Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §8.82.1-8.82.6

执政官出征与平民抵制百人队会议选举

第 660 段,共 962 段 · 希腊语

内容简介

在执政官成功出征并取得胜利后,贵族推举具有强烈贵族倾向的人竞选下一任执政官以压制平民。平民因不满百人队会议中投票权严重偏向富裕阶层的不平等现象,最终选择抵制并退出选举。

§8.82.1ἐπεὶ δὲ κατεγράφη τὰ στρατεύματα, παραλαβόντες οἱ ὕπατοι τὰς δυνάμεις ἐξήγαγον ἐπὶ τοὺς πολεμίους.
当军队征召完毕,执政官们率领部队向敌人进军。
Κορνήλιος μὲν οὖν εἰς τὴν Οὐιεντανῶν χώραν ἐμβαλὼν τὴν ἐγκαταληφθεῖσαν λείαν ἐν αὐτῇ ἀπήλασε, καὶ μετὰ ταῦτα πρεσβευσαμένων τῶν Οὐιεντανῶν τούς τʼ αἰχμαλώτους αὐτοῖς ἀπέλυσε χρημάτων, καὶ ἀνοχὰς τοῦ πολέμου συνέθετο ἐνιαυσίους.
于是,科尔内利乌斯入侵维恩塔尼人的领土,驱走了留在其中的战利品,此后,在维恩塔尼人派遣使者之后,他以赎金释放了他们的俘虏,并缔结了一年的休战协定。
Φάβιος δὲ τὴν ἑτέραν δύναμιν ἔχων εἰς τὴν Αἰκανῶν γῆν ἐνέβαλεν· ἔπειτʼ ἐκεῖθεν εἰς τὴν Οὐολούσκων.
而法比乌斯则率领另一支军队入侵了埃卡尼人的土地,接着又从那里侵入沃尔斯奇人的土地。
§8.82.2χρόνον μὲν οὖν τινα οὐ πολὺν ἠνέσχοντο οἱ Οὐολοῦσκοι διαρπαζομένων αὐτοῖς καὶ κειρομένων τῶν ἀγρῶν· ἔπειτα καταφρονήσαντες τῶν Ῥωμαίων ὡς οὐ πολλῇ δυνάμει παρόντων ἐξεβοήθουν ἐκ τῆς Ἀντιατῶν χώρας τὰ ὅπλα ἁρπάσαντες ἀθρόοι, ταχύτερα μᾶλλον ἢ ἀσφαλέστερα βουλευσάμενοι.
起初,沃尔斯奇人在一段时间内忍受着他们的田野被掠夺和蹂躏;但随后,他们轻视罗马人,认为其兵力并不雄厚,便从安提亚特的领土上拿起武器成群结队地出兵救援,他们的决策与其说是安全,不如说是过于仓促。
εἰ μὲν οὖν ἔφθασαν ἐσκεδασμένοις τοῖς Ῥωμαίοις ἐπιφανέντες ἐκ τοῦ ἀπροσδοκήτου, μεγάλην ἂν αὐτῶν εἰργάσαντο τροπήν· νῦν δὲ προαισθόμενος τὴν ἔφοδον αὐτῶν ὁ ὕπατος διὰ τῶν ἀποσταλέντων ἐπὶ τὰς κατασκοπάς, ἀνακλήσει ταχείᾳ τοὺς ἐν ταῖς προνομαῖς ἐσκεδασμένους ἀναλαβών, τάξιν αὐτοῖς ἀπέδωκε τὴν εἰς πόλεμον ἁρμόττουσαν.
如果他们能乘着罗马人分散之际出其不意地出现,本会让他们大败;但在当时,执政官通过派去侦察的人预先察觉到了他们的进攻,通过迅速召回,聚集了散开在四处搜寻粮草的士兵,使他们恢复了适合战斗的阵形。
§8.82.3τοῖς δὲ Οὐολούσκοις σὺν καταφρονήσει καὶ θάρσει χωροῦσιν, ὡς παρὰ δόξαν ἐφάνη συνεστῶσα ἐν κόσμῳ πᾶσα ἡ τῶν πολεμίων δύναμις, δέος ἐμπίπτει πρὸς τὴν ἀδόκητον ὄψιν, καὶ τοῦ μὲν κοινοῦ τῆς ἀσφαλείας οὐδεμία φροντίς, τῆς δʼ ἰδίας ἑκάστῳ σωτηρίας πρόνοια.
至于那些怀着轻蔑和自信前进的沃尔斯奇人,当出乎意料地看到敌人的全部力量井然有序地集结在一起时,面对这意想不到的景象,他们陷入了恐惧,不再顾及整体的安全,而每个人只图保全自己的性命。
ὑποστρέψαντες δὴ ὡς εἶχον ἕκαστοι τάχους ἔφευγον ἄλλοι κατʼ ἄλλας ὁδούς· καὶ οἱ μὲν πλείους ἀπεσώθησαν εἰς τὴν πόλιν, ὀλίγον δέ τι στῖφος, ὃ μάλιστα ἦν συντεταγμένον, εἰς ὄρους τινὰ κορυφὴν ἀναδραμὸν καὶ θέμενον ἐνταῦθα τὰ ὅπλα τὴν ἐπιοῦσαν νύκτα διέμενε· ταῖς δʼ ἑξῆς ἡμέραις φρουρὰν περιστήσαντος τοῦ ὑπάτου τῷ λόφῳ καὶ πάσας διακλείσαντος ὅπλοις τὰς ἐξόδους, λιμῷ βιασθὲν ὑποχείριον γίνεται καὶ §8.82.4παραδίδωσι τὰ ὅπλα.
于是他们转身,各自尽其所能地迅速逃跑,分散在不同的道路上;大多数人安全逃回城里,但一小股保持着整齐队形的人马逃上了一座山顶,并在那里放下武器,在接下来的夜里留在那里;在接下来的几天里,执政官在山丘周围设防,用武器封锁了所有出口,他们被迫于饥饿而投降,并且缴械投降。
ὁ δʼ ὕπατος τήν τε λείαν, ὅσῃ ἐπέτυχε, καὶ τὰ λάφυρα καὶ τοὺς αἰχμαλώτους ἀποδόσθαι κελεύσας τοῖς ταμίαις, εἰς τὴν πόλιν ἀπήνεγκε τὸ ἀργύριον.
执政官下令财务官变卖所能获得的全部战利品、缴获物资及俘虏,并将这笔钱带回了城里。
καὶ μετʼ οὐ πολὺν χρόνον ἀναστήσας τὴν δύναμιν ἐκ τῆς πολεμίας ἀπῆγεν ἐπʼ οἴκου τελευτῶντος ἤδη τοῦ ἔτους.
不久之后,他带着军队撤离敌国领土,在一年将尽之时班师回朝。
ἐπιστάντων δὲ τῶν ἀρχαιρεσίων ἔδοξε τοῖς πατρικίοις ἠρεθισμένον ὁρῶσι τὸν δῆμον καὶ μεταμελόμενον ἐπὶ τῇ Κασσίου καταδίκῃ, διὰ φυλακῆς αὐτὸν ἔχειν, μή τι παρακινήσειε πάλιν εἰς δεκασμῶν ἐλπίδα καὶ κλήρων διανομῆς ὑπαχθεὶς ὑπʼ ἀνδρὸς δημαγωγῆσαι δυνατοῦ τὸ τῆς ὑπατείας λαβόντος ἀξίωμα.
在选举临近时,贵族们看到民众情绪激动,并对卡西乌斯的判决感到后悔,认为应当防范他们,以免有人获得执政官这一显赫职位,并凭借煽动民粹的能力,用贿赂和分配土地的希望来诱使民众再次造反。
ἐφαίνετο δʼ αὐτοῖς ῥᾷστα κωλυθήσεσθαι τούτων τινὸς ὀρεγόμενος, εἰ γένοιτο ὕπατος ἀνὴρ ἥκιστα δημοτικός.
在他们看来,如果能让最不倾向平民的人担任执政官,就能最轻易地阻止有人企图进行这些事情。
§8.82.5βουλευσάμενοι δὴ τοῦτο κελεύουσι μετιέναι τὴν ὑπατείαν τὸν ἕτερον τῶν κατηγορησάντων τοῦ Κασσίου, Καίσωνα Φάβιον ἀδελφὸν ὄντα τοῦ τότε ὑπατεύοντος Κοΐντου, καὶ ἐκ τῶν ἄλλων πατρικίων Λεύκιον Αἰμίλιον ἄνδρα ἀριστοκρατικόν.
做此决定后,他们便敦促卡西乌斯的公诉人之一、当时的执政官奎因图斯的兄弟凯索·法比乌斯,以及其他贵族中具有强烈贵族倾向的卢基乌斯·埃米利乌斯去竞选执政官。
τούτων δὲ μετιόντων τὴν ἀρχὴν κωλύειν μὲν οὐχ οἷοί τʼ ἦσαν οἱ δημοτικοί, καταλιπόντες δὲ τὰς ἀρχαιρεσίας ᾤχοντο ἐκ τοῦ πεδίου.
当这些人竞选这一官职时,平民们无法阻止,于是便放弃选举,离开了会场。
§8.82.6τὸ γὰρ τῆς λοχίτιδος ἐκκλησίας κῦρος ἐν ταῖς ψηφοφορίαις περὶ τοὺς ἐπιφανεστάτους ἦν καὶ τὰ πρῶτα τιμήματα ἔχοντας, καὶ σπάνιόν τι ἦν, ὃ ἐπεκύρουν οἱ διὰ μέσου· ὁ δὲ τελευταῖος λόχος, ἐν ᾧ τὸ πλεῖστόν τε καὶ ἀπορώτατον τοῦ δημοτικοῦ μέρος ἐψηφοφόρει, μιᾶς, ὡς καὶ πρότερον εἴρηταί μοι, τῆς ἐσχάτης ψήφου κύριος ἦν.
因为百人队会议在投票中的决定权属于那些最显赫且拥有第一等财产估值的人,中等阶层的人通过决议是极为罕见的事;而最后一个百人队,其中包含着人数最多且最贫困的平民部分,正如我之前所说,仅拥有一票,即最后一票。

词汇与语法注释

  1. 1706ἀπέλυσε χρημάτων — 关于属格 `χρημάτων` 的功能。这可以被解释为表示分离的属格,或者是表示价格或代价的属格(“以金钱/赎金换取”)。由于动词 `ἀπολύω` 意为“(从拘禁中)释放”,因此它表示以金钱作为代价进行释放。
  2. 1708εἰ μὲν οὖν ἔφθασαν ἐσκεδασμένοις τοῖς Ῥωμαίοις ἐπιφανέντες ἐκ τοῦ ἀπροσδοκήτου, μεγάλην ἂν αὐτῶν εἰργάσαντο τροπήν· — 这是一个表示与过去事实相反的虚拟条件句(`εἰ` + 直陈式过去时 ... `ἄν` + 直陈式过去时)。此外,动词 `ἔφθασαν`(`φθάνω` 的不定过去时)伴随着补充性分词 `ἐπιφανέντες`,构成了“抢先显露”或“及时出现”的句式。`ἐσκεδασμένοις τοῖς Ῥωμαίοις` 是作为 `ἐπιφανέντες` 的补足语的与格。
  3. 1710ἐφαίνετο δʼ αὐτοῖς ῥᾷστα κωλυθήσεσθαι τούτων τινὸς ὀρεγόμενος, εἰ γένοιτο ὕπατος ἀνὴρ ἥκιστα δημοτικός. — 这是由 `ἐφαίνετο`(意为“在他们看来似乎”)引导的不定式句式的变形。被动不定式 `κωλυθήσεσθαι` 的主语是“企图(这些事情中的某件)的人(单数)”,由主格分词 `ὀρεγόμενος` 表示。这遵循了希腊语的一项规则:如果主导动词与不定式的逻辑主语一致,则不定式的主语及其修饰语置于主格(主格与不定式构筑)。
  4. 1711λοχίτιδος ἐκκλησίας — `λοχίτιδος ἐκκλησίας` 是罗马百人队会议(*comitia centuriata*,森图里亚会议)的希腊语译词。介词短语 `περὶ` 宾格与 `ἦν` 连用,表示“在……手中”或“取决于……”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §8.82.1-8.82.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.82.1-8.82.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。