Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §8.79.1-8.79.4

关于卡西乌斯死因异说的考证

第 657 段,共 962 段 · 希腊语

内容简介

作者介绍了关于卡西乌斯之死的另一个版本,即其父亲亲自揭发并处决了他,并列举了布鲁图斯和曼利乌斯等父权严厉的先例。然而,基于卡西乌斯房屋被毁、财产被国家没收的历史事实(这与罗马家父权的法律相抵触),作者最终认为前一个关于国家处决的版本更为可信。

§8.79.1ὁ μὲν οὖν πιθανώτερος τῶν παραδεδομένων ὑπὲρ τοῦ ἀνδρὸς λόγων τοιόσδε ἐστίν· δεῖ δὲ καὶ τὸν ἧσσον πιθανόν, ἐπειδὴ κἀκεῖνος πεπίστευται ὑπὸ πολλῶν καὶ ἐν γραφαῖς ἀξιοχρέοις φέρεται, μὴ παρελθεῖν.
关于这个人的传闻中,较为可信的一个版本如上所述;但也有必要不放过那不那么可信的一个,因为那个版本也为许多人所相信,且被记载于可靠的文献中。
λέγεται δή τισιν, ὡς ἀδήλου πᾶσιν οὔσης ἔτι τῆς ὑπʼ αὐτοῦ συσκευαζομένης τυραννίδος, πρῶτος ὑποπτεύσας ὁ πατὴρ τοῦ Κασσίου καὶ διὰ τῆς ἀκριβεστάτης βασάνου τὸ πρᾶγμα ἐξετάσας ἧκεν ἐπὶ τὴν βουλήν· ἔπειτα κελεύσας ἐλθεῖν τὸν υἱὸν μηνυτής τε καὶ κατήγορος αὐτοῦ ἐγένετο· καταγνούσης δὲ καὶ τῆς βουλῆς ἀγαγὼν αὐτὸν εἰς τὴν οἰκίαν ἀπέκτεινε.
确实有人说,当时他所密谋的僭主统治对所有人来说仍是不明朗的,卡西乌斯的父亲首先产生了怀疑,并通过最严格的讯问调查了此事,随后前去元老院;接着,他命令儿子前来,自己成为了他的揭发者和控告者;在元老院也判定其有罪之后,他将儿子带回私邸并处死了他。
§8.79.2τὸ μὲν οὖν πικρὸν καὶ ἀπαραίτητον τῆς τῶν πατέρων ὀργῆς εἰς υἱοὺς ἀδικοῦντας καὶ μάλιστʼ ἐν τοῖς τότε Ῥωμαίοις οὐδὲ ταύτην ἀπωθεῖται τὴν πρόφασιν· ἐπεὶ καὶ πρότερον Βροῦτος ὁ τοὺς βασιλεῖς ἐκβαλὼν ἀμφοτέρους τοὺς υἱοὺς ἐδικαίωσε κατὰ τὸν τῶν κακούργων νόμον ἀποθανεῖν, καὶ πελέκεσι τοὺς αὐχένας ἀπεκόπησαν, ὅτι συμπράττειν τοῖς βασιλεῦσιν ἐδόκουν τὴν κάθοδον.
因此,父亲们对犯错儿子的严厉且绝不姑息的愤怒——尤其是在当时的罗马人中——也并不排斥这一说法;因为在此之前,驱逐国王们的布鲁图斯也判定他的两个儿子应当按照惩治恶徒的法律处死,他们被用斧头斩首,表达因为他们被认为在与国王们共谋复辟。
καὶ μετὰ ταῦτα Μάλλιος τὸν Γαλατικὸν πόλεμον στρατηγῶν τὸν υἱὸν ἀριστεύοντα κατὰ πόλεμον τῆς μὲν ἀνδρείας ἕνεκα τοῖς ἀριστείοις στεφάνοις ἐκόσμησεν, ἀπείθειαν δʼ ἐπικαλῶν, ὅτι οὐκ ἐν ᾧ ἐτάχθη φρουρίῳ ἔμεινεν, ἀλλὰ παρὰ τὴν ἐπιταγὴν τοῦ ἡγεμόνος ἐξῆλθεν ἀγωνιούμενος, ὡς λιποτάκτην ἀπέκτεινε.
而在这些事情之后,曼利乌斯在指挥高卢战争时,虽然因他那在战争中表现卓越的儿子的英勇而用荣誉花冠装饰了他,但又指控他违抗命令,因为他没有留在他被部署的岗哨,而是违反指挥官的命令擅自出击交战,从而将他作为逃兵处死了。
§8.79.3καὶ ἄλλοι πολλοὶ πατέρες, οἱ μὲν ἐπὶ μείζοσιν αἰτίαις, οἱ δʼ ἐπʼ ἐλάττοσιν, οὔτε φειδὼ τῶν παίδων οὔτʼ ἔλεον ἔσχον.
还有许多其他的父亲,有的因较大的罪名,有的因较小的罪名,对自己的孩子既没有手软,也没有怜悯。
κατὰ μὲν δὴ τοῦτʼ οὐκ ἀξιῶ, ὥσπερ ἔφην, προβεβλῆσθαι τὸν λόγον ὡς ἀπιθανόν· ἐκεῖνα δέ με ἀνθέλκει τεκμηρίων ὄντα οὔτʼ ἐλάχιστα οὔτʼ ἀπίθανα καὶ πρὸς τὴν ἑτέραν ἄγει συγκατάθεσιν, ὅτι μετὰ τὸν θάνατον τοῦ Κασσίου ἥ τʼ οἰκία κατεσκάφη, καὶ μέχρι τοῦδε ἀνεῖται ὁ τόπος αὐτῆς αἴθριος ἔξω τοῦ νεὼ τῆς Γῆς, ὃν ὑστέροις ἡ πόλις κατεσκεύασε χρόνοις ἐν μέρει τινὶ αὐτῆς κατὰ τὴν ἐπὶ Καρίνας φέρουσαν ὁδόν, καὶ τὰ χρήματα αὐτοῦ τὸ κοινὸν ἀνέλαβεν·
因此在这点上,正如我所说,我不认为应当将这一说法作为不可信而予以排斥;但以下这些事情拉住了我,它们既非微不足道、也非不可信的证据,并引导我赞同另一个版本:即在卡西乌斯死后,他的房屋被夷为平地,且直到今天,该处遗址仍在“大地神殿”之外保持着露天状态,该神殿是国家在后来的时期,于通往卡里纳埃(Carinae)的道路旁的该处土地的某一部分上建造的;而且国家没收了他的财产。
ἐξ ὧν ἀπαρχὰς ἐν ἄλλοις τε ἱεροῖς ἀνέθηκε, καὶ δὴ καὶ τῇ Δήμητρι τοὺς χαλκέους ἀνδριάντας ἐπιγραφαῖς δηλοῦντας, §8.79.4ἀφʼ ὧν εἰσι χρημάτων ἀπαρχαί.
国家用这些财产在其他神庙中奉献了初献之物,尤其是给得墨忒耳奉献了青铜塑像,并通过铭文表明这些青铜像是用什么财产的初献所得制成的。
εἰ δέ γʼ ὁ πατὴρ μηνυτής τε καὶ κατήγορος καὶ κολαστὴς αὐτοῦ ἐγένετο, οὔτʼ ἂν ἡ οἰκία αὐτοῦ κατεσκάφη οὔτε ἡ οὐσία ἐδημεύθη.
然而,如果他的父亲确实是他的揭发者、控告者和惩罚者,那么他的房屋就不会被夷为平地,他的财产也不会被没收。
Ῥωμαίοις γὰρ οὐθὲν ἴδιόν ἐστι κτῆμα ζώντων ἔτι τῶν πατέρων, ἀλλὰ καὶ τὰ χρήματα καὶ τὰ σώματα τῶν παίδων, ὅ τι βούλονται διατιθέναι, τοῖς πατράσιν ἀποδέδοται.
因为在罗马人中,在父亲们依然在世时,孩子们没有任何私人财产,孩子们的所有财物和人身都归于父亲,由父亲们按照自己的意愿进行处置。
ὥστʼ οὐκ ἂν δήπου τὴν τοῦ πατρὸς οὐσίαν τοῦ μηνύσαντος τὴν τυραννίδα ἐπὶ τοῖς τοῦ παιδὸς ἀδικήμασιν ἀφαιρεῖσθαι καὶ δημεύειν ἡ πόλις ἠξίου.
因此,国家决不可能因为儿子的罪行,而剥夺并没收那位揭发了僭主阴谋的父亲的财产。
διὰ μὲν δὴ ταῦτα τῷ προτέρῳ συγκατατίθεμαι τῶν λόγων μᾶλλον· ἔθηκα δʼ ἀμφοτέρους, ἵνα ἐξῇ τοῖς ἀναγνωσομένοις, ὁποτέρῳ βούλονται τῶν λόγων, προσέχειν.
由于这些原因,我更赞同前一种说法;但我把两者都写了下来,以便读者能够根据自己的意愿,去关注并相信其中任何一个说法。

词汇与语法注释

  1. 8.79.1ὡς ἀδήλου πᾶσιν οὔσης ἔτι τῆς ὑπʼ αὐτοῦ συσκευαζομένης τυραννίδος — 带连接词 ὡς 的属格绝对结构。此处的 ὡς 不仅仅是对客观事实的陈述,而是主观地呈现了当时人们的认知或背景状况(“在……的情况下”),从而为下一句中父亲“首先产生怀疑”(πρῶτος ὑποπτεύσας)的行动提供了背景动机。
  2. 8.79.2ἐδικαίωσε κατὰ τὸν τῶν κακούργων νόμον ἀποθανεῖν — 动词 δικαιόω 在此接不定式(ἀποθανεῖν),意为“认为某人应该死是正当的”,引申为“下令处决(判处死刑)”。此外,需要注意紧接着的从句“καὶ πελέκεσι τοὺς αὐχένας ἀπεκόπησαν”中发生的主语切换,其主语回到了“两个儿子”,并使用了被动语态第三人称复数形式。
  3. 8.79.4εἰ δέ γʼ ὁ πατὴρ μηνυτής τε καὶ κατήγορος καὶ κολαστὴς αὐτοῦ ἐγένετο, οὔτʼ ἂν ἡ οἰκία αὐτοῦ κατεσκάφη οὔτε ἡ οὐσία ἐδημεύθη — 针对过去事实的典型虚拟条件句。条件从句使用 εἰ +直陈式过去时(ἐγένετο),主句使用 ἄν +直陈式过去时(κατεσκάφη, ἐδημεύθη)。基于卡西乌斯的房屋确实被毁、财产确实被没收这一历史事实,论证如果其父亲是告发者和处决者,上述情况便不会发生,从而在逻辑上指出了第二种说法的荒谬性。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §8.79.1-8.79.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.79.1-8.79.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。