Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §8.70.1-8.70.5

卡西乌斯的民众演说与向元老院提出的分配提案

第 648 段,共 962 段 · 希腊语

内容简介

卡西乌斯在凯旋式次日召集民众大会,夸耀自己历任执政官的功绩并承诺未来的恩惠,次日又向元老院提出分配公有土地和退还谷物货款的提案。

§8.70.1ταῦτα διανοηθεὶς τῇ μετὰ τὸν θρίαμβον ἡμέρᾳ συνεκάλεσε τὸ πλῆθος εἰς ἐκκλησίαν·
考虑到这些,在凯旋式结束后的第二天,他召集民众召开大会。
καὶ παρελθὼν ἐπὶ τὸ βῆμα, ὡς ἔθος ἐστὶ ποιεῖν τοῖς τεθριαμβευκόσι, πρῶτον μὲν ἀπέδωκε τὸν ὑπὲρ τῶν πραχθέντων αὐτῷ λόγον, οὗ κεφάλαια ἦν ταῦτα· §8.70.2ὅτι τῆς μὲν πρώτης ὑπατείας τυχὼν τὸ Σαβίνων ἔθνος ἀντιποιούμενον τῆς ἡγεμονίας μάχῃ νικήσας ὑπήκοον ἠνάγκασε Ῥωμαίοις γενέσθαι· ἀποδειχθεὶς δὲ τὸ δεύτερον ὕπατος τὴν ἐμφύλιον ἔπαυσε τῆς πόλεως στάσιν καὶ κατήγαγε τὸν δῆμον εἰς τὴν πατρίδα, Λατίνους δὲ συγγενεῖς μὲν ὄντας τῆς Ῥωμαίων πόλεως, ἀεὶ δὲ τῆς ἡγεμονίας καὶ τῆς δόξης αὐτῇ φθονοῦντας, εἰς φιλότητα συνήγαγε τῆς ἰσοπολιτείας μεταδούς, ὥστε μηκέτι ἀντίπαλον, ἀλλὰ πατρίδα τὴν Ῥώμην νομίζειν.
他登上讲坛,按照曾举行过凯旋式者的惯例,首先对自己的所作所为做了解释,其要点如下:即,在担任第一次执政官时,他通过战斗击败了争夺霸权的萨宾民族,强迫他们臣服于罗马人;在第二次被任命为执政官时,他平息了城邦的内讧,并将民众带回了祖国;他通过赋予平等公民权,将虽然与罗马城同族、却一直嫉妒其霸权和荣耀的拉丁人争取到友好关系中,使他们不再把罗马视为对手,而是视为祖国。
§8.70.3τρίτον δὲ καταστὰς ἐπὶ τὴν αὐτὴν ἀρχὴν Οὐολούσκους τʼ ἠνάγκασε φίλους ἀντὶ πολεμίων γενέσθαι καὶ τὸ Ἑρνίκων ἔθνος μέγα τε καὶ ἄλκιμον καὶ πλησίον σφῶν κείμενον βλάπτειν τε καὶ ὠφελεῖν τὰ μέγιστα ἱκανώτατον ἑκούσιον ὑπηγάγετο.
第三次担任相同的官职时,他强迫沃尔斯奇人化敌为友,并使赫尔尼基人——这是一个庞大、勇敢且邻近他们的民族,极有能力对他们造成最大伤害或带来最大益处——自愿臣服。
§8.70.4ταῦτά τε δὴ καὶ τὰ ὅμοια τούτοις διεξελθὼν ἠξίου τὸν δῆμον ἑαυτῷ προσέχειν τὸν νοῦν, ὡς παρὰ πάντας τοὺς ἄλλους πρόνοιαν ἔχοντι τοῦ κοινοῦ καὶ εἰς τὸν λοιπὸν ἕξοντι χρόνον.
在详述了这些以及类似的事情之后,他要求民众关注他,因为他比任何人都更关心公共利益,并且在未来也将如此。
τελευτῶν δὲ τοῦ λόγου τοσαῦτʼ ἔφη καὶ τηλικαῦτʼ ἀγαθὰ ποιήσειν τὸν δῆμον, ὥστε πάντας ὑπερβαλέσθαι τοὺς ἐπαινουμένους ἐπὶ τῷ φιλεῖν καὶ σώζειν τὸ δημοτικόν· καὶ ταῦτʼ ἔφη ποιήσειν οὐκ εἰς μακράν.
在演说结束时,他声称自己将为民众谋取如此多且如此巨大的福利,以至于超越所有因热爱和保护平民而受到赞誉的人;他还声称自己很快就会付诸行动。
§8.70.5διαλύσας δὲ τὴν ἐκκλησίαν καὶ χρόνον οὐδὲ ἀκαριαῖον διαλιπὼν τῇ κατόπιν ἡμέρᾳ συνεκάλει τὴν βουλὴν εἰς τὸ συνέδριον ὀρθὴν καὶ περίφοβον οὖσαν ἐπὶ τοῖς ῥηθεῖσιν ὑπʼ αὐτοῦ λόγοις·
宣布大会解散后,他甚至没有多等待片刻,就在第二天将元老院召集到议事厅中,元老院因他之前所说的话而处于紧张和恐惧之中。
καὶ πρὶν ἑτέρου τινὸς ἄρξασθαι λόγου τὴν ἀπόρρητον ἐν τῷ δήμῳ φυλαχθεῖσαν γνώμην εἰς μέσον ἔφερεν, ἀξιῶν τοὺς βουλευτάς, ἐπειδὴ πολλὰ ὁ δῆμος τῇ πόλει χρήσιμος γέγονε τὰ μὲν εἰς τὴν ἐλευθερίαν, τὰ δʼ εἰς τὸ ἑτέρων ἄρχειν συλλαβόμενος, πρόνοιαν αὐτοῦ ποιήσασθαι, τήν τε χώραν αὐτῷ νείμαντας, ὅση πολέμῳ κρατηθεῖσα λόγῳ μὲν ἦν δημοσία, ἔργῳ δὲ τῶν ἀναιδεστάτων τε καὶ σὺν οὐδενὶ δικαίῳ κατεσχηκότων πατρικίων, καὶ τῆς ὑπὸ Γέλωνος τοῦ Σικελίας τυράννου πεμφθείσης σφίσι δωρεᾶς σιτικῆς, ἣν προῖκα δέον ἅπαντας διανείμασθαι τοὺς πολίτας ὠνητὴν ἐλάμβανον οἱ πένητες, ἀποδοθῆναι τὰς τιμὰς τοῖς ὠνησαμένοις ἐξ ὧν εἶχε τὸ κοινὸν χρημάτων.
在开始任何其他议题之前,他公开了在民众面前保密的意图,要求议员们——鉴于民众对城邦大有益处,他们既为自由做出了贡献,也为统治他人出了一份力——对民众予以关照:一方面将所有因战争夺取、名义上为公有、实际上却被最无耻且毫无道理地占有的贵族们霸占的土地分配给民众;另一方面,关于西西里僭主盖隆送给他们的谷物赠礼(这本该免费分配给所有公民,而穷人们却只能花钱购买),应从公款中将货款退还给那些购买了谷物的人。

词汇与语法注释

  1. 8.70.4ὡς ... πρόνοιαν ἔχοντι ... καὶ ... ἕξοντι — 带有 `ὡς` 的与格分词 `ἔχοντι` 和 `ἕξοντι` 与前文的与格代词 `ἑαυτῷ`(“对自己”)相一致。`ὡς` 表示主观或宣称的理由(“作为……的人”),刻画了卡西乌斯向民众展示的自我形象。
  2. 8.70.5ἀξιῶν τοὺς βουλευτάς ... πρόνοιαν αὐτοῦ ποιήσασθαι ... καὶ ... ἀποδοθῆναι τὰς τιμὰς — 此处阐明依附于动词 `ἔφερεν` 的分词 `ἀξιῶν`(“要求”)的句法结构。其直接宾语是宾格的 `τοὺς βουλευτάς`(“元老院议员们”),它支配着中动不定式 `ποιήσασθαι`(以及与其相伴、修饰该宾语的宾格复数分词 `νείμαντας`)。该结构通过 `καὶ` 与被动不定式 `ἀποδοθῆναι` 并列,后者的主格宾语(即意义上的主语)是宾格的 `τὰς τιμὰς`(“货款”),以此表达第二个要求(即退还货款)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §8.70.1-8.70.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.70.1-8.70.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。