§8.85.1οἱ δʼ ὑπολαβόντες αὐτοὺς ἄρχειν φυγῆς ἠκολούθουν βάδην μὲν ἀπιοῦσι καὶ αὐτοὶ σὺν κόσμῳ ἑπόμενοι, ἐπειδὴ δὲ δρόμῳ χωροῦντας ἐπὶ τὸν χάρακα ἐθεάσαντο, ταχείᾳ καὶ αὐτοὶ διώξει καὶ ἀσυντάκτῳ χρώμενοι.
罗马人以为敌人开始逃跑,在对方步行撤退时,他们自己也保持着秩序跟在后面;但当他们看到敌人跑向营垒时,他们也展开了迅速而无秩序的追击。
οἱ δὲ δὴ τελευταῖοί τε καὶ ὀπισθοφυλακοῦντες λόχοι νεκρούς τʼ ἐσκύλευον, ὡς κεκρατηκότες ἤδη τῶν πολεμίων, καὶ ἐφʼ ἁρπαγὴν τῆς χώρας ἐτράποντο.
而那些殿后和负责后卫的队,由于以为已经战胜了敌人,便开始剥取死者的甲胄,并转向去掠夺该地区。
§8.85.2μαθόντες δʼ οἱ Οὐολοῦσκοι ταῦτʼ οἵ τε δόξαν παρασχόντες φυγῆς, ἐπειδὴ τοῖς ἐρύμασι τοῦ χάρακος ἐπλησίασαν, ὑποστραφέντες ἔστησαν, καὶ οἱ καταλειφθέντες ἐν τῷ στρατοπέδῳ τὰς πύλας ἀναπετάσαντες ἐξέδραμον ἀθρόοι κατὰ πολλὰ μέρη·
沃尔斯奇人得知此事后,那些假装逃跑的人在接近营垒防线时转过身来,站稳了脚跟,而留在营地里的人也敞开大门,从许多地方一齐冲了出来。
γίνεταί τʼ αὐτῶν παλίντροπος ἡ μάχη· οἱ μὲν γὰρ διώκοντες ἔφευγον, οἱ δὲ φεύγοντες ἐδίωκον.
他们的战斗于是发生逆转:原本追击的人开始逃跑,而原本逃跑的人则反过来追击。
ἔνθα πολλοὶ καὶ ἀγαθοὶ Ῥωμαίων θνήσκουσιν οἷα εἰκὸς ὠθούμενοι κατὰ πρανοῦς χωρίου καὶ ὑπὸ πολλῶν ὀλίγοι κυκλωθέντες.
在那里,许多优秀的罗马人牺牲了,因为他们在下坡的 terrain 上被推搡,并且由于人数稀少而被多数敌人包围,这自然是必然的结果。
§8.85.3ἀδελφὰ δὲ τούτοις ἔπασχον, ὅσοι πρὸς σκῦλά τε καὶ ἁρπαγὰς τραπόμενοι τὸ ἐν κόσμῳ τε καὶ τάξει ὑποχωρεῖν ἀφῃρέθησαν·
那些由于转向搜刮战利品和劫掠,因而被夺去了保持秩序和阵型进行撤退的机会的人,也遭遇了与他们相似的命运。
καὶ γὰρ καὶ οὗτοι καταληφθέντες ὑπὸ τῶν πολεμίων οἱ μὲν ἐσφάγησαν, οἱ δʼ αἰχμάλωτοι ἐλήφθησαν.
因为这些人也被敌人追上,有的被杀害,有的被俘虏。
ὅσοι δὲ τούτων τε καὶ τῶν ἀπὸ τοῦ ὄρους ἀπαραχθέντων διεσώθησαν, ὀψὲ τῆς ὥρας τῶν ἱππέων αὐτοῖς ἐπιβοηθησάντων, ἀπῆλθον ἐπὶ τὸν χάρακα.
然而,在这些人以及从山上被驱逐下来的人当中,所有幸存下来的人,在深夜骑兵前来援助他们之后,退回到了营垒。
ἐδόκει τʼ αὐτοῖς συλλαβέσθαι τοῦ μὴ πασσυδὶ διαφθαρῆναι χειμὼν πολὺς ἐξ οὐρανοῦ καταρραγεὶς καὶ σκότος, οἷον ἐν ταῖς βαθείαις ὁμίχλαις γίνεται, ὃ τοῖς πολεμίοις ὄκνον τῆς ἐπὶ πλέον διώξεως παρέσχεν οὐ δυναμένοις τὰ πόρρω καθορᾶν.
在他们看来,天空中骤然降下的大风暴和如同深雾中产生的黑暗,对他们免于全军覆没起到了帮助作用,这使得无法看清远处的敌人对进一步的追击产生了犹豫。
§8.85.4τῇ δʼ ἐπιούσῃ νυκτὶ ἀναστήσας τὴν στρατιὰν ὁ ὕπατος ἀπῆγε σιγῇ καὶ ἐν κόσμῳ, λαθεῖν τοὺς πολεμίους προνοούμενος· καὶ κατεστρατοπέδευσε παρὰ πόλει λεγομένῃ Λογγόλᾳ περὶ δείλην ὀψίαν, γήλοφον ἱκανὸν ἐρύκειν τοὺς ἐπιόντας ἐκλεξάμενος.
在随后的夜里,执政官拔营起兵,在注意不被敌人发现的情况下,安静且井然有序地率军离去;他在傍晚时分,选择了一座足以抵御来犯之敌的山丘,在名为隆戈拉的城市附近安营扎寨。
ἔνθα ὑπομένων τούς τε ὑπὸ τραυμάτων κάμνοντας ἀνεκτᾶτο θεραπείαις, καὶ τοὺς ἀδημονοῦντας ἐπὶ τῇ παραδόξῳ τοῦ πάθους αἰσχύνῃ παραμυθούμενος ἀνελάμβανε.
他在那里停留期间,通过治疗使因伤受苦的士兵得以康复,并安慰和振作了那些因这次意外失败的耻辱而感到沮丧的人。