§8.77.1τῷ δʼ ἑξῆς ἐνιαυτῷ τῆς ἑβδομηκοστῆς καὶ τετάρτης ὀλυμπιάδος ἐνεστώσης, ἣν ἐνίκα στάδιον Ἄστυλος Συρακούσιος, Ἀθήνησι δʼ ἄρχων ἦν Λεώστρατος, Κοΐντου Φαβίου καὶ Σερουίου Κορνηλίου τὴν ὑπατείαν παρειληφότων, ἄνδρες ἐκ τῶν πατρικίων νέοι μὲν ἔτι τὴν ἡλικίαν, ἐπιφανέστατοι δὲ τῶν ἄλλων κατά γʼ ἀξιώσεις προγόνων, καὶ διὰ τὰς ἑταιρίας τε καὶ πλούτους μέγα δυνάμενοι, καὶ ὡς νέοι τὰ πολιτικὰ πράττειν οὐδενὸς τῶν ἐν ἀκμῇ χείρους, Καίσων Φάβιος, ἀδελφὸς τοῦ τότε ὑπατεύοντος, καὶ Λεύκιος Οὐαλέριος Ποπλικόλας, ἀδελφὸς τοῦ καταλύσαντος τοὺς βασιλεῖς, τὴν ταμιευτικὴν ἔχοντες ἐξουσίαν κατὰ τὸν αὐτὸν χρόνον, καὶ διὰ τοῦτʼ ἐκκλησίαν συνάγειν ὄντες κύριοι, τὸν ὑπατεύσαντα τῷ πρόσθεν ἐνιαυτῷ Σπόριον Κάσσιον καὶ τολμήσαντα τοὺς περὶ τῆς διανομῆς εἰσηγήσασθαι νόμους εἰσήγγειλαν εἰς τὸν δῆμον ἐπὶ τυραννίδος αἰτίᾳ· καὶ προειπόντες ἡμέραν ῥητὴν ἐκάλουν αὐτὸν ὡς ἐπὶ τοῦ δήμου τὴν δίκην ἀπολογησόμενον.
在第二年,正值第七十四届奥林匹亚德期间——当时叙拉古的阿斯图洛斯在短跑比赛中获胜,雅典的执政官是莱奥斯特拉托斯——在昆图斯·法比乌斯和塞尔维乌斯·科尔内利乌斯接任执政官职位时,一些出身贵族的年轻男子,虽然年纪尚轻,但在祖辈的声望上却比其他所有人都要显赫,因其政治结社和财富而拥有巨大的影响力,且由于年轻,在处理政治事务上不亚于任何处于鼎盛时期的人——即当时担任执政官者的兄弟凯索·法比乌斯,以及推翻国王者的兄弟卢基乌斯·瓦莱里乌斯·波普利科拉——他们在同一时期担任财务官的职务,并因此有权召集民会,他们便以企图建立僭主统治的罪名,向民会控告了在前一年担任执政官、并胆敢提出关于土地分配法案的斯普里乌斯·卡西乌斯;并提前宣布了特定的日期,传唤他到民会面前,为自己的审判进行辩护。
§8.77.2ὄχλου δὲ πλείστου συναχθέντος εἰς τὴν ἀποδειχθεῖσαν ἡμέραν συγκαλέσαντες εἰς ἐκκλησίαν τὸ πλῆθος τά τʼ ἐμφανῆ τοῦ ἀνδρὸς ἔργα ὡς ἐπʼ οὐδενὶ χρηστῷ γενόμενα διεξῄεσαν· ὅτι Λατίνοις μὲν πρῶτον, οἷς ἀπέχρη πολιτείας κοινῆς ἀξιωθῆναι μέγα εὐτύχημα ἡγουμένοις, εἰ καὶ ταύτης τύχοιεν, οὐ μόνον ἣν ᾔτουν πολιτείαν ὕπατος ὢν ἐχαρίσατο, ἀλλʼ ἔτι καὶ τῶν ἐκ τοῦ πολέμου λαφύρων, ἐὰν κοινὴ γένηται στρατεία, τὴν τρίτην ἐψηφίσατο δίδοσθαι· ἔπειθʼ Ἕρνικας, οὓς πολέμῳ χειρωθέντας ἀγαπᾶν ἐχρῆν, εἰ μὴ καὶ τῆς αὐτῶν χώρας ἀφαιρέσει τινὶ ζημιωθεῖεν, φίλους μὲν ἀνθʼ ὑπηκόων ἐποίησε, πολίτας δʼ ἀνθʼ ὑποτελῶν, γῆς τε καὶ λείας, ἣν ἂν ἐκ παντὸς κτήσωνται, τὴν ἑτέραν ἔταξε λαμβάνειν τρίτην μερίδα.
在指定的日子里,聚集了极大的群众,他们将民众召集到民会中,详细阐述了那个人的公开行为,指出这些行为绝非出于任何良善的目的:首先,对于拉丁人而言,能够被认为配得上获得共同的公民权本已足够,且如果能获得这一权利,他们也会视其为极大的幸运,而他不仅在担任执政官期间慷慨赐予了他们所请求的公民权,甚至还投票决定,如果进行共同的出征,就将战争中所得战利品的三分之一赐予他们;其次,对于赫尔尼基人,他们既然在战争中被征服,只要没有因为被剥夺部分土地而受罚就应该感到满足,而他却将他们由臣属变为朋友,由纳贡者变为公民,并规定他们应当在从任何地方获得的土地和战利品中,分得另一个三分之一的份额。
§8.77.3ὥστε μεριζομένων εἰς τρεῖς κλήρους τῶν λαφύρων τοὺς μὲν ὑπηκόους τε καὶ ἐπήλυδας διμοιρίας λαμβάνειν, τοὺς δʼ αὐθιγενεῖς καὶ ἡγεμόνας τρίτην μερίδα.
如此一来,战利品被分成三分,臣属者和外来者分得三分之二,而土生土长的公民和领导者却只能得到三分之一的份额。
ἐκ δὲ τούτου δυεῖν τῶν ἀτοπωτάτων θάτερον ἐπεδείκνυσαν αὐτοῖς συμβησόμενον, ἐάν τινας ἑτέρους διὰ πολλὰς καὶ μεγάλας εὐεργεσίας προέλωνται ταῖς αὐταῖς τιμῆσαι δωρεαῖς, αἷς Λατίνους τʼ ἐτίμησαν καὶ τοὺς μηδʼ ὁτιοῦν ἀγαθὸν ἀποδειξαμένους Ἕρνικας. μιᾶς γὰρ καταλειπομένης αὐτοῖς τρίτης μερίδος, ἢ οὐχ ἕξειν, ὅ τι δώσουσιν ἐκείνοις μέρος ἢ τὰ ὅμοια ψηφισαμένους μηδὲν ἑαυτοῖς καταλείψειν.
由此,他们向他们展示了,如果由于许多重大的功绩,他们决定用曾用来犒赏拉丁人以及未表现出任何善意的赫尔尼基人的同样礼遇,去犒赏其他任何人,那么两个最荒谬的结果必将居其一:因为由于只给他们自己留下了三分之一的份额,他们要么没有份额可给予那些人,要么如果投票决定给予同样的待遇,他们自己将一无所剩。