§8.74.1ταύτην εἰσηγησαμένου τὴν γνώμην Ἀππίου καὶ σφόδρα δόξαντος εὐδοκιμεῖν δεύτερος ἐρωτηθεὶς Αὖλος Σεμπρώνιος Ἀτρατῖνος ἔλεξεν· Ἄππιον μὲν οὐ νῦν ἔχω πρῶτον ἐπαινεῖν, ὡς φρονῆσαί τε ἱκανώτατον πρὸ πολλοῦ τὰ μέλλοντα καὶ γνώμας τὰς καλλίστας τε καὶ ὠφελιμωτάτας ἀποδεικνύμενον βέβαιόν τε καὶ ἀμετακίνητον ἐν τοῖς κριθεῖσι καὶ οὔτε φόβῳ εἴκοντα οὔτε χάρισιν ὑποκατακλινόμενον.
在阿庇乌斯提出这一建议并显得大受赞许之后,第二个被询问意见的奥卢斯·塞姆普罗尼乌斯·阿特拉提努斯发言道:“我并非现在才第一次赞美阿庇乌斯,他是一个极有能力在很久以前就预见未来事物的人,他所表明的见解最为优美且有益,在决断中坚定而不可动摇,既不屈服于恐惧,也不迎合于恩惠。
ἀεὶ γὰρ ἐπαινῶν αὐτὸν καὶ θαυμάζων διατελῶ τοῦ τε φρονίμου καὶ τῆς γενναιότητος, ἣν παρὰ τὰ δεινὰ ἔχει.
因为我一直因他的明智以及他在危险面前所展现的高贵而赞美并钦佩他。
γνώμην τʼ οὐχ ἑτέραν, ἀλλὰ καὶ αὐτὸς ταύτην ἀποδείκνυμαι, μικρὰ ἔτι προσθεὶς αὐτῇ, ἅ μοι παραλιπεῖν Ἄππιος ἐδόκει.
我自己也并非发表不同的见解,而是发表这一相同的见解,只是对其稍作补充,即阿庇乌斯似乎遗漏了的事情。
§8.74.2Ἕρνικας μὲν γὰρ καὶ Λατίνους, οἷς νεωστὶ δεδώκαμεν τὴν ἰσοπολιτείαν, οὐδʼ αὐτὸς οἶμαι δεῖν κληρουχεῖν τὰ ἡμέτερα.
因为对于赫尔尼基人和拉丁人,即我们最近赋予其平等公民权的人,我自己也认为不应该将我们的土地分配给他们。
οὐ γάρ, ἐξ οὗ προσῆλθον εἰς τὴν φιλίαν ἡμῖν, ταύτην τὴν γῆν κτησάμενοι ἔχομεν, ἀλλὰ παλαίτερον ἔτι τοῖς ἑαυτῶν κινδύνοις οὐθενὸς ἄλλου προσωφελήσαντος ἀφελόμενοι τοὺς ἐχθρούς.
因为我们并非在他们与我们建立友好关系之后才获得并占有这片土地,而是在更早的时候,冒着我们自己的危险,在没有任何其他人协助的情况下,从敌人那里夺取过来的。
ἀποκρινώμεθά τʼ αὐτοῖς, ὅτι τὰς μὲν πρότερον ὑπαρχούσας ἡμῖν κτήσεις, ὅσας ἕκαστοι εἴχομεν, ὅτε τὴν φιλίαν συνετιθέμεθα, ἰδίας τε καὶ ἀναφαιρέτους ἑκάστοις δεῖ μένειν, ὅσων δʼ ἄν, ἀφʼ οὗ τὰς συνθήκας ἐποιησάμεθα, κοινῇ στρατεύσαντες ἐκ πολέμου κύριοι γενώμεθα, τούτων ὑπάρξει τὸ ἐπιβάλλον ἑκάστοις λάχος.
让我们这样答复他们:在我们缔结友好关系时各自拥有的先前财产,必须保持为各自私有且不可剥夺的财产;但自我们订立条约以来,因共同出征、从战争中获得并支配的所有土地,其中将有属于各自应得的份额。
§8.74.3ταῦτα γὰρ οὔτε τοῖς συμμάχοις ὡς ἀδικουμένοις ὀργῆς παρέξει δικαίας προφάσεις, οὔτε τῷ δήμῳ δέος, μὴ δόξῃ τὰ κερδαλεώτερα πρὸ τῶν εὐπρεπεστέρων αἱρεῖσθαι.
因为这既不会给盟友提供因受到不公对待而产生合理愤怒的借口,也不会让民众担心,免得他们显得选择更有利的事物而非更有体面的事物。
τῇ τε αἱρέσει τῶν ἀνδρῶν, οὓς Ἄππιος ἠξίου ὁριστὰς γενέσθαι τῆς δημοσίας γῆς, πάνυ εὐδοκῶ.
至于阿庇乌斯要求作为公有地边界划定者的那些人的选拔,我完全赞同。
πολλὴν γὰρ ἡμῖν τοῦτʼ οἴσει παρρησίαν πρὸς τοὺς δημοτικούς, ἐπεὶ νῦν γʼ ἄχθονται κατʼ ἀμφότερα, καὶ ὅτι αὐτοὶ τῶν δημοσίων οὐθὲν ἀπολαύουσι κτημάτων, καὶ ὅτι ἐξ ἡμῶν τινες οὐ δικαίως αὐτὰ καρποῦνται.
因为这将给我们带来面对平民时的极大坦诚,毕竟现在他们确实在两方面感到恼火:一方面是他们自己没有享受到任何公有财产,另一方面是我们之中的一些人不公正地享有它们。
ἐὰν δὲ δημοσιωθέντα ἴδωσι καὶ τὰς ἀπʼ αὐτῶν προσόδους εἰς τὰ κοινὰ καὶ ἀναγκαῖα δαπανωμένας, οὐδὲν ὑπολήψονται σφίσι διαφέρειν τῆς γῆς ἢ τῶν ἐξ αὐτῆς καρπῶν μετέχειν.
但如果他们看到这些土地被收归公有,其收入被用于公共和必要的用途,他们就会认为,分得土地还是分得土地的产出,对他们来说没有任何区别。
§8.74.4ἐῶ γὰρ λέγειν, ὅτι τῶν ἀπόρων ἐνίους μᾶλλον εὐφραίνουσιν αἱ ἀλλότριαι βλάβαι τῶν ἰδίων ὠφελειῶν.
因为我姑且不提,穷人中的某些人比起自己的得益,更容易因他人的损失而感到高兴。
οὐ μὴν ἀποχρῆν γʼ οἴομαι τούτων ἑκάτερον ἐν τῷ ψηφίσματι γράφειν, ἀλλὰ καὶ διʼ ἄλλης τινὸς οἴομαι δεῖν θεραπείας μετρίας τὸν δῆμον οἰκειώσασθαί τε καὶ ἀναλαβεῖν·
然而,我认为仅仅在法令中写下这两点是不够的,我还认为必须通过某种其他温和的安抚来拉拢并稳定民众。
ἣν μετὰ μικρὸν ἐρῶ, τὴν αἰτίαν πρῶτον ὑμῖν ἀποδειξάμενος, μᾶλλον δὲ τὴν ἀνάγκην, διʼ ἣν καὶ τοῦτο πρακτέον ἡμῖν.
关于这一点,我将在稍后说明,首先向你们阐明其原因,或者更确切地说是必要性,正因如此,我们才必须这样做。 ”