§8.65.1Ἀκύλλιος μὲν οὖν ἅτερος τῶν ὑπάτων ἐν τῇ Πραινεστηνῶν χώρᾳ τὸν Ἑρνίκων στρατὸν ὑπομένοντα καταλαβὼν ἀντικατεστρατοπέδευσεν ὡς ἐδύνατο μάλιστʼ ἀγχοτάτω σταδίους ἀπὸ τῆς Ῥώμης ἀποσχὼν ὀλίγῳ πλείους διακοσίων·
且说两位执政官之一的阿奎利乌斯在普莱内斯特人的领土上发现正在等候的赫尔尼基人军队后,便在距离罗马仅两百多斯塔迪翁的地方,尽可能靠近地与他们对峙安营。
τρίτῃ δʼ ἀφʼ ἧς κατεστρατοπέδευσεν ἡμέρᾳ, προελθόντων ἐκ τοῦ χάρακος τῶν Ἑρνίκων εἰς τὸ πεδίον ἐν τάξει καὶ τὰ σημεἶ ἀράντων τῆς μάχης, ἀντεξῆγε καὶ αὐτὸς τὴν δύναμιν ἐν κόσμῳ τε καὶ κατὰ τέλη.
在安营后的第三天,当赫尔尼基人整齐地从营地走向平原并升起战斗信号时,他自己也率领军队,井然有序地按各部队列队迎战。
§8.65.2ἐπεὶ δʼ ἀγχοῦ ἐγένοντο ἀλλήλων ἔθεον ἀλαλάξαντες ὁμόσε, πρῶτον μὲν οἱ ψιλοὶ σαυνίων τε βολαῖς καὶ τοξεύμασι καὶ λίθοις ἀπὸ σφενδόνης μαχόμενοι, καὶ πολλὰ τραύματα ἔδοσαν ἀλλήλοις·
当他们彼此接近时,便齐声呐喊着冲向对方。 首先是轻装步兵用标枪、弓箭和投石器投掷的石块进行交战,双方互有大量伤亡。
ἔπειτα ἱππεῖς ἱππεῦσι συρράττουσι κατʼ ἴλας ἐλαύνοντες καὶ τὸ πεζὸν τῷ πεζῷ κατὰ σπείρας μαχόμενον.
接着,骑兵按中队骑行相撞,步兵按连队相互厮杀。
ἔνθα δὴ καλὸς ἀγὼν ἦν ἐκθύμως ἀμφοτέρων ἀγωνιζομένων, καὶ μέχρι πολλοῦ διέμενον οὐδέτεροι τοῖς ἑτέροις τοῦ χωρίου, ἐν ᾧ ἐτάχθησαν, εἴκοντες.
此时双方都奋勇拼搏,战斗异常激烈,在很长一段时间里,谁也没有向对方让出自己所部署的阵地。
ἔπειτα ἡ Ῥωμαίων ἤρξατο κάμνειν φάλαγξ, οἷα διὰ πολλοῦ τοῦ μεταξὺ χρόνου τότε πρῶτον ἠναγκασμένη ὁμιλεῖν πολέμῳ.
随后,罗马军团的方阵开始疲惫,因为由于间隔了很长时间,他们当时才第一次被迫参与战争。
§8.65.3τοῦτο συνιδὼν Ἀκύλλιος ἐκέλευσε τοὺς ἀκμῆτας ἔτι καὶ εἰς αὐτὸ τοῦτο φυλαττομένους ὑπὸ τὰ κάμνοντα τῆς φάλαγγος ὑπελθεῖν μέρη, τοὺς δὲ τραυματίας καὶ τοὺς ἀπειρηκότας ὀπίσω τῆς φάλαγγος ἀπιέναι.
阿奎利乌斯察觉到这一点,便命令那些依然精力充沛、正是为此目的而被保留下来的预备兵去替换并支援方阵中疲惫的部分,而让伤员和筋疲力尽者退到方阵后方。
οἱ δʼ Ἕρνικες ὡς ἔμαθον κινουμένους αὐτῶν τοὺς λόχους φυγῆς τʼ ἄρχειν τοὺς Ῥωμαίους ὑπέλαβον, καὶ παρακελευσάμενοι ἀλλήλοις ἐμβάλλουσι πυκνοῖς τοῖς λόχοις εἰς τὰ κινούμενα τῶν πολεμίων μέρη, καὶ οἱ ἀκραιφνεῖς τῶν Ῥωμαίων ἐπιόντας αὐτοὺς δέχονται· καὶ ἦν αὖθις ἐξ ὑπαρχῆς ἀμφοτέρων ἐκθύμως ἀγωνιζομένων μάχη καρτερά·
赫尔尼基人一见罗马人的队伍变动,便以为罗马人开始逃跑,于是互相激励,以密集的队伍冲向敌人正在变动的部位。 然而,罗马的新鲜生力军迎击了他们的进攻;于是双方再次从头开始了一场奋勇厮杀的恶战。
καὶ γὰρ καὶ οἱ τῶν Ἑρνίκων ἐξεπληροῦντο λόχοι τοῖς ἀκμῆσιν ὑποπεμπομένοις εἰς τὰ κάμνοντα ὑπὸ τῶν ἡγεμόνων.
因为赫尔尼基人的队伍也得到了指挥官们向疲惫部分暗中派出的生力军的补充。
§8.65.4ἐπειδὴ δὲ περὶ δείλην ὀψίαν ἦν ἤδη, παρακαλέσας τοὺς ἱππεῖς ὁ ὕπατος νυνὶ δὴ ἄνδρας ἀγαθοὺς γενέσθαι, ἐμβάλλει τοῖς πολεμίοις κατὰ τὸ δεξιὸν κέρας αὐτὸς ἡγούμενος τῆς ἴλης.
到了傍晚时分,执政官激励骑兵们“现在正是成为勇士的时候”,并亲自率领骑兵中队向敌人的右翼发起冲锋。
οἱ δʼ ὀλίγον τινὰ δεξάμενοι χρόνον αὐτοὺς ἐγκλίνουσι, καὶ γίνεται φόνος ἐνταῦθα πολύς.
敌人在抵挡了片刻之后便溃退了,那里发生了惨烈的屠杀。
τὸ μὲν οὖν δεξιὸν τῶν Ἑρνίκων κέρας ἐπόνει τʼ ἤδη καὶ ἐξέλειπε τὴν τάξιν, τὸ δʼ εὐώνυμον ἔτι ἀντεῖχε καὶ περιῆν τοῦ Ῥωμαίων δεξιοῦ· μετʼ ὀλίγον μέντοι καὶ τοῦτʼ ἐνέδωκεν.
因此,赫尔尼基人的右翼已经陷入苦战并放弃了阵线,但其左翼仍在坚守,并且压制着罗马人的右翼;然而不久之后,这部分也支撑不住了。
§8.65.5ὁ γὰρ Ἀκύλλιος τοὺς ἀρίστους τῶν νέων ἐπαγόμενος παρεβοήθει κἀκεῖ παραθαρρύνων τε καὶ ἐξ ὀνόματος ἀνακαλῶν τοὺς εἰωθότας ἐν ταῖς πρὶν ἀριστεύειν μάχαις, τά τε σημεῖα τῶν λόχων, ὅσοι μὴ ἐρρωμένως ἐδόκουν ἀμύνεσθαι, παρὰ τῶν σημειοφόρων ἁρπάζων εἰς μέσους ἐρρίπτει τοὺς πολεμίους, ἵνα τὸ δέος αὐτοὺς τῆς ἐννόμου τιμωρίας, εἰ μὴ ἀνασώσαιντο τὰς σημαίας, ἄνδρας ἀγαθοὺς εἶναι ἀναγκάσῃ·
因为阿奎利乌斯带着最优秀的青年士兵前去那里增援,不仅在那里鼓励他们,还指名道姓地呼唤那些习惯于在以前的战斗中立下赫赫战功的人。 他还从旗手手中夺过那些防守不力的队伍的军旗,扔进敌军阵中,以便让他们对未能夺回军旗而将面临的法律惩罚产生恐惧,从而迫使他们成为勇士。
τῷ τε κάμνοντι αὐτὸς παρεβοήθει μέρει ἀεί, τέως ἐξέωσε τῆς στάσεως καὶ θάτερον κέρας.
他自己也始终亲自援助疲惫的部分,直到把敌人的另一翼也逐出阵地。
ψιλωθέντων δὲ τῶν ἄκρων οὐδὲ τὰ μέσα παρέμεινε.
随着两翼被扫空,连中央部分也未能坚守。
§8.65.6φυγὴ δὴ τῶν Ἑρνίκων τὸ μετὰ τοῦτʼ ἐγίνετο ἐπὶ τὸν χάρακα τεταραγμένη τε καὶ ἄκοσμος, καὶ οἱ Ῥωμαῖοι αὐτοῖς κτείνοντες ἠκολούθουν.
此后,赫尔尼基人开始混乱无序地向其营地逃跑,罗马人则一路追杀。
τοσαύτη δʼ ἄρα προθυμία παρὰ τὸν τότʼ ἀγῶνα τῇ Ῥωμαίων στρατιᾷ ἐνέπεσεν, ὥστε καὶ τοῦ χάρακος τῶν πολεμίων πειρᾶσθαί τινας ἐπιβαίνειν ὡς ἐξ ἐφόδου χειρωσομένους·
在当时的那场战斗中,罗马军队心中激起了如此巨大的斗志,以至于有些人甚至试图攀登敌人的营垒,企图乘胜夺取它。
ὧν οὐκ ἀσφαλῆ τὴν προθυμίαν οὐδʼ ἐν τῷ συμφέροντι γιγνομένην ὁρῶν ὁ ὕπατος, σημαίνειν κελεύσας τὸ ἀνακλητικὸν κατεβίβασε τοὺς ὁμόσε χωροῦντας ἄκοντας ἀπὸ τῶν ἐρυμάτων, δείσας, μὴ ἐξ ὑπερδεξιῶν βαλλόμενοι σὺν αἰσχύνῃ τε καὶ μετὰ μεγάλης βλάβης ἀναγκασθῶσιν ὑποχωρεῖν, ἔπειτα καὶ τὴν ἐκ τῆς προτέρας νίκης εὔκλειαν ἀφανίσωσι.
执政官看到他们的这种狂热既不安全也无益处,便下令吹响撤退号,强行将那些冲向防御工事的人撤了下来。 他担心他们因受到来自上方高处的攻击而被迫狼狈撤退并遭受巨大损失,从而抹杀了此前胜利带来的光荣。
τότε μὲν οὖν ἤδη γὰρ ἦν περὶ δύσιν ἡλίου· χαίροντές τε καὶ παιανίζοντες οἱ Ῥωμαῖοι κατεστρατοπέδευσαν.
当时由于已近黄昏,罗马人便欢呼着、唱着凯歌返回了营地。