Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §8.72.1-8.72.5

拉博莱乌斯的调停与两位执政官的对立政令

第 650 段,共 962 段 · 希腊语

内容简介

护民官拉博莱乌斯提出折中方案,使维尔吉尼乌斯同意仅向罗马公民分配土地,导致卡西乌斯陷入孤立。卡西乌斯解散大会并召集盟友入城,两位执政官随后就外来人员的驱逐与留驻发出相反的政令。

§8.72.1τούτοις δὴ τοῖς λόγοις τοῦ Κασσίου θαμινὰ μεταπείθοντος ἐν ταῖς ἐκκλησίαις τὸν ὄχλον παρελθὼν εἷς τῶν δημάρχων, Γάϊος Ῥαβολήιος, ἀνὴρ οὐκ ἄφρων, τήν τε διχοστασίαν τῶν ὑπάτων ὑπέσχετο παύσειν οὐκ εἰς μακράν, καὶ τῷ δήμῳ ποιήσειν φανερόν, ὅ τι χρὴ ποιεῖν.
当卡西乌斯在大会中频繁用这些话劝说民众时,平民护民官之一,名叫盖乌斯·拉博莱乌斯——一个并非愚蠢的人——走上前,承诺他不久就会结束执政官之间的不和,并向民众表明他们应当做什么。
ἐπισημασίας δὲ γενομένης αὐτῷ μεγάλης καὶ μετὰ τοῦτο σιωπῆς· οὐχὶ ταῦτʼ, εἶπεν, ὦ Κάσσιε, καὶ σὺ Οὐεργίνιε, τὰ κεφάλαιά ἐστι τοῦ νόμου;
在大家对他报以巨大的掌声并归于安静之后,他说:“卡西乌斯,还有你,维尔吉尼乌斯,这些难道不就是该法律的要点吗?
ἓν μέν, εἰ χρὴ τὴν δημοσίαν γῆν κατʼ ἄνδρα διανεμηθῆναι, ἕτερον δʼ, εἰ χρὴ καὶ Λατίνους καὶ Ἕρνικας μέρος αὐτῆς λαβόντας ἔχειν;
其一是公有地是否应当按人分配,其二是否也应当让拉丁人和赫尔尼基人分得一份并占有?
ὁμολογησάντων δʼ αὐτῶν· §8.72.2εἶεν δή·
”在他们表示同意后,他说:“那好。
σὺ μέν, εἶπεν, ὦ Κάσσιε, ἀμφότερα ταῦτʼ ἐπιψηφίζειν ἀξιοῖς τὸν δῆμον, σὺ δὲ δὴ πρὸς θεῶν, ὦ Οὐεργίνιε, λέξον ἡμῖν, πότερα θάτερον ἀκυροῖς τῆς.
卡西乌斯,你要求民众对这两项都进行投票。
Κασσίου γνώμης μέρος τὸ κατὰ τοὺς συμμάχους οὐκ οἰόμενος δεῖν ἰσομοίρους ἡμῖν Ἕρνικάς τε καὶ Λατίνους ποιεῖν, ἢ καὶ θάτερον μόνον ἀκυροῖς ἀξιῶν οὐδὲ ἡμῖν αὐτοῖς διανέμειν τὰ κοινά;
而维尔吉尼乌斯,看在神明的份上,请告诉我们,你是只否决卡西乌斯提议中关于盟友的那一部分,认为不应当让赫尔尼基人和拉丁人与我们平分,还是你连另一部分也予以否决,认为甚至不应当把公共财产分配给我们自己?
ταυτὶ γὰρ ἀπόκριναί μοι μηδὲν ἀποκρυψάμενος.
请毫无隐瞒地回答我这个问题。
§8.72.3εἰπόντος δὲ τοῦ Οὐεργινίου τῇ Λατίνων τε καὶ Ἑρνίκων ἀντιλέγειν ἰσομοιρίᾳ, τὸ δὲ κατὰ τοὺς πολίτας, εἰ πᾶσι δόξειε, διανέμεσθαι συγχωρεῖν, ἐπιστρέψας ὁ δήμαρχος εἰς τὸν ὄχλον εἶπεν· ἐπεὶ τοίνυν τὸ μὲν ἕτερον τῆς γνώμης μέρος ἀμφοτέροις τοῖς ὑπάτοις συνδοκεῖ, τὸ δʼ ἕτερον ἀντιλέγεται πρὸς θατέρου, ἰσότιμοι δʼ ἀμφότεροι, καὶ οὐχ οἷόν τε βιάσασθαι θατέρῳ τὸν ἕτερον, ὃ μὲν δίδοται δοται παρʼ ἀμφοτέρων, ἤδη λάβωμεν, ὑπὲρ οὗ δʼ ἀμφισβητοῦσιν, §8.72.4ἀναβαλώμεθα.
” 当维尔吉尼乌斯说,他反对拉丁人和赫尔尼基人的平等分配,但至于针对公民的部分,如果大家都赞成,他同意予以分配时,护民官转向群众说:“既然提案的一半得到了两位执政官的共同赞同,而另一半则遭到其中一位的反对,且两人的权力平等,一方无法强迫另一方,那么,对于双方都同意给予的部分,我们现在就予以接受;而至于他们争执的部分,我们予以推迟。
ἐπισημήναντος δὲ τοῦ πλήθους ὡς τὰ πράτιστα ὑποθεμένῳ καὶ καταλύειν ἐκ τοῦ νόμου τὸ ποιοῦν διχοστασίαν μέρος ἀξιοῦντος, ἀπορῶν, ὅ τι χρὴ πράττειν, ὁ Κάσσιος καὶ οὔτʼ ἀναθέσθαι τὴν γνώμην προαιρούμενος οὔτε μένειν ἐπʼ αὐτῆς ἀντιπραττόντων τῶν δημάρχων δυνάμενος, τότε μὲν διέλυσε τὴν ἐκκλησίαν, ταῖς δʼ ἑξῆς ἡμέραις ἀρρωστίαν σκηπτόμενος οὐκέτι κατέβαινεν εἰς τὴν ἀγοράν, ἀλλʼ ὑπομένων ἔνδον ἐπραγματεύετο βίᾳ καὶ χειροκρασίᾳ κυρῶσαι τὸν νόμον·
”由于民众对他致以热烈掌声,认为他提出了最好的建议,并要求从法案中删除引起不和的部分,卡西乌斯不知如何是好,既不想撤回他的提案,又因护民官们的反对而无法坚持,于是在当时解散了大会。
καὶ μετεπέμπετο Λατίνων τε καὶ Ἑρνίκων ὅσους ἐδύνατο πλείστους ἐπὶ τὴν ψηφοφορίαν.
在接下来的几天里,他以生病为借口不再前往广场,而是留在家里,企图通过暴力和强行举手投票来使法律获得通过;他召集了尽可能多的拉丁人和赫尔尼基人来参加投票。
§8.72.5οἱ δὲ συνῄεσαν ἀθρόοι, καὶ διʼ ὀλίγου μεστὴ ξένων ἦν ἡ πόλις.
他们成群结队地聚集而来,不久城里就挤满了外乡人。
ταῦτα μαθὼν ὁ Οὐεργίνιος κηρύττειν ἐκέλευσε κατὰ τοὺς στενωποὺς ἀπιέναι τοὺς μὴ κατοικοῦντας ἐν τῇ πόλει, χρόνον ὁρίσας οὐ πολύν.
维尔吉尼乌斯得知此事后,下令在各街巷发出布告,要求不居住在城里的人在限定的短时间内离开。
ὁ δὲ Κάσσιος τἀναντία ἐκέλευσε κηρύττειν παραμένειν τοὺς μετέχοντας τῆς ἰσοπολιτείας, ἕως ἂν ἐπικυρωθῇ ὁ νόμος.
然而卡西乌斯却下令发出相反的布告,要求享有平等公民权的人留下来,直到法律被批准为止。

词汇与语法注释

  1. 8.72.1τοῦ Κασσίου ... μεταπείθοντος — 属格绝对结构(genitive absolute),表示时间背景(“当卡西乌斯在……说服时”)。句首的夺格/与格词组 `τούτοις δὴ τοῖς λόγοις` 作方式状语,修饰分词 `μεταπείθοντος`(“用这些话”)。
  2. 8.72.2θάτερον μόνον — 宾格中性单数,为 `τὸ ἕτερον`(两者中的另一个)的缩略形式。指代卡西乌斯提案的第二个要点(对公民自身的分配),以区别于前文关于盟友的第一部分。与 `καὶ` 连用,表示“你是否连这另一个部分也予以否决”。
  3. 8.72.3τὸ δὲ κατὰ τοὺς πολίτας... συγχωρεῖν — 该结构承接属格绝对结构 `εἰπόντος τοῦ Οὐεργινίου`(由于维尔吉尼乌斯说),处于间接引语中。不定式 `ἀντιλέγειν`(反对)与 `συγχωρεῖν`(同意)并列。宾格短语 `τὸ δὲ κατὰ τοὺς πολίτας` 作 `συγχωρεῖν` 的主语或关系宾格(“至于针对公民的部分,他同意予以分配”)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §8.72.1-8.72.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.72.1-8.72.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。