§8.70.1ταῦτα διανοηθεὶς τῇ μετὰ τὸν θρίαμβον ἡμέρᾳ συνεκάλεσε τὸ πλῆθος εἰς ἐκκλησίαν· καὶ παρελθὼν ἐπὶ τὸ βῆμα, ὡς ἔθος ἐστὶ ποιεῖν τοῖς τεθριαμβευκόσι, πρῶτον μὲν ἀπέδωκε τὸν ὑπὲρ τῶν πραχθέντων αὐτῷ λόγον, οὗ κεφάλαια ἦν ταῦτα· §8.70.2ὅτι τῆς μὲν πρώτης ὑπατείας τυχὼν τὸ Σαβίνων ἔθνος ἀντιποιούμενον τῆς ἡγεμονίας μάχῃ νικήσας ὑπήκοον ἠνάγκασε Ῥωμαίοις γενέσθαι· ἀποδειχθεὶς δὲ τὸ δεύτερον ὕπατος τὴν ἐμφύλιον ἔπαυσε τῆς πόλεως στάσιν καὶ κατήγαγε τὸν δῆμον εἰς τὴν πατρίδα, Λατίνους δὲ συγγενεῖς μὲν ὄντας τῆς Ῥωμαίων πόλεως, ἀεὶ δὲ τῆς ἡγεμονίας καὶ τῆς δόξης αὐτῇ φθονοῦντας, εἰς φιλότητα συνήγαγε τῆς ἰσοπολιτείας μεταδούς, ὥστε μηκέτι ἀντίπαλον, ἀλλὰ πατρίδα τὴν Ῥώμην νομίζειν.
Having intended these things, on the day after his triumph he called the multitude to an assembly; and coming forward to the rostrum, as is the custom for those who have celebrated a triumph to do, he first gave an account of his achievements, of which the main points were these: Namely, that having obtained his first consulship, he conquered in battle the Sabine nation, which was disputing the hegemony, and forced them to become subject to the Romans; and having been appointed consul for the second time, he stopped the civil discord of the city and restored the people to their homeland, and brought the Latins—who, though kinsmen of the city of Rome, had always envied its hegemony and glory—into friendship by granting them equal citizenship, so that they no longer regarded Rome as a rival, but as their homeland.
§8.70.3τρίτον δὲ καταστὰς ἐπὶ τὴν αὐτὴν ἀρχὴν Οὐολούσκους τʼ ἠνάγκασε φίλους ἀντὶ πολεμίων γενέσθαι καὶ τὸ Ἑρνίκων ἔθνος μέγα τε καὶ ἄλκιμον καὶ πλησίον σφῶν κείμενον βλάπτειν τε καὶ ὠφελεῖν τὰ μέγιστα ἱκανώτατον ἑκούσιον ὑπηγάγετο.
And thirdly, having been established in the same office, he forced the Volscians to become friends instead of enemies, and voluntarily subdued the Hernician nation, which was great and valiant, situated near them, and highly capable of doing either the greatest harm or the greatest good.
§8.70.4ταῦτά τε δὴ καὶ τὰ ὅμοια τούτοις διεξελθὼν ἠξίου τὸν δῆμον ἑαυτῷ προσέχειν τὸν νοῦν, ὡς παρὰ πάντας τοὺς ἄλλους πρόνοιαν ἔχοντι τοῦ κοινοῦ καὶ εἰς τὸν λοιπὸν ἕξοντι χρόνον.
Having detailed these and similar things, he demanded that the people pay attention to him, as one who had care for the common good beyond all others, and who would continue to do so in the future.
τελευτῶν δὲ τοῦ λόγου τοσαῦτʼ ἔφη καὶ τηλικαῦτʼ ἀγαθὰ ποιήσειν τὸν δῆμον, ὥστε πάντας ὑπερβαλέσθαι τοὺς ἐπαινουμένους ἐπὶ τῷ φιλεῖν καὶ σώζειν τὸ δημοτικόν· καὶ ταῦτʼ ἔφη ποιήσειν οὐκ εἰς μακράν.
And ending his speech, he said he would do so many and such great favors for the people as to surpass all who were praised for loving and protecting the plebeians; and he said he would do these things before long.
§8.70.5διαλύσας δὲ τὴν ἐκκλησίαν καὶ χρόνον οὐδὲ ἀκαριαῖον διαλιπὼν τῇ κατόπιν ἡμέρᾳ συνεκάλει τὴν βουλὴν εἰς τὸ συνέδριον ὀρθὴν καὶ περίφοβον οὖσαν ἐπὶ τοῖς ῥηθεῖσιν ὑπʼ αὐτοῦ λόγοις· καὶ πρὶν ἑτέρου τινὸς ἄρξασθαι λόγου τὴν ἀπόρρητον ἐν τῷ δήμῳ φυλαχθεῖσαν γνώμην εἰς μέσον ἔφερεν, ἀξιῶν τοὺς βουλευτάς, ἐπειδὴ πολλὰ ὁ δῆμος τῇ πόλει χρήσιμος γέγονε τὰ μὲν εἰς τὴν ἐλευθερίαν, τὰ δʼ εἰς τὸ ἑτέρων ἄρχειν συλλαβόμενος, πρόνοιαν αὐτοῦ ποιήσασθαι, τήν τε χώραν αὐτῷ νείμαντας, ὅση πολέμῳ κρατηθεῖσα λόγῳ μὲν ἦν δημοσία, ἔργῳ δὲ τῶν ἀναιδεστάτων τε καὶ σὺν οὐδενὶ δικαίῳ κατεσχηκότων πατρικίων, καὶ τῆς ὑπὸ Γέλωνος τοῦ Σικελίας τυράννου πεμφθείσης σφίσι δωρεᾶς σιτικῆς, ἣν προῖκα δέον ἅπαντας διανείμασθαι τοὺς πολίτας ὠνητὴν ἐλάμβανον οἱ πένητες, ἀποδοθῆναι τὰς τιμὰς τοῖς ὠνησαμένοις ἐξ ὧν εἶχε τὸ κοινὸν χρημάτων.
Having dismissed the assembly, and without waiting even a moment, on the following day he called the senate to the chamber, which was anxious and terrified at the words he had spoken; and before beginning any other business, he brought into the open the design that had been kept secret before the people, demanding that the senators, since the people had been highly useful to the state, contributing partly to its liberty and partly to its dominion over others, should take thought for them, both by distributing to them all the land which, having been won in war, was public in name but in fact was held by the most shameless patricians without any right, and, with regard to the grain gift sent to them by Gelon, the tyrant of Sicily, which the poor had to buy when it ought to have been distributed to all citizens for nothing, that the prices should be refunded to those who had bought it from the public funds.