§9.1.1τῷ δὲ μετὰ τούτους ἔτει διαφορᾶς γενομένης τῷ δήμῳ πρὸς τὴν βουλὴν περὶ τῶν ἀποδειχθησομένων ὑπάτων·
在他们之后的第二年,平民与元老院之间因即将任命的执政官人选产生了争执。
οἱ μὲν γὰρ ἠξίουν ἀμφοτέρους ἐκ τῶν ἀριστοκρατικῶν ἐπὶ τὴν ἀρχὴν προαγαγεῖν, ὁ δὲ δῆμος ἐκ τῶν ἑαυτῷ κεχαρισμένων·
因为元老院要求从贵族阶层中提升两人担任该职,而平民则要求从讨好他们的人中选拔。
γνωσιμαχήσαντες τέλος συνέπεισαν ἀλλήλους ἀφʼ ἑκάστης μερίδος ὕπατον αἱρεθῆναι·
最终,他们改变了态度,互相妥协,同意从每个派别中各选出一名执政官。
καὶ ἀποδείκνυται Καίσων μὲν Φάβιος τὸ δεύτερον ὑπὸ τῆς βουλῆς, ὁ τὸν Κάσσιον ἐπὶ τῇ τυραννίδι κρίνας, Σπόριος δὲ Φούριος ὑπὸ τῶν δημοτικῶν, ἐπὶ τῆς ἑβδομηκοστῆς καὶ πέμπτης ὀλυμπιάδος ἄρχοντος Ἀθήνησι Καλλιάδου, καθʼ ὃν χρόνον ἐστράτευσε Ξέρξης ἐπὶ §9.1.2τὴν Ἑλλάδα.
于是元老院指派了曾以企图僭主统治罪起诉卡西乌斯的凯索·法比乌斯第二次出任执政官,而平民则指派了斯普里乌斯·富里乌斯。 此时正值第七十五届奥林匹亚运动会,雅典的执政官为卡利亚德斯,也正是在此时,薛西斯出兵攻打希腊。
ἄρτι δὲ παρειληφότων αὐτῶν τὴν ἀρχὴν Λατίνων τε πρέσβεις ἧκον ἐπὶ τὴν βουλὴν δεόμενοι πέμψαι σφίσι τὸν ἕτερον τῶν ὑπάτων μετὰ δυνάμεως, ὃς οὐκ ἐάσει προσωτέρω χωρεῖν τὴν Αἰκανῶν καταφρόνησιν, καὶ Τυρρηνία πᾶσα ἠγγέλλετο κεκινημένη καὶ οὐ διὰ μακροῦ χωρήσουσα εἰς πόλεμον.
他们刚刚接任该职,拉丁人的使者就来到元老院,恳求派两名执政官之一率军前往协助他们,这名执政官将不容许埃奎人的傲慢进一步发展;同时有消息传来,整个伊特鲁里亚已被动员起来,不久将投入战争。
συνήχθη γὰρ εἰς κοινὴν ἐκκλησίαν τὸ ἔθνος, καὶ πολλὰ Οὐιεντανῶν δεηθέντων συνάρασθαι σφίσι τοῦ κατὰ Ῥωμαίων μαίων πολέμου, τέλος ἐξήνεγκεν ἐξεῖναι τοῖς βουλομένοις Τυρρηνῶν μετέχειν τῆς στρατείας·
因为该部族召开了全体大会,在维爱人多次恳求协助他们对罗马人开战之后,大会最终决定,凡愿意参战的伊特鲁里亚人皆可加入远征。
καὶ ἐγένετο χεὶρ ἀξιόμαχος ἡ τοῖς Οὐιεντανοῖς ἑκουσίως τοῦ πολέμου συναραμένη.
于是,一支由自愿参加战争的人组成的、具有足够战斗力的军队协助了维爱人。
ταῦτα μαθοῦσι τοῖς ἐν τέλει Ῥωμαίων ἔδοξε στρατιάς τε καταγράφειν καὶ τοὺς ὑπάτους ἀμφοτέρους ἐξιέναι, τὸν μὲν Αἰκανοῖς τε πολεμήσοντα καὶ Λατίνοις τιμωρὸν ἐσόμενον, τὸν δʼ ἐπὶ
得知此事后,罗马的官员们决定征召军队,并让两位执政官全部出征,其中一人去同埃奎人作战并援助拉丁人,另一人则率军前往伊特鲁里亚。
§9.1.3Τυρρηνίας ἄξοντα τὰς δυνάμεις. ἀντέπραττε δὲ πρὸς ταῦτα Σπόριος Ἰκίλιος τῶν δημάρχων εἷς·
但平民护民官之一斯普里乌斯·伊基利乌斯对此表示反对。
καὶ συνάγων εἰς ἐκκλησίαν τὸν δῆμον ὁσημέραι τὰς περὶ τῆς κληρουχίας ὑποσχέσεις ἀπῄτει παρὰ τῆς βουλῆς καὶ οὐδὲν ἔφη συγχωρήσειν οὔτε τῶν ἐπὶ πόλεμον οὔτε τῶν κατὰ πόλιν ὑπʼ αὐτῆς ψηφιζομένων ἐπιτελεσθῆναι, ἐὰν μὴ τοὺς δέκα ἄνδρας ἀποδείξωσι πρότερον ὁριστὰς τῆς δημοσίας χώρας, καὶ διέλωσι τὴν γῆν, ὡς §9.1.4ὑπέσχοντο τῷ δήμῳ.
他每天都召集平民开会,要求元老院履行关于分配土地的诺言,并声称,除非元老院先指定十人委员会作为公有土地的测绘员,并按照他们向平民承诺的那样分配土地,否则他绝不允准元老院所通过的任何关于战争或城邦内部事务的决议付诸实施。
ἀπορουμένῃ δὲ τῇ βουλῇ καὶ ἀμηχανούσῃ, τί χρὴ ποιεῖν, Ἄππιος Κλαύδιος ὑποτίθεται σκοπεῖν, ὅπως διαστήσεται τὰ τῶν ἄλλων δημάρχων πρὸς αὐτόν, διδάσκων, ὅτι τὸν κωλύοντα καὶ ἐμποδὼν γινόμενον τοῖς δόγμασι τῆς βουλῆς ἱερὸν ὄντα καὶ νόμῳ τὴν ἐξουσίαν ἔχοντα ταύτην ἄλλως οὐκ ἔστι παῦσαι τῆς δυναστείας, ἐὰν μή τις ἕτερος τῶν ἀπὸ τῆς ἴσης τιμῆς καὶ τὴν αὐτὴν ἐξουσίαν ἐχόντων τἀναντία πράττῃ καί, οἷς ἂν ἐκεῖνος ἐμποδὼν γένηται, §9.1.5ταῦτα κωλύῃ.
在元老院不知所措、无计可施之际,阿庇乌斯·克劳狄乌斯建议他们考虑如何让其他护民官与他对立。 他指出,对于一个阻止并妨碍元老院决议的人——因为他是神圣不可侵犯的,且依法享有这一权力——没有其他办法可以终止他的支配权,除非有另一个地位相同、享有同等权力的人采取相反行动,去阻止他所企图阻挠的事。
συνεβούλευέ τε τοῖς αὖθις παραληψομένοις τὴν ἀρχὴν ὑπάτοις τοῦτο πράττειν καὶ σκοπεῖν, ὅπως ἕξουσί τινας ἀεὶ τῶν δημάρχων οἰκείους σφίσι καὶ φίλους·
还建议即将接任该职的执政官们采取这一策略,并留心使护民官中始终有几位是亲近并友好于他们的。
μίαν εἶναι λέγων τῆς ἐξουσίας τοῦ ἀρχείου κατάλυσιν, ἐὰν στασιάζωσι πρὸς ἀλλήλους οἱ ἄνδρες.
他说,消除该官职权力的唯一方法,就是让他们彼此之间产生内讧。