§8.86.1Ῥωμαῖοι μὲν οὖν ἐν τούτοις ἦσαν· Οὐολοῦσκοι δʼ, ἐπειδὴ ἡμέρα τʼ ἐγένετο καὶ ἔγνωσαν τοὺς πολεμίους ἐκλελοιπότας τὸν χάρακα, προσελθόντες κατεστρατοπέδευσαν.
却说罗马人处于如此境地;而沃尔斯奇人在天亮后,得知敌人已经放弃了营垒,便上前并在那里安营扎寨。
σκυλεύσαντες δὲ τοὺς τῶν πολεμίων νεκροὺς καὶ τοὺς ἡμιθνῆτας, οἷς σωθήσεσθαι ἐλπὶς ἦν, ἀνελόμενοι ταφάς τε ποιησάμενοι τῶν σφετέρων νεκρῶν, εἰς τὴν ἐγγυτάτω πόλιν Ἄντιον ἀνέζευξαν·
他们剥去了敌人死者的甲胄,收容了那些尚有生存希望的半死不活者,并埋葬了自己人的尸体后,便向最近的城市安提乌姆撤退。
ἔνθα παιανίζοντες ἐπὶ τῇ νίκῃ καὶ θύοντες ἐν ἅπασιν ἱεροῖς εἰς εὐπαθείας καὶ ἡδονὰς ταῖς ἑξῆς ἡμέραις ἐτράποντο.
在那里,他们为胜利唱起凯歌,在所有的神殿中举行祭祀,在接下来的几天里转向尽情欢乐与享受。
§8.86.2εἰ μὲν οὖν ἐπὶ τῆς τότε νίκης διέμειναν καὶ μηδὲν ἐπεξειργάσαντο, καλὸν ἂν αὐτοῖς εἰλήφει τέλος ὁ ἀγών.
因此,如果他们满足于当时的胜利而不再采取进一步的行动,这场争斗对他们来说本可以有一个美好的结局。
Ῥωμαῖοι γὰρ οὐκ ἂν ὑπέμειναν ἔτι προελθεῖν ἐκ τοῦ χάρακος ἐπὶ πολέμῳ, ἀγαπητὸν δʼ ἂν ἦν, εἰ ἀπῆλθον ἐκ τῆς πολεμίας, κρείττονα τοῦ προδήλου θανάτου τὴν ἄδοξον ἡγησάμενοι φυγήν.
因为罗马人本无法再忍受走出营垒去交战,如果能离开敌境,将默默无闻的逃跑视为优于显而易见的死亡,他们就该心满意足了。
νῦν δὲ τοῦ πλείονος ὀρεγόμενοι καὶ τὴν ἐκ τῆς προτέρας νίκης δόξαν ἀπέβαλον.
然而,现在由于他们贪求更多,反而连先前胜利带来的名声也丧失了。
§8.86.3ἀκούοντες γὰρ παρά τε κατασκόπων καὶ τῶν ἐκ τοῦ χάρακος ἀποδεδρακότων, ὅτι κομιδῇ τʼ εἰσὶν οἱ σωθέντες Ῥωμαίων ὀλίγοι καὶ τούτων οἱ πλείους τραυματίαι, πολλὴν αὐτῶν ἐποιήσαντο καταφρόνησιν, καὶ αὐτίκα τὰ ὅπλα ἁρπάσαντες ἔθεον ἐπʼ αὐτούς.
因为他们从侦察员以及从营垒中逃跑出来的人那里听说,罗马人幸存者确实极少,且其中大多数人都受了伤,于是对他们产生了极大的轻蔑,立即拿起武器向他们奔袭而去。
πολὺ δὲ καὶ τὸ ἄνοπλον αὐτοῖς ἐκ τῆς πόλεως εἵπετο κατὰ θέαν τοῦ ἀγῶνος καὶ ἅμα ἐφʼ ἁρπαγήν τε καὶ ὠφέλειαν.
大批未武装的群众也从城市里跟随他们前来,既是为了观看战斗,同时也为了抢劫和获取好处。
§8.86.4ἐπεὶ δὲ προσβαλόντες τῷ λόφῳ τόν τε χάρακα περιέστησαν καὶ τὰ περισταυρώματα διασπᾶν ἐπεχείρουν, πρῶτοι μὲν οἱ τῶν Ῥωμαίων ἱππεῖς πεζοὶ μαχόμενοι διὰ τὴν τοῦ χωρίου φύσιν ἐξέδραμον ἐπʼ αὐτούς, ἔπειτα τούτων κατόπιν οἱ καλούμενοι τριάριοι πυκνώσαντες τοὺς λόχους·
当他们进攻山丘并包围了营垒,试图拆毁木栅时,首先是罗马的骑兵由于地形的缘故,作为步兵作战冲向了他们,随后在他们后方,被称为三线兵(后备兵)的人紧密了队伍跟进。
οὗτοι δʼ εἰσὶν οἱ πρεσβύτατοι τῶν στρατευομένων, οἷς τὰ στρατόπεδα ἐπιτρέπουσι φυλάττειν, ὅταν ἐξίωσιν εἰς τὴν μάχην, καὶ ἐφʼ οὓς τελευταίους, ὅταν ἀθρόα γένηται τῶν ἐν ἀκμῇ φθορά, σπανίζοντες ἑτέρας ἐπικουρίας καταφεύγουσι διὰ τὴν ἀνάγκην.
这些人是服役者中最年长的人,当其他人出战时,营垒的守备工作便托付给他们,并且当正值壮年的士兵遭到大批歼灭、缺乏其他救援而被迫无可奈何之时,他们是最后的退路。
οἱ δʼ Οὐολοῦσκοι §8.86.5κατʼ ἀρχὰς μὲν ἐδέξαντο τὴν ἔφοδον αὐτῶν καὶ μέχρι πολλοῦ διέμενον ἐκθύμως ἀγωνιζόμενοι, ἔπειτα διὰ τὴν τοῦ χωρίου φύσιν μειονεκτοῦντες ὑπεχώρουν, καὶ τέλος ὀλίγα μὲν τοὺς πολεμίους καὶ οὐκ ἄξια λόγου ἐργασάμενοι, πλείω δʼ αὐτοὶ παθόντες κακὰ ὑπεχώρησαν εἰς τὸ πεδίον.
而沃尔斯奇人,起初迎击了他们的进攻,并在很长一段时间里保持着昂扬的斗志继续战斗,但随后由于地形原因处于劣势而退却,最终他们只对敌人造成了微不足道、不值一提的伤害,自己却遭受了更多的损失,退回到了平原。
ἔνθα καταστρατοπεδευσάμενοι ταῖς ἑξῆς ἡμέραις ἐξέταττον τὴν δύναμιν καὶ προὐκαλοῦντο τοὺς Ῥωμαίους εἰς μάχην, οἱ δʼ οὐκ ἀντεξῄεσαν.
他们在那里安营扎寨,在随后的日子里列队整军,挑战罗马人出来交战,但罗马人并没有出击迎战。
§8.86.6ὡς δὲ τοῦτʼ εἶδον καταφρονήσαντες αὐτῶν οἱ Οὐολοῦσκοι συνεκάλουν ἐκ τῶν πόλεων δυνάμεις καὶ παρεσκευάζοντο ὡς ἐξελοῦντες πολυχειρίᾳ τὸ φρούριον·
沃尔斯奇人看到这种情况,对他们产生了轻蔑,便从各城市召集军队,准备依靠人多势众来攻取这个堡垒。
ῥᾳδίως τʼ ἂν ἐξειργάσαντο μέγα ἔργον ὑπάτου τε καὶ Ῥωμαϊκῆς δυνάμεως ἢ βίᾳ κρατήσαντες ἢ καὶ ὁμολογίαις·
不论是通过武力压制,还是通过迫使其投降,他们本可以轻易地对执政官和罗马军队取得重大的战果。
οὐδὲ γὰρ τῶν ἐπιτηδείων ἔτι εὐπόρει τὸ χωρίον·
因为该地甚至已经不再拥有充足的物资。
ἔφθη δὲ πρότερον ἐπικουρία Ῥωμαίοις ἐλθοῦσα, ὑφʼ ἧς ἐκωλύθησαν οἱ Οὐολοῦσκοι τὸ κάλλιστον ἐπιθεῖναι τῷ πολέμῳ τέλος.
然而,罗马人的援军更早一步到达,沃尔斯奇人因此被阻止为这场战争画上最完美的句号。
§8.86.7ὁ γὰρ ἕτερος τῶν ὑπάτων Καίσων Φάβιος μαθών, ἐν αἷς ἦν τύχαις ἡ παραταξαμένη Οὐολούσκοις δύναμις, ἐβούλετο μὲν ὡς εἶχε τάχους ἅπασαν ἄγων τὴν δύναμιν εὐθὺς ἐπιέναι τοῖς πολιορκοῦσι τὸ φρούριον.
因为另一位执政官凯索·法比乌斯在得知与沃尔斯奇人对峙的军势处于何种境地后,本想以最快的速度率领全军,直接前去袭击那些包围堡垒的敌人。
ὡς δʼ οὐκ ἐγίνετο αὐτῷ θυομένῳ τε καὶ οἰωνοῖς χρωμένῳ τὰ ἱερὰ καλά, ἀλλʼ ἠναντιοῦτο πρὸς τὰς ἐξόδους αὐτοῦ τὸ δαιμόνιον, αὐτὸς μὲν ὑπέμεινε, τὰς δὲ κρατίστας ἐπιλεξάμενος σπείρας ἀπέστειλε τῷ συνάρχοντι.
然而,当他举行祭祀并观察鸟占时,祭品并未显示吉兆,反而神意反对他的出击,于是他自己留了下来,但选拔了最精锐的步兵大队派遣给他的同僚。
§8.86.8αἱ δὲ διά τʼ ὀρῶν ἀφανῶς καὶ νύκτωρ τὰ πολλὰ ποιησάμεναι τὰς ὁδοὺς εἰσῆλθον εἰς τὸν χάρακα τοὺς πολεμίους λαθοῦσαι.
这些部队通过山路隐秘地、且大多在夜间行军,在没有被敌人发现的情况下进入了营垒。
ὁ μὲν οὖν Αἰμίλιος θρασύτερος ἐγεγόνει τῇ παρουσίᾳ τῶν συμμάχων, οἱ δὲ πολέμιοι τῷ τε πλήθει τῷ σφετέρῳ εἰκῆ πίσυνοι καὶ διὰ τὸ μὴ ἐπεξιέναι τοὺς Ῥωμαίους εἰς μάχην ἐπαρθέντες ἀνέβαινον ἐπὶ τὸ ὄρος πυκνώσαντες τοὺς λόχους·
因此,埃米利乌斯因盟军的到来而变得更加大胆,而敌人则盲目地信赖自己的人数,并因罗马人不出击交战而受到鼓舞,紧密了队伍向山上爬来。
καὶ οἱ Ῥωμαῖοι παρέντες αὐτοὺς ἀναβῆναι καθʼ ἡσυχίαν καὶ πολλὰ πονεῖν περὶ τῷ σταυρώματι ἐάσαντες, ἐπειδὴ τὰ σημεῖα ἤρθη τῆς μάχης διασπάσαντες κατὰ πολλὰ μέρη τὸν χάρακα ἐμπίπτουσιν αὐτοῖς·
罗马人容许他们安静地爬上来,让他们在木栅周围精疲力竭,当战斗的信号升起时,他们从多处拆毁了营垒,扑向敌人。
καὶ οἱ μὲν εἰς χεῖρας καταστάντες τοῖς ξίφεσιν ἐμάχοντο, οἱ δʼ ἀπὸ τῶν ἐρυμάτων λίθοις τε καὶ σαυνίοις καὶ λόγχαις τοὺς ἐπιόντας ἔβαλλον, βέλος δʼ οὐδὲν ἄσκοπον ἦν πεπιλημένων γʼ ἐν βραχεῖ χωρίῳ πολλῶν.
有的人展开肉搏用剑厮杀,有的人则从防御工事上用石头、标枪和长枪投掷进攻者,由于许多人挤在狭窄的地方,没有一发武器是失去目标的。
§8.86.9ἀπαράττονται δὴ τοῦ λόφου πολλοὺς σφῶν ἀποβαλόντες οἱ Οὐολοῦσκοι καὶ εἰς φυγὴν ὁρμήσαντες μόγις εἰς τὸν ἴδιον ἀποσώζονται χάρακα.
沃尔斯奇人损失了许多人,被逐下了山丘,开始溃逃,好不容易才逃回了自己的营垒。
Ῥωμαῖοι δʼ ὡς ἐν ἀσφαλείᾳ τέως ὄντες ἤδη κατέβαινον ἐπὶ τοὺς ἀγροὺς αὐτῶν· ἐξ ὧν ἐπισιτισμοὺς καὶ τἆλλα, ὅσων σπάνις ἦν ἐν τῷ χάρακι, ἐλάμβανον.
罗马人由于暂时处于安全之中,便下到他们的田野里,从中获取粮食以及其他在营垒中缺乏的物资。