§9.2.1ταύτην εἰσηγησαμένου τὴν γνώμην Ἀππίου δόξαντες αὐτὸν ὀρθῶς παραινεῖν οἵ τε ὕπατοι καὶ τῶν ἄλλων οἱ δυνατώτατοι, πολλῇ θεραπείᾳ διεπράξαντο τοὺς τέτταρας ἐκ τῶν δημάρχων οἰκείους τῇ βουλῇ §9.2.2γενέσθαι.
当阿庇乌斯提出这一建议时,执政官以及其他最有力的人认为他的建议是正确的,于是通过多方拉拢,成功使四位护民官亲近元老院。
οἱ δὲ τέως μὲν λόγῳ μεταπείθειν τὸν Ἰκίλιον ἐπεχείρουν ἀποστῆναι τῶν περὶ τῆς κληρουχίας πολιτευμάτων, ἕως οἱ πόλεμοι λάβωσι τέλος· ὡς δʼ ἠναντιοῦτο καὶ διώμνυτο λόγον τε τὸν αὐθαδέστερον εἰπεῖν ἐτόλμησε τοῦ δήμου παρόντος, ὅτι μᾶλλον ἂν βούλοιτο Τυρρηνοὺς καὶ τοὺς ἄλλους πολεμίους κρατήσαντας τῆς πόλεως ἐπιδεῖν, ἢ τοὺς κατέχοντας τὴν χώραν τὴν δημοσίαν ἀφεῖναι, δόξαντες ἀφορμὴν εἰληφέναι καλὴν πρὸς αὐθάδειαν τοσαύτην τοῦ τἀναντία λέγειν τε καὶ πράττειν, οὐδὲ τοῦ δήμου τὸν λόγον ἡδέως δεξαμένου, κωλύειν αὐτὸν ἔφησαν, καὶ φανερῶς ἔπραττον, ὅσα τῇ βουλῇ τε καὶ τοῖς ὑπάτοις δοκοίη·
起初,这四位护民官试图用言语劝说伊基利乌斯放弃关于分配土地的政治活动,直到战争结束;但由于他表示反对并誓死拒绝,甚至敢于在平民面前发表极其傲慢的言论,声称“他宁愿看到伊特鲁里亚人和其他敌人征服这座城市,也不愿放过那些占有公有地的人”,这几位护民官认为,面对如此巨大的傲慢,他们得到了发表相反意见并采取相反行动的绝佳借口,而且平民也没有愉快地接受他的言论,于是宣布将阻止他,并公开执行元老院和执政官所决定的一切。
§9.2.3μονωθεὶς δʼ Ἰκίλιος οὐδενὸς ἔτι κύριος ἦν.
孤立无援的伊基利乌斯自此不再拥有任何决定权。
μετὰ τοῦθʼ ἡ στρατιὰ κατεγράφετο καί, ὅσων ἔδει τῷ πολέμῳ πάντα ὑπηρετεῖτο, τὰ μὲν ἐκ τῶν δημοσίων, τὰ δʼ ἐκ τῶν ἰδίων ἁπάσῃ προθυμίᾳ· καὶ διὰ τάχους οἱ ὕπατοι διακληρωσάμενοι τὰ στρατεύματα ἐξῄεσαν, Σπόριος μὲν Φούριος ἐπὶ τὰς Αἰκανῶν πόλεις, Καίσων δὲ Φάβιος ἐπὶ Τυρρηνούς.
此后,军队开始征召,战争所需的一切物资都以极大的热情得到了满足,部分来自公款,部分来自私囊;执政官们迅速通过抽签分配了军队并出发,斯普里乌斯·富里乌斯前往埃奎人的城市,凯索·法比乌斯则前往伊特鲁里亚人那里。
§9.2.4Σπορίῳ μὲν οὖν ἅπαντα κατὰ νοῦν ἐχώρησεν οὐχ ὑπομεινάντων εἰς χεῖρας ἐλθεῖν τῶν πολεμίων, καὶ πολλὰ ἐκ τῆς στρατείας ἐξεγένετο χρήματά τε καὶ σώματα λαβεῖν.
对于斯普里乌斯来说,一切都进展得顺心如意,因为敌人没有坚持到交战就退缩了,而且从这次远征中得以获取大量的财物和俘虏。
ἐπῆλθε γὰρ ὀλίγου δεῖν πᾶσαν ὅσην οἱ πολέμιοι χώραν κατεῖχον, ἄγων καὶ φέρων, καὶ τὰ λάφυρα τοῖς στρατιώταις ἅπαντα ἐχαρίσατο.
因为他几乎扫荡了敌人占领的所有土地,一路进行劫掠,并将所有战利品都慷慨地赠送给了士兵。
§9.2.5δοκῶν δὲ καὶ τὸν πρὸ τοῦ χρόνον εἶναι φιλόδημος, ἔτι μᾶλλον ἐκ ταύτης τῆς στρατηγίας ἐθεράπευσε τὸ πλῆθος.
尽管在这段时期之前他也一直被认为是一个亲平民的人,但通过这次担任统帅,他更加讨好了大众。
καί, ἐπειδὴ παρῆλθεν ὁ χρόνος τῆς στρατείας, ἄγων τὴν δύναμιν ὁλόκληρόν τε καὶ ἀπαθῆ χρήμασιν εὔπορον κατέστησε τὴν πατρίδα.
当远征的期限结束时,他率领着完整且无损的军队归来,使祖国在财政上变得富裕起来。