Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §8.63.1-8.63.4

敌军内讧之际的不战与执政官所受谴责

第 641 段,共 962 段 · 希腊语

内容简介

罗马军队虽已出征,但执政官们未能追击或进攻因内讧而自相残杀并撤退的沃尔西人与埃奎人联军,最终无功而返,并因懦弱而饱受谴责。

§8.63.1ἡμέραις δʼ ὀλίγαις ὕστερον ἐξελθόντες εἰς τὴν ὕπαιθρον Ῥωμαῖοι πολλῇ στρατιᾷ τῶν ὑπάτων ἀγόντων ἀμφοτέρων, καὶ προελθόντες ἄχρι τῶν ὅρων τῆς σφετέρας κατεστρατοπέδευσαν ἐπὶ λόφοις δυσίν, ἴδιον ἑκατέρου τῶν ὑπάτων στρατόπεδον ἐπὶ τοῖς ἐρυμνοτάτοις καταστησαμένου.
几天后,罗马人在两位执政官的率领下,带着大军出征到野外,并前行至他们领土的边界,在两座山丘上安营扎寨,两位执政官各自在最坚固的地方设立了自己的营地。
οὐ μὴν ἔδρασάν γε οὐδὲν οὔτε μεῖζον οὔτʼ ἔλαττον, ἀλλʼ ἀνέστρεψαν ἄπρακτοι, καίτοι καλὰς ἀφορμὰς δόντων αὐτοῖς τῶν πολεμίων δρᾶσαί τι γενναῖον.
然而,他们没有采取任何大小行动,而是无功而返,尽管敌人给他们提供了做出某种英勇举动的绝佳机会。
§8.63.2πρότεροι γὰρ ἔτι τούτων Οὐολοῦσκοί τε καὶ Αἰκανοὶ στρατὸν ἐπὶ τὴν Ῥωμαίων γῆν ἤγαγον γνώμην ποιησάμενοι μὴ ἀνεῖναι τὸν καιρόν, ἀλλʼ, ἕως ἔτι καταπεπλῆχθαι τὸ ἀντίπαλον ἐδόκουν, χωρεῖν ἐπʼ αὐτό, ὡς καὶ ἑκούσιον διὰ δέος παραστησόμενον.
因为在这些事情之前,沃尔西人和埃奎人就已经率军侵入罗马人的领地,他们决心不放过这个机会,而是趁他们认为对手仍处于惊恐之中时向其进军,以为对方会因恐惧而自愿投降。
στασιάσαντες δὲ περὶ τῆς ἡγεμονίας κατʼ ἀλλήλων τὰ ὅπλα ἥρπασαν καὶ συμπεσόντες ἐμάχοντο, οὔτε κατὰ τάξιν οὔτʼ ἐκ παραγγέλματος, ἀλλὰ φύρδην καὶ ἀναμίξ, ὥστε πολὺν ἐξ ἀμφοῖν γενέσθαι φόνον· καὶ εἰ μὴ δὺς ὁ ἥλιος ἔφθασεν, ἅπασαι ἂν αὐτῶν αἱ δυνάμεις διεφθάρησαν.
但是,他们因争夺领导权而发生内讧,互相拿起武器,冲突撕杀起来,既无队形也无号令,而是混乱地混杂在一起,以致双方都伤亡惨重;如果不是太阳先落山,他们的全部军队就都会被消灭了。
τῇ δὲ νυκτὶ λυούσῃ τὸ νεῖκος ἀκούσιοι εἴξαντες διεκρίθησάν τʼ ἀπʼ ἀλλήλων καὶ ἐπὶ τοὺς ἰδίους χάρακας ἀπηλλάγησαν· ἕωθεν δʼ ἀναστήσαντες τὰς δυνάμεις ἀπῄεσαν ἑκάτεροι ἐπὶ §8.63.3τὰ σφέτερα.
在黑夜平息了争端后,他们不情愿地屈服并互相散去,退回到各自的营地;黎明时分,双方都拔营起程,各自返回了自己的家园。
οἱ δʼ ὕπατοι παρά τʼ αὐτομόλων καὶ αἰχμαλώτων, οἳ παρʼ αὐτὸ τὸ ἔργον ἀπέδρασαν, ἀκούσαντες, οἷα κατέσχε λύσσα καὶ θεοβλάβεια τὰ πολέμια, οὔτε συνεπέθεντο τῷ κατʼ εὐχὴν δοθέντι καιρῷ τριάκοντα σταδίων οὐ πλεῖον ἀπέχοντες, οὔτʼ ἀπιόντας ἐδίωξαν, ἐν ᾧ κεκμηκότας καὶ τραυματίας καὶ ὀλίγους ἐκ πολλῶν καὶ ἀτάκτους χωροῦντας ἀκραιφνεῖς αὐτοὶ καὶ σὺν κόσμῳ ἑπόμενοι ῥᾳδίως ἂν διέφθειραν πασσυδί.
而执政官们从在战斗中逃跑的逃兵和俘虏那里听说,是怎样的疯狂和神罚降临在敌军身上,尽管相距不超过三十斯塔德,却既没有乘机利用这祈祷也难求的良机发起进攻,也没有追击撤退的敌人;而如果他们自己保持着饱满的战斗力和整齐的队伍跟在后面,原本可以轻易地将这些疲惫不堪、伤痕累累、大军中幸存的少数散兵游勇全军覆没。
§8.63.4λύσαντες δὲ καὶ αὐτοὶ τοὺς χάρακας ἀπῄεσαν εἰς τὴν πόλιν· εἴτʼ ἀρκούμενοι τῷ παρὰ τῆς τύχης δοθέντι ἀγαθῷ, εἴτʼ οὐ πιστεύοντες ἀνασκήτῳ στρατιᾷ τῇ σφετέρᾳ, εἴτε περὶ πολλοῦ ποιούμενοι τὸ μηδʼ ὀλίγους τῶν σφετέρων ἀποβαλεῖν.
随后,他们自己也拔营返回城邦;这或许是因为满足于命运赋予的好运,或许是因为不信任自己这支未经训练的军队,又或者是极为珍视不让己方哪怕损失少数人。
ἀφικόμενοι δʼ εἰς τὴν πόλιν ἐν αἰσχύνῃ πολλῇ ἦσαν δειλίας δόξαν ἐπὶ τῷ ἔργῳ φερόμενοι· καὶ οὐδεμίαν ἔξοδον ἔτι ποιησάμενοι παρέδοσαν τοῖς μεθʼ ἑαυτοὺς ὑπάτοις τὴν ἀρχήν.
回到城邦后,他们因这一行为而背负了懦弱的名声,陷入了极大的耻辱之中;此后他们没有再进行任何远征,便将权力移交给了继任的执政官。

词汇与语法注释

  1. 8.63.1ἴδιον ἑκατέρου τῶν ὑπάτων στρατόπεδον ἐπὶ τοῖς ἐρυμνοτάτοις καταστησαμένου — 这是一个属格绝对独立结构(Genitive Absolute),逻辑主语是 `ἑκατέρου τῶν ὑπάτων`(两位执政官中的每一位)。分词 `καταστησαμένου`(过去不定时中间态属格单数)在语法上与单数的 `ἑκατέρου` 一致,尽管该行为是双方共同作出的。`ἴδιον ... στρατόπεδον`(各自独特的营地)充当该分词的直接宾语。
  2. 8.63.2εἰ μὴ δὺς ὁ ἥλιος ἔφθασεν, ἅπασαι ἂν αὐτῶν αἱ δυνάμεις διεφθάρησαν — 这是一个表示过去相反事实的条件句(条件从句用 `εἰ μὴ ... ἔφθασεν`,主句用 `ἂν ... διεφθάρησαν`),其中融合了 `φθάνω` 连用分词表示“先于某事/比某事更早”的句型。过去不定时分词 `δύς`(落山)修饰 `ἔφθασεν`(先于),字面意思是“如果落下的太阳没有先于他们”。
  3. 8.63.3ἐν ᾧ κεκμηκότας καὶ τραυματίας καὶ ὀλίγους ἐκ πολλῶν καὶ ἀτάκτους χωροῦντας ἀκραιφνεῖς αὐτοὶ καὶ σὺν κόσμῳ ἑπόμενοι ῥᾳδίως ἂν διέφθειραν πασσυδί — 关系代词与格形式的 `ἐν ᾧ` 在此用作时间或情境的过渡(意为“在此期间,在那种情况下”)。主句属于过去相反事实的主句(`ἂν ... διέφθειραν`),其隐含的条件从句(“如果他们当时追击的话”)包含在修饰主语的属格分词短语 `ἀκραιφνεῖς αὐτοὶ καὶ σὺν κόσμῳ ἑπόμενοι`(他们自己保持饱满斗志并整齐跟进)中。句子结构建立在表示敌人的宾格成分(`κεκμηκότας ... χωροῦντας`)与表示罗马人的主格成分(`αὐτοὶ ... ἑπόμενοι`)的对比之上。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §8.63.1-8.63.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.63.1-8.63.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。