§8.67.1ὁ δʼ ἕτερος τῶν ὑπάτων Τῖτος Σίκκιος, ὁ πεμφθεὶς ἐπὶ Οὐολούσκους, ὅσον ἦν κράτιστον τῆς δυνάμεως μέρος ἀναλαβὼν εἰς τὴν Οὐελιτρανῶν χώραν εἰσέβαλεν.
另一位执政官提图斯·西基乌斯,被派往对抗沃尔斯奇人,他率领了军队中最精锐的部分,侵入了韦利特雷人的领地。
ἐνταῦθα γὰρ ἦν Τύλλος Ἄττιος ὁ τῶν Οὐολούσκων ἡγεμὼν τὴν ἀκμαιοτάτην συσκευασάμενος στρατιάν, γνώμην ἔχων τὰ συμμαχικὰ Ῥωμαίων κακῶσαι πρῶτον, ὥσπερ ὁ Μάρκιος ἔδρασεν, ὅτʼ ἤρχετο τοῦ πολέμου, δόξας ἐν τῷ αὐτῷ φόβῳ Ῥωμαίους ἔτι διαμένειν καὶ μηδεμίαν τοῖς ὑπὲρ αὐτῶν κινδυνεύουσι πέμψειν ἐπικουρίαν.
因为沃尔斯奇人的领袖图路斯·阿提乌斯正驻扎在那里,他整顿了最强盛的军队,意图首先像马尔基乌斯在战争开始时所做的那样,摧毁罗马的同盟者,因为他认为罗马人仍处于同样的恐惧之中,不会向那些为他们冒险的人派遣任何援助。
ὡς δʼ ὤφθησάν τε καὶ εἶδον ἀλλήλας αἱ δυνάμεις, οὐδὲν ἔτι ἀναβαλόμεναι συνῄεσαν εἰς ταὐτόν.
当两军相见并看清对方时,他们没有再拖延,立刻交战在了一起。
§8.67.2ἦν δʼ ὁ χῶρος ὁ μεταξὺ τῶν στρατοπέδων, ἐν ᾧ τὴν μάχην ἔδει γενέσθαι, λόφος πετρώδης πολλαχῇ περικατεαγώς, ἔνθα οὐδετέροις ἡ ἵππος ἔμελλεν ἔσεσθαι χρησίμη.
两军营地之间、即即将发生战斗的地方,是一座多处断裂的岩石丘陵,在那里骑兵对双方都毫无用处。
μαθόντες δὲ τοῦθʼ οἱ τῶν Ῥωμαίων ἱππεῖς καὶ ἐν αἰσχύνῃ θέμενοι, εἰ παρόντες τῷ ἀγῶνι μηδὲν προσωφελήσουσιν, ἐδέοντο τοῦ ὑπάτου προσελθόντες ἀθρόοι, ἐᾶσαι σφᾶς καταβάντας ἀπὸ τῶν ἵππων μάχεσθαι πεζούς, εἰ τοῦτʼ αὐτῷ δοκεῖ κράτιστον εἶναι.
罗马的骑兵得知此事后,认为如果他们在场参战却无所助益将是莫大的耻辱,于是他们一齐走近执政官,请求他允许他们下马,作为步兵进行战斗,如果他认为这是最好的选择的话。
§8.67.3κἀκεῖνος πολλὰ ἐπαινέσας αὐτοὺς καταβιβάζει τʼ ἀπὸ τῶν ἵππων, καὶ σὺν ἑαυτῷ τεταγμένους εἶχεν ἐπισκόπους τε καὶ ἐπανορθωτὰς τοῦ κάμνοντος ἐσομένους· καὶ ἐγένοντο τῆς τότε νίκης λαμπρᾶς σφόδρα γενομένης οὗτοι Ῥωμαίοις αἴτιοι.
执政官对他们大加赞赏,让他们下马,并让他们和自己排列在一起,以便监视并重整陷入苦战的战线;而他们也成为了当时罗马人获得极其辉煌胜利的功臣。
τὸ μὲν γὰρ πεζὸν ἀμφοτέρων πλήθει τʼ ἀνθρώπων ὡς μάλιστα ἦν καὶ ὁπλισμοῖς ὁμοιότροπον, τάξεώς τε κόσμῳ καὶ μάχης ἐμπειρίᾳ κατά τʼ ἐπαγωγὰς καὶ ὑποχωρήσεις πληγάς τʼ αὖ καὶ φυλακὰς παραπλήσιον.
因为双方的步兵在人数和装备上都极尽相似,在阵列的秩序和战斗的经验上——无论是在进攻与撤退,还是在打击与防守上——都几乎不相上下。
§8.67.4μετέμαθον γὰρ οἱ Οὐολοῦσκοι πάντα τὰ πολέμια, ἐξ οὗ Μάρκιον ἔσχον ἡγεμόνα, καὶ εἰς τὰ Ῥωμαίων προσεχώρησαν ἔθη.
因为自从沃尔斯奇人有了马尔基乌斯作为领袖,他们就重新学习了一切军事事务,并转而采用罗马人的习惯。
διέμενον οὖν ἐπὶ πλεῖστον χρόνον τῆς ἡμέρας ἀγχωμάλως αἱ φάλαγγες ἀγωνιζόμεναι, καὶ ἡ τοῦ χωρίου φύσις ἀνώμαλος οὖσα ἑκατέροις πολλὰ εἰς τὸ πλεονεκτεῖν κατʼ ἀλλήλων παρείχετο.
因此,各方阵在一天的大部分时间里都势均力敌地战斗着,而地形的起伏也给双方提供了许多相互压制的机会。
οἱ δʼ ἱππεῖς τῶν Ῥωμαίων διχῇ νείμαντες ἑαυτούς, οἱ μὲν κατὰ τὰ πλάγια τῶν πολεμίων ἀπὸ τοῦ δεξιοῦ κέρως ἐμβάλλουσιν, οἱ δὲ περιελθόντες διὰ τοῦ λόφου τοῖς κατόπιν ἐπιρράττουσιν.
但罗马的骑兵将自己分成两部分,一部分从右翼向敌人的侧翼发起冲击,另一部分则绕过丘陵,从后方猛击敌人。
§8.67.5ἔπειθʼ οἱ μὲν εἰσακοντίζοντες τὰς λόγχας, οἱ δὲ τοὺς ὁμόσε χωροῦντας τοῖς ἱππικοῖς ξίφεσι μακροτέροις οὖσι κατὰ βραχιόνων παίοντες καὶ παρὰ τὰς ἀγκύλας καταφέροντες, πολλῶν μὲν τὰς χεῖρας αὐτοῖς σκεπάσμασί τε καὶ ἀμυντηρίοις ἀπέκοπτον, πολλοὺς δὲ γονάτων τε καὶ ἀστραγάλων πληγαῖς βαθείαις ἀπὸ κρατίστης βάσεως ἐρρίπτουν ἡμιθανεῖς.
随后,有的人投掷长枪,有的人则用更长的骑兵剑砍向那些迎面冲来的人的肩膀,并沿着肘部劈下,将许多人的手连同他们的盾牌和防具一起砍断,还有许多人因膝盖和脚踝受到深重打击而从最稳固的立足点被扫倒,半死不活。
§8.67.6περιειστήκει τε πάντοθεν τοῖς Οὐολούσκοις τὸ δεινόν· ἐκ μὲν γὰρ τῶν κατὰ πρόσωπον οἱ πεζοὶ αὐτοῖς ἐνέκειντο, ἐκ δὲ τῶν πλαγίων τε καὶ τῶν κατόπιν οἱ ἱππεῖς, ὥστε ὑπὲρ δύναμιν ἀγαθοὶ γενόμενοι καὶ πολλὰ ἔργα τόλμης τε καὶ ἐμπειρίας ἀποδειξάμενοι, μικροῦ δεῖν πάντες οἱ τὸ δεξιὸν κέρας ἔχοντες κατεκόπησαν.
危险从四面八方包围了沃尔斯奇人;因为步兵从正面压迫他们,而骑兵则从侧翼和后方发起攻击,以至于他们虽然表现得超乎自身力量的英勇,并展现了许多勇气和经验的业绩,但右翼的士兵几乎全部被歼灭。
οἱ δʼ ἐν μέσῃ τε τῇ φάλαγγι τεταγμένοι καὶ ἐπὶ τοῦ ἑτέρου κέρως ἐπειδὴ τὸ δεξιόν τε παρερρηγμένον εἶδον καὶ τὸν αὐτὸν τρόπον ἐπιόντας σφίσι τοὺς τῶν Ῥωμαίων ἱππεῖς, ἐξελίξαντες τοὺς λόχους βάδην ἀπεχώρουν ἐπὶ τὸν χάρακα, καὶ οἱ τῶν Ῥωμαίων §8.67.7ἱππεῖς ἐν τάξει ἠκολούθουν.
那些驻守在方阵中央和另一翼的人,看到右翼被攻破,且罗马骑兵以同样的方式向他们袭来,便反转了队伍,迈步向营地撤退,而罗马的骑兵则整队紧随其后。
ἐπεὶ δὲ πρὸς τῷ ἐρύματι ἦσαν, ἑτέρα γίνεται μάχη τῶν ἱππέων ἐπιβαινόντων τοῖς περισταυρώμασι κατὰ πολλὰ μέρη τοῦ χάρακος ὀξεῖα καὶ παλίντροπος.
当他们到达防线时,由于骑兵在营地多处攀登桩栅,展开了另一场激烈且反复无常的战斗。
πονουμένων δὲ τῶν Ῥωμαίων ὁ ὕπατος κελεύσας τοῖς πεζοῖς ὕλην προσενέγκαντας ἀποχῶσαι τὰς τάφρους, πρῶτος ἐχώρει κατὰ τὸ ἐπίβατον ἔχων τοὺς ἀρίστους τῶν ἱππέων ἐπὶ τὰς ἐχυρωτάτας τοῦ χάρακος πύλας·
在罗马人陷入苦战时,执政官命令步兵运来木材填平壕沟,他自己则率领最优秀的骑兵,通过可攀登之处,率先冲向营地最坚固的门。
ἀναστείλας δὲ τοὺς πρὸ αὐτῶν μαχομένους καὶ τοὺς καταρράκτας τῶν πυλῶν διακόψας ἐντὸς ἐγεγόνει τῶν ἐρυμάτων, καὶ τοὺς ἐπιόντας τῶν σφετέρων πεζῶν ἐδέχετο.
他击退了门前战斗的敌人,砍断了门闸,进入了防线内部,迎接着后续跟进的己方步兵。
§8.67.8Τύλλος δʼ Ἄττιος ἔχων τοὺς ἐρρωμενεστάτους καὶ εὐτολμοτάτους Οὐολούσκων ὁμόσε αὐτῷ χωρεῖ καὶ πολλὰ ἔργα γενναῖα ἀποδειξάμενος· ἦν γὰρ ἀγωνιστὴς μὲν πολέμων σφόδρʼ ἄλκιμος, στρατηγῆσαι δʼ οὐχ ἱκανός· ὑπὸ κόπου τε καὶ πλήθους τραυμάτων καταπονηθεὶς ἀποθνήσκει.
图路斯·阿提乌斯率领着沃尔斯奇人中最强壮、最勇敢的人与他交手,展现了许多英勇的业绩;因为他确实是一个极具战斗力的勇士,却不擅长担任将领;他由于疲惫和多处受伤而力竭身亡。
τῶν δʼ ἄλλων Οὐολούσκων, ἐπειδὴ ὁ χάραξ ἡλίσκετο, οἱ μὲν ἀγωνιζόμενοι κατεκόπησαν, οἱ δὲ τὰ ὅπλα ῥίψαντες πρὸς ἱκεσίας τῶν κεκρατηκότων ἐτράποντο, ὀλίγοι δέ τινες ἐπὶ τὰ οἰκεῖα φεύγοντες ἀπεσώθησαν.
至于其余的沃尔斯奇人,当营地被攻破时,有的人在战斗中被歼灭,有的人则扔下武器,向征服者乞求宽恕,只有极少数人逃回自己的家园,得以保全。
§8.67.9ἀφικομένων δʼ εἰς τὴν Ῥώμην ἀγγέλων, οὓς ἀπέστειλαν οἱ ὕπατοι, μεγίστη χαρὰ τὸν δῆμον κατέσχε, καὶ αὐτίκα τοῖς μὲν θεοῖς χαριστηρίους ἐψηφίσαντο θυσίας, τοῖς δʼ ὑπάτοις τὴν τῶν θριάμβων τιμὴν προσέθεσαν.
当执政官们派遣的使者抵达罗马时,极大的喜悦笼罩了民众,他们立刻通过决议向神明献上感谢祭,并授予执政官们凯旋式的荣誉。
οὐ μέντοι τὴν αὐτήν γʼ ἀμφοτέροις· ἀλλὰ Σικκίῳ μέν, ἐπειδὴ φόβου μείζονος ἠλευθερωκέναι ἐδόκει τὴν πόλιν τὸν Οὐολούσκων ὑβριστὴν καθελὼν στρατὸν καὶ τὸν ἡγεμόνα αὐτῶν ἀποκτείνας τὴν μείζονα πομπὴν ἐψηφίσαντο· καὶ εἰσήλασεν ὁ ἀνὴρ ἄγων τὰ λάφυρα καὶ τοὺς αἰχμαλώτους καὶ τὴν συναγωνισαμένην δύναμιν ἅρματι παρεμβεβηκὼς χρυσοχαλίνων ἵππων τὴν βασιλικὴν ἠμφιεσμένος ἐσθῆτα, ὡς περὶ τοὺς μείζονας θριάμβους νόμος.
然而,两人的荣誉并不相同:对于西基乌斯,因为他通过消灭傲慢的沃尔斯奇军队并杀死了他们的领袖,被认为使城市免于更大的恐惧,于是他们投票授予他更隆重的游行;此人便拉着战利品和俘虏,率领共同战斗的军队,乘坐着黄金缰绳马匹拉着的战车,身穿君王的礼服入城,正如隆重凯旋式的惯例。
Ἀκυλλίῳ δὲ τὸν ἐλάττονα θρίαμβον ἀπέδοσαν, ὃν αὐτοὶ καλοῦσιν οὐαστήν· δεδήλωται δέ μοι διὰ τῶν προτέρων, ἣν ἔχει διαφορὰν οὗτος πρὸς τὸν μείζονα· §8.67.10καὶ εἰσῆλθεν ὁ ἀνὴρ πεζὸς τὰ λοιπὰ τῆς πομπῆς ἐπαγόμενος.
而对于阿奎利乌斯,他们则授予了较小的凯旋式,他们自己称之为“奥瓦斯泰斯”;我已在先前的内容中说明了这种仪式与更隆重仪式之间的区别;此人便步行入城,带领着游行的其余部分。
καὶ τὸ ἔτος τοῦτο ἐτελεύτα.
这一年也就此结束。