§8.60.1Μάρκιος μὲν δὴ τοιαύτης καταστροφῆς ἔτυχεν, ἀνὴρ καὶ τὰ πολέμια ἄριστος τῶν καθʼ ἡλικίαν καὶ πρὸς ἁπάσας τὰς ἡδονάς, ὅσαι ἄρχουσι νέων, ἐγκρατής, τά τε δίκαια οὐκ ἀπὸ νόμου μᾶλλον ἀνάγκης διὰ τιμωριῶν δέος ἀκούσιος ἀποδιδούς, ἀλλʼ ἑκών τε καὶ πεφυκὼς πρὸς αὐτὰ εὖ, καὶ οὐδʼ ἐν ἀρετῆς μοίρᾳ τὸ μηθὲν ἀδικεῖν τιθέμενος, οὐ μόνον τʼ αὐτὸς ἁγνεύειν ἀπὸ πάσης κακίας προθυμούμενος, ἀλλὰ καὶ τοὺς ἄλλους προσαναγκάζειν δικαιῶν·
马尔基乌斯确实迎来了这样的结局。 他在同龄人中是军事上最杰出的人,并且对一切主宰年轻人的享乐都极具自制力;他履行正义并非出于对法律惩罚的恐惧而被迫、不情愿地进行,而是出于自愿且天生对此具有向善的禀赋,甚至不把“不作恶”仅仅视为一种美德,不仅自己渴望免于一切恶德的玷污,而且认为强求他人同样做到也是理所当然的。
§8.60.2μεγαλόφρων τε καὶ δωρηματικὸς καὶ εἰς ἐπανόρθωσιν ὧν ἑκάστῳ δέοι τῶν φίλων, ὁπότε γνοίη, προχειρότατος, τά τε πολιτικὰ πράττειν οὐδενὸς χείρων τῶν ἀριστοκρατικῶν·
他心胸宽广、慷慨大方,每当得知朋友们各自有所需求时,便极快地予以周济;在处理国务方面,他也绝不逊色于任何贵族派人物。
καὶ εἰ μὴ τὸ στασιάζον τῆς πόλεως ἐμποδὼν αὐτοῦ τοῖς πολιτεύμασιν ἐγένετο, μεγίστην ἂν ἡ Ῥωμαίων πόλις ἐπίδοσιν εἰς ἡγεμονίαν ἐκ τῶν ἐκείνου πολιτευμάτων ἔλαβεν.
而且,如果城邦的派系斗争没有阻碍他的国策,罗马城邦本会从他的国策中获得走向霸权的最大发展。
ἀλλʼ οὐ γὰρ ἐν δυνατῷ ἦν ἅμα πάσας τὰς ἀρετὰς ἐν ἀνθρώπου γενέσθαι φύσει, οὐδὲ φύσεταί τις ἀπὸ θνητῶν καὶ ἐπικήρων σπερμάτων περὶ πάντʼ ἀγαθός.
然而,在人的天性中是不可能同时具备所有美德的,从凡人且易逝的生命之种中,也绝不会诞生一个在所有方面都完美无缺的善人。