§8.58.1ὁ δὲ Μάρκιος ἀντιλέγειν μὲν πρὸς οὐδέτερον τούτων ἐδικαίου, περὶ δὲ τῆς τάξεως αὐτῶν διεφέρετο λόγον ἀξιῶν ἀποδοῦναι πρότερον τῶν πεπραγμένων αὐτῷ κατὰ τὸν πόλεμον, ἔπειτʼ, ἐὰν ἅπασι δόξῃ Οὐολούσκοις, ἀποθήσεσθαι τὴν ἀρχήν.
但是马尔基乌斯认为不应当拒绝这两件事中的任何一件,只是在它们的先后顺序上产生了争议,他要求首先对自己战时的所作所为进行交代,然后如果全体沃尔斯奇人同意,他再解除职权。
τούτων δʼ οὐ μίαν ᾤετο πόλιν δεῖν, ἐν ᾗ τὸ πλεῖον ὑπὸ τοῦ Τύλλου διέφθαρτο μέρος, γενέσθαι κυρίαν, ἀλλὰ τὸ ἔθνος ἅπαν εἰς τὴν ἔννομον ἀγορὰν συναχθέν, εἰς ἣν ἔθος ἦν αὐτοῖς, ὅτι περὶ τῶν μεγίστων βουλεύεσθαι μέλλοιεν, ἐξ ἁπάσης πόλεως προβούλους ἀποστέλλειν.
对于这些事情,他认为不应该由一个大部分已被图路斯收买的城市来做决定,而应该由全体族人召集到合法的公民大会中,按照他们的传统,每当他们要商讨最重大的事务时,都会从每个城市派遣代表参加。
§8.58.2ὁ δὲ Τύλλος ἀντέλεγε πρὸς ταῦτα καλῶς εἰδώς, ὅτι δεινὸς εἰπεῖν ἁνὴρ πολλῶν καὶ καλῶν ἔργων λόγον ἀποδιδοὺς ἐν ἡγεμονικῷ ἀξιώματι μένων πείσει τὸ πλῆθος, καὶ τοσούτου δεήσει τιμωρίαν προδοτῶν ὑποσχεῖν, ὥστε καὶ λαμπρότερος ἔτι καὶ τιμιώτερος ὑπʼ αὐτῶν ἔσται, τόν τε πόλεμον, ὅπως ἂν βούληται, καταλύσασθαι συγχωρησάντων ἁπάντων γενήσεται κύριος.
而图路斯对此表示反对,因为他深知,一个能言善辩的人,在保持着统帅尊严的同时,对自己许多光辉而高尚的业绩做出交代,必将说服群众;他非但不会受到叛徒的惩罚,反而会让他们觉得他更加显赫、更受尊敬,并且在得到所有人赞同的情况下,他将有权按照自己的意愿结束战争。
§8.58.3καὶ ἦν μέχρι πολλοῦ λόγων τε καὶ ἀντιμαχήσεων τῶν ἐπʼ ἀλλήλοις γινομένων καθʼ ἑκάστην ἡμέραν ἐν ταῖς ἐκκλησίαις καὶ κατὰ τὴν ἀγορὰν πολὺς ἀγών· ἔργῳ γὰρ οὐχ οἷόν τʼ ἦν οὐδετέρῳ βιάσασθαι τὸν ἕτερον τῆς ἰσοτίμου ἀρχῆς ἀξιώσει κρατυνόμενον.
于是在很长一段时间里,在每天的集会和广场上,双方口诛笔伐、针锋相对,进行着激烈的争论;因为在实际行动中,谁也无法压制对方,双方都因拥有同等权力的威望而立于不败之地。
§8.58.4ὡς δʼ οὐδὲν τῆς φιλονεικίας ἐγίνετο πέρας, ἡμέραν προειπὼν ὁ Τύλλος, ἐν ᾗ τὸν Μάρκιον ἐκέλευσεν ἥκειν τὴν ἀρχὴν ἀποθησόμενον καὶ δίκην ὑφέξοντα τῆς προδοσίας, θρασυτάτους τʼ ἄνδρας εὐεργεσιῶν ἐλπίσιν ἐπάρας ἀρχηγοὺς ἀνοσίου ἔργου γενέσθαι, παρῆν εἰς τὴν ἀποδειχθεῖσαν ἀγορὰν καὶ παρελθὼν ἐπὶ τὸ βῆμα πολλῇ κατηγορίᾳ ἐχρήσατο τοῦ Μαρκίου, καὶ εἰ μὴ βούλοιτο ἀποθέσθαι τὴν ἀρχὴν ἑκών, τῷ δήμῳ παρεκελεύετο παύειν αὐτὸν ἁπάσῃ δυνάμει.
当这种争端毫无休止时,图路斯预先指定了一天,命令马尔基乌斯在那天前来解除职务并接受叛国罪的审判。 同时,他用恩赏的许诺唆使最胆大妄为的人成为这桩不义之举的带头人,然后出现在指定的公民大会上。 他走上讲坛,对马尔基乌斯进行了长篇指控,并极力煽动民众:如果他不愿自愿解除职务,就用尽一切力量罢免他。