Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §8.80.1-8.80.3

赦免卡西乌斯之子与罗马不株连子嗣的传统

第 658 段,共 962 段 · 希腊语

内容简介

元老院决定宽免卡西乌斯的儿子们,重申了罗马人不因子女之父犯罪而惩罚子女的传统。作者回顾了苏拉时期这一传统的破例情形,并将其与惩罚僭主后代的部分希腊法律进行了对比。

§8.80.1ἐπιβαλλομένων δέ τινων καὶ τοὺς παῖδας ἀποκτεῖναι τοῦ Κασσίου δεινὸν τὸ ἔθος ἔδοξεν εἶναι τῇ βουλῇ καὶ ἀσύμφορον·
当一些人企图连同卡西乌斯的儿子们也一并处死时,元老院认为这一做法既残忍又不合时宜。
καὶ συνελθοῦσα ἐψηφίσατο ἀφεῖσθαι τὰ μειράκια τῆς τιμωρίας καὶ ἐπὶ πάσῃ ἀδείᾳ ζῆν, μήτε φυγῇ μήτʼ ἀτιμίᾳ μήτʼ ἄλλῃ συμφορᾷ ζημιωθέντα.
于是,元老院集会并投票决定,免除这些青年人的惩罚,让他们在享有完全安全的情况下生活,既不受到流放、剥夺公民权、也不受到任何其他灾祸的处罚。
καὶ ἐξ ἐκείνου τὸ ἔθος τοῦτο Ῥωμαίοις ἐπιχώριον γέγονεν ἕως τῆς καθʼ ἡμᾶς διατηρούμενον ἡλικίας, ἀφεῖσθαι τιμωρίας ἁπάσης τοὺς παῖδας, ὧν ἂν οἱ πατέρες ἀδικήσωσιν, ἐάν τε τυράννων ὄντες υἱοὶ τύχωσιν, ἐάν τε πατροκτόνων, ἐάν τε προδοτῶν, ὃ §8.80.2μέγιστόν ἐστι παρʼ ἐκείνοις ἀδίκημα.
自那时起,这一习惯在罗马人中成为了本地的传统,一直保留到我们这一代:即免除那些父亲犯下罪行的孩子们的一切惩罚,无论他们碰巧是僭主之子、弑父者之子,还是叛国者之子—— 这在他们看来是最大的罪行。
οἵ τε καταλῦσαι τὸ ἔθος τοῦτʼ ἐπιβαλόμενοι κατὰ τοὺς ἡμετέρους χρόνους μετὰ τὴν συντέλειαν τοῦ Μαρσικοῦ τε καὶ ἐμφυλίου πολέμου, καὶ τοὺς παῖδας τῶν ἐπικηρυχθέντων ἐπὶ Σύλλα πατέρων ἀφελόμενοι τὸ μετιέναι τὰς πατρίους ἀρχὰς καὶ βουλῆς μετέχειν καθʼ ὃν ἐδυνάστευον αὐτοὶ χρόνον, ἐπίφθονόν τʼ ἀνθρώποις καὶ νεμεσητὸν θεοῖς ἔργον ἔδοξαν ἀποδείξασθαι.
而那些在我们的时代,即在马尔西战争和内战结束之后企图废除这一传统的人,以及在苏拉统治时期剥夺了那些被公审宣判的父亲的儿子们在他们自己掌权期间追求祖传官职和加入元老院权利的人,被认为展现了令世人憎恨、令神明震怒的行径。
τοιγάρτοι δίκη μὲν ἐκείνοις σὺν χρόνῳ τιμωρὸς οὐ μεμπτὴ παρηκολούθησε, δι’ ἣν ἐκ μεγίστου τέως αὐχήματος εἰς ταπεινότατον πτῶμα κατήχθησαν, καὶ οὐδὲ γένος τὸ ἐξ αὐτῶν ὅτι μὴ κατὰ γυναῖκας ἔτι λείπεται.
因此,随着时间的推移,惩罚性的正义对他们进行了无可抱怨的报应,使他们从昔日极度的傲慢跌落到最卑微的境地,他们繁衍的子嗣除了通过女系之外已无存活。
§8.80.3τὸ δʼ ἔθος εἰς τὸν ἐξ ἀρχῆς κόσμον ὁ τούτους καθελὼν ἀνὴρ ἀποκατέστησε.
然而,推翻这些人的人将这一传统恢复到了最初的秩序。
παρʼ Ἕλλησι δʼ οὐχ οὕτως ἐνίοις ὁ νόμος ἔχει, ἀλλὰ τοὺς ἐκ τυράννων γενομένους οἱ μὲν συναποκτίννυσθαι τοῖς πατράσι δικαιοῦσιν, οἱ δʼ ἀειφυγίᾳ κολάζουσιν, ὥσπερ οὐκ ἐνδεχομένης τῆς φύσεως χρηστοὺς παῖδας ἐκ πονηρῶν πατέρων ἢ κακοὺς ἐξ ἀγαθῶν γενέσθαι.
但在一些希腊人那里,法律却并非如此,而是有些人认为应当将僭主所生的后代与他们的父亲一同处死,另一些人则用永久流放来惩罚他们,仿佛天性不可能让恶父生出善子,或是让善父生出恶子一般。
ἀλλʼ ὑπὲρ μὲν τούτων εἴτε ὁ παρʼ Ἕλλησιν ἀμείνων νόμος εἴτε τὸ Ῥωμαίων ἔθος κρεῖττον, ἀφίημι τῷ βουλομένῳ σκοπεῖν· ἐπάνειμι δʼ ἐπὶ τὰ ἑξῆς.
但关于这些事情,究竟是希腊人的法律更好,还是罗马人的传统更佳,我且留给愿意思考的人去评判;而我将回到接下来的叙述中。

词汇与语法注释

  1. 8.80.1ἐπιβαλλομένων δέ τινων — 属格绝对独立结构。它带有补充不定式 `ἀποκτεῖναι`(杀死),其中的 `καὶ` 作为副词起强调作用,修饰 `τοὺς παῖδας`,意为“甚至/连同……也”,表示有人企图连同卡西乌斯的儿子们也一并处死。
  2. 8.80.2ἀφελόμενοι — 动词 `ἀφαιρέομαι`(剥夺)的分词。该动词采取双宾格构文,分别接被剥夺权力的“人”(`τοὺς παῖδας`)以及表示被剥夺内容的“带冠词不定式”(`τὸ μετιέναι... καὶ μετέχειν`)。
  3. 8.80.2ὅτι μὴ — 意为“除了……之外”的习惯表达。这里修饰前方的否定句 `οὐδὲ γένος... λείπεται`(他们的子嗣已无存活),表明唯有通过女系(`κατὰ γυναῖκας`)传承的子代是仅存的例外。
  4. 8.80.3ὁ τούτους καθελὼν ἀνὴρ — 意为“推翻这些人的人”。在历史上,这指的是恢复了被苏拉公审禁权者后代政治权利的尤利乌斯·恺撒。该短语在主句中充当主语。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §8.80.1-8.80.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.80.1-8.80.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。