Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §8.89.1-8.89.5

与沃尔斯奇人交战及维斯塔贞女奥皮米亚受刑

第 667 段,共 962 段 · 希腊语

内容简介

罗马军与沃尔斯奇军的激烈战斗未分胜负,双方各自退兵并转入持久战。此时罗马城内出现预示神明愤怒的预兆,经调查发现女祭司奥皮米亚失贞,随后其被处以活埋。

§8.89.1ἐξελθόντων δὲ καὶ τῶν Ῥωμαίων καὶ παραταξαμένων ἰσχυρὰ μάχη γίνεται καὶ ἱππέων καὶ πεζῶν καὶ ψιλῶν ἴσῃ πάντων χρωμένων προθυμίᾳ τε καὶ ἐμπειρίᾳ, καὶ τὸ νικᾶν ἑκάστου παρʼ ἑαυτὸν μόνον τιθεμένου·
当罗马人也出兵并排好阵势时,一场激烈的战斗爆发了,骑兵、步兵和轻装兵全都展现出同等的狂热与经验,且每个人都认为胜利完全取决于自己。
§8.89.2ὡς δὲ νεκροί τʼ αὐτῶν πολλοὶ ἑκατέρωθεν, ἐν ᾧ ἐτάχθησαν χωρίῳ, πεσόντες ἔκειντο, καὶ ἡμιθνῆτες ἔτι πλείους, οἱ δὲ παρὰ τὸν ἀγῶνα καὶ τὰ δεινὰ ἔτι διαμένοντες ὀλίγοι ἦσαν, καὶ οὐδὲ οὗτοι δρᾶν τὰ πολέμου ἔργα δυνάμενοι βαρυνόντων μὲν αὐτοῖς τῶν σκεπαστηρίων τὰς εὐωνύμους χεῖρας διὰ πλῆθος τῶν ἐμπεπηγότων βελῶν, καὶ οὐκ ἐώντων ὑπομένειν τὰς προσβολάς, τετραμμένων δὲ τῶν ἐγχειριδίων τὰς ἀκμάς, ἔστι δʼ ὧν καὶ κατεαγότων ὅλων, οἷς οὐθὲν ἔτι ἦν χρῆσθαι, τοῦ τε κόπου, ὃς διʼ ὅλης ἡμέρας ἀγωνιζομένοις αὐτοῖς πολὺς ἐγεγόνει, παραλύοντος τὰ νεῦρα καὶ τὰς πληγὰς ἀσθενεῖς ποιοῦντος, ἱδρῶτος δὲ καὶ δίψης καὶ ἄσθματος, οἷα ἐν πνιγηρᾷ ὥρᾳ ἔτους τοῖς πολὺν χρόνον ἀγωνιζομένοις συμπίπτειν φιλεῖ, παρʼ ἀμφοτέροις γινομένων, τέλος οὐδὲν ἔλαβεν ἀξιόλογον ἡ μάχη, ἀλλʼ ἀγαπητῶς ἀμφότεροι τῶν στρατηγῶν ἀνακαλουμένων ἀπῆλθον ἐπὶ τοὺς ἑαυτῶν χάρακας·
然而,当双方的大量死者都倒在他们被安置的地方,而半死半伤者人数更多,仍在战斗与险境中坚持的人已经很少,且甚至这些人也无法再履行战斗职责时——因为许多飞矢插在盾牌上,使他们的左手沉重不堪,无法抵挡进攻;短剑的刃尖弯曲,有的甚至完全折断,无法再使用;而整日战斗带给他们的巨大疲劳麻痹了他们的筋骨,使他们的打击变得无力;此外,在一年中闷热的季节里,长时间战斗者常出现的汗水、干渴和喘息也同时袭向双方——最终,这场战斗没有取得任何值得注意的成果,相反,当将军们召回军队时,双方都如释重负地退回了各自的营垒。
καὶ οὐκέτι μετὰ τοῦτʼ ἐξῄεσαν εἰς μάχην οὐδέτεροι, ἀλλʼ ἀντικαθήμενοι παρεφύλαττον ἀλλήλων τὰς ἕνεκα τῶν ἐπιτηδείων γινομένας ἐξόδους.
此后,双方都不再出兵交战,而是对峙着,监视着对方为了获取生活必需品而进行的每一次外出。
§8.89.3ἔδοξε μέντοι καὶ λόγος ἦν ἐν τῇ Ῥώμῃ πολύς, ὡς δυναμένη τότε νικᾶν ἡ Ῥωμαίων δύναμις ἑκουσία μηδὲν ἦν ἐργάσασθαι λαμπρὸν διὰ μῖσός τε τοῦ ὑπάτου καὶ ὀργήν, ἣν εἶχε πρὸς τοὺς πατρικίους ἐπὶ τῷ φενακισμῷ τῆς κληρουχίας.
然而,罗马城内普遍认为并有许多传言说,罗马军队当时本能够获胜,却因对执政官的憎恨以及对贵族在分配土地一事上进行欺骗而怀有的愤怒,而故意不立下任何显赫的战功。
αὐτοὶ δʼ οἱ στρατιῶται τὸν ὕπατον ὡς οὐχ ἱκανὸν στρατηγεῖν ᾐτιῶντο, γράμματα πέμποντες ὡς τοὺς ἐπιτηδείους ἑαυτῶν ἕκαστοι.
士兵们自己也写信给各自的亲友,指责执政官没有能力指挥军队。
καὶ τὰ μὲν ἐπὶ στρατοπέδου γινόμενα τοιαῦτʼ ἦν· ἐν αὐτῇ δὲ τῇ Ῥώμῃ πολλὰ δαιμόνια σημεῖα ἐφαίνετο δηλωτικὰ θείου χόλου κατά τε φωνὰς καὶ ὄψεις ἀήθεις.
营地里发生的事情就是这样;但在罗马城本身,却出现了许多超自然的前兆,通过异常的声音和景象表明了神明的愤怒。
§8.89.4πάντα δʼ εἰς τοῦτο συνέτεινεν, ὡς οἵ τε μάντεις καὶ οἱ τῶν ἱερῶν ἐξηγηταὶ συνενέγκαντες τὰς ἐμπειρίας ἀπεφαίνοντο, ὅτι θεῶν τινες οὐ κομίζονται τὰς νομίμους τιμὰς οὐ καθαρῶς οὐδὲ ὁσίως ἐπιτελουμένων αὐτοῖς τῶν ἱερῶν.
这一切都指向了这一点,正如占卜师和神圣仪式的解释者们汇集他们的经验所表明的那样:由于祭祀没有清白且虔敬地为神明举行,某些神明未能获得他们法定的敬意。
ζήτησις δὴ μετὰ τοῦτο πολλὴ ἐκ πάντων ἐγίνετο, καὶ σὺν χρόνῳ μήνυσις ἀποδίδοται τοῖς ἱεροφάνταις, ὅτι τῶν παρθένων μία τῶν φυλαττουσῶν τὸ ἱερὸν πῦρ, Ὀπιμία ὄνομα αὐτῇ, τὴν παρθενίαν ἀφαιρεθεῖσα μιαίνει τὰ ἱερά.
此后,所有人展开了广泛的调查,不久,向祭司们提出的控告传来,称守护神火的处女之一、名叫奥皮米亚的女子,因失去贞洁而污染了神圣的仪式。
§8.89.5οἱ δʼ ἔκ τε βασάνων καὶ τῶν ἄλλων ἀποδείξεων μαθόντες, ὅτι τὸ μηνυόμενον ἦν ἀδίκημα ἀληθές, αὐτὴν μὲν τῆς κορυφῆς ἀφελόμενοι τὰ στέμματα καὶ πομπεύσαντες διʼ ἀγορᾶς ἐντὸς τείχους ζῶσαν κατώρυξαν· δύο δὲ τοὺς ἐξελεγχθέντας διαπράξασθαι τὴν φθορὰν μαστιγώσαντες ἐν φανερῷ παραχρῆμα ἀπέκτειναν καὶ μετὰ τοῦτο καλὰ τὰ ἱερὰ καὶ τὰ μαντεύματα ὡς ἀφεικότων αὐτοῖς τῶν θεῶν τὸν χόλον, ἐγίνετο.
祭司们通过严刑拷打和其他证据得知所告发的罪行属实,便取下她头上的发带,带她穿过广场游街示众,然后在城墙内将她活埋;而对两名被证实夺去其贞洁的男子,则在众人面前予以鞭笞并立即处死。 在此之后,祭祀和占卜都呈现出吉兆,仿佛神明已经宽恕了对他们的愤怒。

词汇与语法注释

  1. 8.89.1τὸ νικᾶν ἑκάστου παρʼ ἑαυτὸν μόνον τιθεμένου — 在这一属格独立结构中,`ἑκάστου` 是主语,`τιθεμένου` 是分词。动词 `τίθεμαι` 搭配宾格(`τὸ νικᾶν`)与 `παρά` 引导的宾格(`ἑαυτόν`)构成惯用表达,意为“将胜利视作取决于自身”。
  2. 8.89.2βαρυνόντων μὲν αὐτοῖς τῶν σκεπαστηρίων... — 在由连词 `ὡς`(当……时/由于)引导的冗长的时间/原因从句中,并列了多个属格独立结构(`βαρυνόντων μὲν...`、`τετραμμένων δέ...`、`παραλύοντος...`、`γινομένων...`),用以列举士兵疲惫与困顿的原因。主句为 `τέλος οὐδὲν ἔλαβεν ἀξιόλογον ἡ μάχη`。
  3. 8.89.3μηδὲν ἦν ἐργάσασθαι λαμπρόν — 未完成过去时 `ἦν` 后接不定式(`ἐργάσασθαι`)表示可能性(“能够做”)。与否定词 `μηδέν` 连用,意为“(罗马军队)未能做出任何显赫的事”。其主语是前文的 `ἡ Ῥωμαίων δύναμις`(罗马军队)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §8.89.1-8.89.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.89.1-8.89.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。