§8.86.1Ῥωμαῖοι μὲν οὖν ἐν τούτοις ἦσαν· Οὐολοῦσκοι δʼ, ἐπειδὴ ἡμέρα τʼ ἐγένετο καὶ ἔγνωσαν τοὺς πολεμίους ἐκλελοιπότας τὸν χάρακα, προσελθόντες κατεστρατοπέδευσαν.
The Romans, then, were in these circumstances; but the Volscians, when day came and they knew that the enemy had abandoned their camp, came up and encamped.
σκυλεύσαντες δὲ τοὺς τῶν πολεμίων νεκροὺς καὶ τοὺς ἡμιθνῆτας, οἷς σωθήσεσθαι ἐλπὶς ἦν, ἀνελόμενοι ταφάς τε ποιησάμενοι τῶν σφετέρων νεκρῶν, εἰς τὴν ἐγγυτάτω πόλιν Ἄντιον ἀνέζευξαν· ἔνθα παιανίζοντες ἐπὶ τῇ νίκῃ καὶ θύοντες ἐν ἅπασιν ἱεροῖς εἰς εὐπαθείας καὶ ἡδονὰς ταῖς ἑξῆς ἡμέραις ἐτράποντο.
And having stripped the dead of the enemy and taken up those who were half-dead, for whom there was hope of survival, and having buried their own dead, they marched to Antium, the nearest city; there, singing paeans for the victory and sacrificing in all the temples, they turned to festivities and pleasures in the following days.
§8.86.2εἰ μὲν οὖν ἐπὶ τῆς τότε νίκης διέμειναν καὶ μηδὲν ἐπεξειργάσαντο, καλὸν ἂν αὐτοῖς εἰλήφει τέλος ὁ ἀγών.
If, therefore, they had rested on that victory and had attempted nothing further, the contest would have had a fine end for them.
Ῥωμαῖοι γὰρ οὐκ ἂν ὑπέμειναν ἔτι προελθεῖν ἐκ τοῦ χάρακος ἐπὶ πολέμῳ, ἀγαπητὸν δʼ ἂν ἦν, εἰ ἀπῆλθον ἐκ τῆς πολεμίας, κρείττονα τοῦ προδήλου θανάτου τὴν ἄδοξον ἡγησάμενοι φυγήν.
For the Romans would not have dared to go out of their camp again for war, but would have been glad if they could depart from the enemy's land, considering an inglorious flight better than certain death.
νῦν δὲ τοῦ πλείονος ὀρεγόμενοι καὶ τὴν ἐκ τῆς προτέρας νίκης δόξαν ἀπέβαλον.
But as it was, by aiming for more, they lost even the glory of their former victory.
§8.86.3ἀκούοντες γὰρ παρά τε κατασκόπων καὶ τῶν ἐκ τοῦ χάρακος ἀποδεδρακότων, ὅτι κομιδῇ τʼ εἰσὶν οἱ σωθέντες Ῥωμαίων ὀλίγοι καὶ τούτων οἱ πλείους τραυματίαι, πολλὴν αὐτῶν ἐποιήσαντο καταφρόνησιν, καὶ αὐτίκα τὰ ὅπλα ἁρπάσαντες ἔθεον ἐπʼ αὐτούς.
For hearing from scouts and from those who had run away from the camp, that those of the Romans who had been saved were utterly few and most of them wounded, they conceived a great contempt for them, and immediately snatching up their arms they rushed against them.
πολὺ δὲ καὶ τὸ ἄνοπλον αὐτοῖς ἐκ τῆς πόλεως εἵπετο κατὰ θέαν τοῦ ἀγῶνος καὶ ἅμα ἐφʼ ἁρπαγήν τε καὶ ὠφέλειαν.
And a great crowd of unarmed people also followed them from the city, to see the battle and at the same time for plunder and gain.
§8.86.4ἐπεὶ δὲ προσβαλόντες τῷ λόφῳ τόν τε χάρακα περιέστησαν καὶ τὰ περισταυρώματα διασπᾶν ἐπεχείρουν, πρῶτοι μὲν οἱ τῶν Ῥωμαίων ἱππεῖς πεζοὶ μαχόμενοι διὰ τὴν τοῦ χωρίου φύσιν ἐξέδραμον ἐπʼ αὐτούς, ἔπειτα τούτων κατόπιν οἱ καλούμενοι τριάριοι πυκνώσαντες τοὺς λόχους· οὗτοι δʼ εἰσὶν οἱ πρεσβύτατοι τῶν στρατευομένων, οἷς τὰ στρατόπεδα ἐπιτρέπουσι φυλάττειν, ὅταν ἐξίωσιν εἰς τὴν μάχην, καὶ ἐφʼ οὓς τελευταίους, ὅταν ἀθρόα γένηται τῶν ἐν ἀκμῇ φθορά, σπανίζοντες ἑτέρας ἐπικουρίας καταφεύγουσι διὰ τὴν ἀνάγκην.
When, having attacked the hill, they surrounded the camp and began attempting to tear down the palisades, first the Roman cavalry, fighting on foot because of the nature of the terrain, rushed out against them, then after them those called triarii, closing their ranks; these are the oldest of those on campaign, to whom they commit the camps to guard when they go out to battle, and to whom as a last resort, when there is a wholesale destruction of those in their prime, lacking any other aid, they flee from necessity.
οἱ δʼ Οὐολοῦσκοι §8.86.5κατʼ ἀρχὰς μὲν ἐδέξαντο τὴν ἔφοδον αὐτῶν καὶ μέχρι πολλοῦ διέμενον ἐκθύμως ἀγωνιζόμενοι, ἔπειτα διὰ τὴν τοῦ χωρίου φύσιν μειονεκτοῦντες ὑπεχώρουν, καὶ τέλος ὀλίγα μὲν τοὺς πολεμίους καὶ οὐκ ἄξια λόγου ἐργασάμενοι, πλείω δʼ αὐτοὶ παθόντες κακὰ ὑπεχώρησαν εἰς τὸ πεδίον.
And the Volscians, at first received their attack and for a long time remained fighting eagerly, then, being at a disadvantage because of the nature of the terrain, they fell back, and finally, having done little damage to the enemy and not worth mentioning, while suffering greater losses themselves, they retreated to the plain.
ἔνθα καταστρατοπεδευσάμενοι ταῖς ἑξῆς ἡμέραις ἐξέταττον τὴν δύναμιν καὶ προὐκαλοῦντο τοὺς Ῥωμαίους εἰς μάχην, οἱ δʼ οὐκ ἀντεξῄεσαν.
There, having encamped, in the following days they drew up their forces and challenged the Romans to battle, but they did not march out against them.
§8.86.6ὡς δὲ τοῦτʼ εἶδον καταφρονήσαντες αὐτῶν οἱ Οὐολοῦσκοι συνεκάλουν ἐκ τῶν πόλεων δυνάμεις καὶ παρεσκευάζοντο ὡς ἐξελοῦντες πολυχειρίᾳ τὸ φρούριον· ῥᾳδίως τʼ ἂν ἐξειργάσαντο μέγα ἔργον ὑπάτου τε καὶ Ῥωμαϊκῆς δυνάμεως ἢ βίᾳ κρατήσαντες ἢ καὶ ὁμολογίαις· οὐδὲ γὰρ τῶν ἐπιτηδείων ἔτι εὐπόρει τὸ χωρίον· ἔφθη δὲ πρότερον ἐπικουρία Ῥωμαίοις ἐλθοῦσα, ὑφʼ ἧς ἐκωλύθησαν οἱ Οὐολοῦσκοι τὸ κάλλιστον ἐπιθεῖναι τῷ πολέμῳ τέλος.
When the Volscians saw this, despising them, they summoned forces from the cities and prepared to capture the stronghold by superior numbers; and they would easily have achieved a great exploit over the consul and the Roman force, either conquering by force or by capitulation; for the place was no longer well supplied with provisions; but a reinforcement reached the Romans beforehand, by which the Volscians were prevented from putting the finest end to the war.
§8.86.7ὁ γὰρ ἕτερος τῶν ὑπάτων Καίσων Φάβιος μαθών, ἐν αἷς ἦν τύχαις ἡ παραταξαμένη Οὐολούσκοις δύναμις, ἐβούλετο μὲν ὡς εἶχε τάχους ἅπασαν ἄγων τὴν δύναμιν εὐθὺς ἐπιέναι τοῖς πολιορκοῦσι τὸ φρούριον.
For the other consul, Caeso Fabius, having learned in what fortune the force that had drawn up against the Volscians was, wished indeed with all speed to lead his entire force and immediately advance against those besieging the stronghold.
ὡς δʼ οὐκ ἐγίνετο αὐτῷ θυομένῳ τε καὶ οἰωνοῖς χρωμένῳ τὰ ἱερὰ καλά, ἀλλʼ ἠναντιοῦτο πρὸς τὰς ἐξόδους αὐτοῦ τὸ δαιμόνιον, αὐτὸς μὲν ὑπέμεινε, τὰς δὲ κρατίστας ἐπιλεξάμενος σπείρας ἀπέστειλε τῷ συνάρχοντι.
But when, as he sacrificed and consulted auspices, the victims did not prove favorable, but the divinity opposed his departure, he himself remained, but having selected the strongest cohorts, he sent them to his colleague.
§8.86.8αἱ δὲ διά τʼ ὀρῶν ἀφανῶς καὶ νύκτωρ τὰ πολλὰ ποιησάμεναι τὰς ὁδοὺς εἰσῆλθον εἰς τὸν χάρακα τοὺς πολεμίους λαθοῦσαι.
And these, having made their way through the mountains invisibly and for the most part by night, entered the camp without being noticed by the enemy.
ὁ μὲν οὖν Αἰμίλιος θρασύτερος ἐγεγόνει τῇ παρουσίᾳ τῶν συμμάχων, οἱ δὲ πολέμιοι τῷ τε πλήθει τῷ σφετέρῳ εἰκῆ πίσυνοι καὶ διὰ τὸ μὴ ἐπεξιέναι τοὺς Ῥωμαίους εἰς μάχην ἐπαρθέντες ἀνέβαινον ἐπὶ τὸ ὄρος πυκνώσαντες τοὺς λόχους· καὶ οἱ Ῥωμαῖοι παρέντες αὐτοὺς ἀναβῆναι καθʼ ἡσυχίαν καὶ πολλὰ πονεῖν περὶ τῷ σταυρώματι ἐάσαντες, ἐπειδὴ τὰ σημεῖα ἤρθη τῆς μάχης διασπάσαντες κατὰ πολλὰ μέρη τὸν χάρακα ἐμπίπτουσιν αὐτοῖς· καὶ οἱ μὲν εἰς χεῖρας καταστάντες τοῖς ξίφεσιν ἐμάχοντο, οἱ δʼ ἀπὸ τῶν ἐρυμάτων λίθοις τε καὶ σαυνίοις καὶ λόγχαις τοὺς ἐπιόντας ἔβαλλον, βέλος δʼ οὐδὲν ἄσκοπον ἦν πεπιλημένων γʼ ἐν βραχεῖ χωρίῳ πολλῶν.
So Aemilius had become bolder by the presence of the allies, while the enemy, blindly trusting in their own multitude and elated because the Romans did not march out to battle, began to ascend the mountain, closing their ranks; and the Romans, having allowed them to ascend in peace and letting them labor hard around the palisades, when the signals for battle were raised, tore down the rampart in many places and fell upon them; and some, engaging hand-to-hand, fought with swords, while others from the fortifications threw stones, javelins, and spears at those advancing, and no missile missed its mark, since many were crowded together in a narrow space.
§8.86.9ἀπαράττονται δὴ τοῦ λόφου πολλοὺς σφῶν ἀποβαλόντες οἱ Οὐολοῦσκοι καὶ εἰς φυγὴν ὁρμήσαντες μόγις εἰς τὸν ἴδιον ἀποσώζονται χάρακα.
And so the Volscians were driven down from the hill, having lost many of their men, and rushing into flight, they barely escaped to their own camp.
Ῥωμαῖοι δʼ ὡς ἐν ἀσφαλείᾳ τέως ὄντες ἤδη κατέβαινον ἐπὶ τοὺς ἀγροὺς αὐτῶν· ἐξ ὧν ἐπισιτισμοὺς καὶ τἆλλα, ὅσων σπάνις ἦν ἐν τῷ χάρακι, ἐλάμβανον.
And the Romans, now being in safety for the time being, came down to their fields, from which they took provisions and other things of which there had been a scarcity in the camp.