Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §8.78.1-8.78.5

卡西乌斯被判有罪与塔尔佩亚岩处决

第 656 段,共 962 段 · 希腊语

内容简介

卡西乌斯因未经元老院批准强推土地法及企图建立僭主统治的罪证而被起诉;民众未受其家属和过去战功的影响,判处其死刑并将其推下悬崖。

§8.78.1πρὸς δὲ τούτοις διεξῄεσαν, ὅτι δημεῦσαι τὰ κοινὰ τῆς πόλεως ἐπιβαλόμενος οὔτε τῆς βουλῆς ψηφισαμένης οὔτε τῷ συνυπάτῳ δοκοῦν, βίᾳ κυροῦν ἐμέλλησε τὸν νόμον, ὃς οὐ καθʼ ἓν τοῦτο μόνον ἦν ἀσύμφορός τε καὶ ἄδικος, ὅτι προβουλεῦσαι δέον τὸ συνέδριον καὶ εἰ δόξειεν ἐκείνῳ κοινὴν ἁπάντων εἶναι τῶν ἐν τέλει τὴν φιλανθρωπίαν ἑνὸς ἀνδρὸς ἐποίει τὴν χάριν· §8.78.2ἀλλὰ καὶ κατʼ ἐκεῖνο τὸ πάντων σχετλιώτατον, ὅτι λόγῳ μὲν δόσις ἦν τοῖς πολίταις τῆς δημοσίας χώρας, ἔργῳ δʼ ἀφαίρεσις, Ῥωμαίων μὲν τῶν κτησαμένων αὐτὴν μίαν μοῖραν ληψομένων, Ἑρνίκων δὲ καὶ Λατίνων, ἧς οὐθὲν αὐτοῖς μετῆν, τὰς δύο·
此外,他们还详述道,他企图分配国家的公有财产,在既没有元老院决议、又未得到同僚执政官同意的情况下,企图通过暴力强行通过这一法案。 该法案不仅在这一单一方面是不利且不公的——即元老院本应当进行预审和决议,且如果他们认为合适,这种仁慈本应当是所有在职官员的共同行为,而他却将其变成了一个人的恩德—— 而且在最令人震惊的另一方面也是如此:即在口头上这是向公民赠予公有土地,而在实际上却是一种剥夺,因为获得土地的罗马人只能分得一份,而对此毫无份额的赫尔尼基人和拉丁人却要分得两份。
καὶ ὡς οὐδὲ τοῖς δημάρχοις ἐναντιωθεῖσι καὶ παραλύειν ἐκ τοῦ νόμου θάτερον ἀξιοῦσι μέρος τὸ κατὰ τὴν ἰσομοιρίαν τῶν ἐπηλύδων, ἐπείσθη, ἀλλὰ καὶ δημάρχοις καὶ συνυπάτῳ καὶ βουλῇ καὶ πᾶσι τοῖς ὑπὲρ τοῦ κοινοῦ τὰ κράτιστα βουλευομένοις τἀναντία πράττων διετέλεσε.
此外,他们还详述道,即使在护民官反对并要求他从法案中删去另一部分(即关于外来者均等分配的部分)时,他也没有被说服,反而继续与护民官、同僚执政官、元老院以及所有为公众最大利益出谋划策的人背道而驰。
§8.78.3διεξελθόντες δὲ ταῦτα καὶ μάρτυρας αὐτῶν ἅπαντας τοὺς πολίτας ποιησάμενοι, μετὰ τοῦτʼ ἤδη καὶ τὰς ἀπορρήτους τῆς τυραννίδος παρείχοντο πίστεις, ὡς χρήματά τε συνενέγκαιεν αὐτῷ Λατῖνοι καὶ Ἕρνικες καὶ ὅπλα παρασκευάσαιντο καὶ συμπορεύοιντο ὡς αὐτὸν οἱ θρασύτατοι τῶν ἐν ταῖς πόλεσι νέων ἀπόρρητά τε ποιούμενοι βουλευτήρια καὶ πολλὰ πρὸς τούτοις ἕτερα ὑπηρετοῦντες, καὶ παρείχοντο τοὺς τούτων μάρτυρας πολλοὺς μὲν ἀστούς, πολλοὺς δʼ ἐκ τῶν ἄλλων συμμαχίδων πόλεων, οὔτε φαύλους οὔτʼ §8.78.4ἀφανεῖς.
在详述了这些事情并使所有公民都成为其见证人之后,他们接着又提出了他图谋建立僭主统治的秘密证据,说明拉丁人和赫尔尼基人曾向他集资,准备了武器,而且这些城市中最胆大妄为的年轻人们聚集到他那里,进行秘密会议,并此外为他提供了许多其他的协助。 他们还提出了这些事情的见证人,其中有许多市民,也有许多来自其他同盟城市的人,他们既非卑微之辈,亦非无名之辈。
οἷς ἐπίστευσεν ὁ δῆμος, καὶ οὔτε λόγοις ἔτι ὑπαχθείς, οὓς ὁ ἀνὴρ ἐκ πολλῆς παρασκευῆς συγκειμένους διέθετο, οὔτʼ οἴκτῳ ἐνδοὺς τριῶν μὲν αὐτῷ παίδων μεγάλην παρεχόντων εἰς ἔλεον ἐπικουρίαν, πολλῶν δʼ ἄλλων συγγενῶν τε καὶ ἑταίρων συνολοφυρομένων, οὔτε τῶν κατὰ πολέμους ἔργων, διʼ οὓς ἐπὶ μήκιστον ἦλθε τιμῆς φειδὼ λαβών τινα, καταψηφίζεται τὴν δίκην.
民众相信了这些见证人,既不再被该男子精心准备并发表的言辞所诱惑,也不再屈服于怜悯——尽管他的三个孩子为唤起同情提供了极大的帮助,且许多其他的亲属和朋友也一同哀号——亦未因他那些使其获得极高荣誉的战功而对他有任何宽容,最终在审判中判定他有罪。
§8.78.5οὕτως τʼ ἄρα ἦν πικρὸς πρὸς τὸ τῆς τυραννίδος ὄνομα, ὥστʼ οὐδʼ ἐν τῷ τιμήματι τῆς δίκης μετρίᾳ ὀργῇ ἐχρήσατο πρὸς αὐτόν, ἀλλὰ θανάτου ἐτίμησεν.
民众对“僭主”这一名称竟是如此痛恨,以至于在审判的量刑中,他们对他也没有使用温和的怒气,而是判处了他死刑。
εἰσῄει γὰρ αὐτὸν δέος, μὴ φυγὰς ἐλασθεὶς ἐκ τῆς πατρίδος ἀνὴρ στρατηγῆσαι πολέμους τῶν τότε δεινότατος ὅμοια δράσῃ Μαρκίῳ τά τε φίλια διαβάλλων καὶ τὰ ἐχθρὰ συνιστὰς καὶ πόλεμον ἄσπειστον ἐπαγάγῃ τῇ πατρίδι.
因为他们心中产生了一种恐惧,担心他如果被驱逐出祖国,这个当时在指挥战争方面最杰出的男子可能会效仿马尔基乌斯,诽谤盟友、联合敌人,并给祖国带来一场无休止的战争。
τοῦτο τὸ τέλος τῆς δίκης λαβούσης ἀγαγόντες οἱ ταμίαι τὸν ἄνδρα ἐπὶ τὸν ὑπερκείμενον τῆς ἀγορᾶς κρημνόν, ἁπάντων ὁρώντων ἔρριψαν κατὰ τῆς πέτρας.
审判以此结束之后,财务官们将该男子带到俯瞰广场的悬崖上,在众目睽睽之下,将他从岩石上推了下去。
αὕτη γὰρ ἦν τοῖς τότε Ῥωμαίοις ἐπιχώριος τῶν ἐπὶ θανάτῳ ἁλόντων ἡ κόλασις.
因为这在当时的罗马人中,是对被判死刑者的传统惩罚方式。

词汇与语法注释

  1. 8.78.1οὔτε τῷ συνυπάτῳ δοκοῦν — 非人称动词 δοκεῖ 的中性单数分词 δοκοῦν 构成了宾格绝对独立结构(accusative absolute),表示伴随情况:“在同僚执政官未同意的情况下”。需要注意它与属格绝对独立结构 "οὔτε τῆς βουλῆς ψηφισαμένης" 的并列使用。
  2. 8.78.1προβουλεῦσαι δέον τὸ συνέδριον — 非人称动词 δεῖ 的分词 δέον 用于宾格绝对独立结构中,带有一种让步的语气:“尽管元老院本应当进行预审”。不定式 προβουλεῦσαι 的逻辑主语是 τὸ συνέδριον。
  3. 8.78.4διʼ οὓς ἐπὶ μήκιστον ἦλθε τιμῆς — 关系代词 οὕς 是阳性复数形式,其先行词并非紧邻的中性复数 τῶν κατὰ πολέμους ἔργων,而是该短语中所包含的阳性复数 πολέμους(战争);或者这是一种基于意义而非文法性别的“依意一致”(constructio ad sensum)。
  4. 8.78.5εισήει γάρ αυτόν δέος — 代词 αὐτόν 虽然是单数形式,但语境上指的是前文提到的集合名词“民众”(ὁ δῆμος)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §8.78.1-8.78.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.78.1-8.78.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。