλων συμμάχων τοὺς ἱκανοὺς ἐξήγαγε τὴν δύναμιν ἐπὶ Οὐολούσκους.
于是,奥拉提乌斯率领两个军团以及充足的其他盟友兵力,出兵迎战沃尔斯奇人。
Μενήνιος δὲ τοσαύτην στρατιὰν ἑτέραν ἄγων ἐπὶ Τυρρηνοὺς ἔμελλε ποιεῖσθαι τὴν ἔξοδον.
梅内尼乌斯则率领另一支规模相当的军队,准备出发迎击伊特鲁里亚人。
παρασκευαζομένου δʼ αὐτοῦ καὶ τρίβοντος τὸν χρόνον ἔφθη τὸ ἐν Κρεμέρᾳ φρούριον ἐξαιρεθὲν ὑπὸ τῶν πολεμίων, καὶ τὸ Φαβίων γένος ἅπαν ἀπολόμενον.
然而,在他筹备并拖延时间之际克雷梅拉的要塞已先一步被敌人攻取,法比乌斯家族全员覆没。
περὶ δὲ τῆς κατασχούσης τοὺς ἄνδρας συμφορᾶς διττὸς φέρεται λόγος, ὁ μὲν ἧττον πιθανός, ὁ δὲ μᾶλλον τῆς ἀληθείας ἁπτόμενος.
关于降临在这些男子身上的灾难,流传着两种说法,一种较不可信,另一种则更接近事实。
θήσω δʼ αὐτοὺς ἀμφοτέρους, ὡς παρέλαβον.
我将照我所得知的,把两者都记述下来。

词汇与语法注释

  1. 9.18.1τούτοις — 与格 τούτοις 与动词短语 ἐμποδὼν ἐγένετο(“成为……的阻碍”)连用,表示受不利影响的对象,或者作为不定式 πράττειν(“去执行”)的逻辑主语。
  2. 9.18.1εἶξε τὰ παρακινοῦντα καὶ ταραττόμενα — 动词 εἶξε(动词 εἴκω“让步、屈服”的单数第三人称不定过去时)的主语是名词化的中性复数分词 τὰ παρακινοῦντα καὶ ταραττόμενα(“动摇和混乱的事态/人群”)。这符合古典希腊语中性复数主语要求动词使用单数形式的标准语法规则。
  3. 9.18.3ἔπειτα ὑποτίθεταί τις αὐτοῖς ἔγκλημα ποιησαμένοις — 中动/被动语态动词 ὑποτίθεται 在此作中动意(“有人向他们建议/推荐”)。与格分词短语 ἔγκλημα ποιησαμένοις(“以……为借口/怨言”)与间接宾语 αὐτοῖς 保持一致。建议的具体内容由接续的一系列不定式短语(ἀξιοῦν、πολιορκεῖν 及 ποιήσασθαι)来表达。
  4. 9.18.4τόν τʼ ἀπὸ Τυρρηνίας ἐπαγόμενον σφίσι καὶ τὸν ἔτι πρὸς Οὐολούσκους συνεστῶτα — 这是修饰前文名词 τὸν πόλεμον(“战争”)的宾格并列结构。它将两场冲突进行了对比:“一处是从伊特鲁里亚引向他们的(战争)”和“另一处是仍在与沃尔斯奇人进行着的(战争)”,分别由介词短语和分词加以限定。
  5. 9.18.5ἔφθη τὸ ἐν Κρεμέρᾳ φρούριον ἐξαιρεθὲν ... καὶ τὸ Φαβίων γένος ἅπαν ἀπολόμενον — 动词 ἔφθη(动词 φθάνω“比……更早、先一步做某事”的单数第三人称不定过去时)与两个补充性分词 ἐξαιρεθέν 和 ἀπολόμενον 连用。这一惯用构文表示分词所代表的动作发生得更早(“要塞先一步被攻取,且整个家族先一步覆灭”,即在梅内尼乌斯完成筹备之前)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §9.18.1-9.18.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:9.18.1-9.18.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。