Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §8.57.1-8.57.4

马尔基乌斯遣散军队与图路斯的谋害企图

第 635 段,共 962 段 · 希腊语

内容简介

马尔基乌斯在分发战利品后遣散了军队,赢得了并肩作战的士兵们的深切感激与善意。与此同时,留在城中的不满青年与心怀嫉妒的图路斯·阿提乌斯勾结,企图指控马尔基乌斯叛国并阴谋将其杀害。

§8.57.1μετὰ τὴν ἐκ τοῦ χάρακος ἀπαλλαγὴν τῶν γυναικῶν ὁ Μάρκιος περὶ τὸν ὄρθρον ἀναστήσας τὴν στρατιὰν ἀπῆγεν ὡς διὰ φιλίας, καὶ ἐπειδὴ ἐν τῇ Οὐολούσκων ἐγένετο, πάντα, ὅσα ἐκ τῶν λαφύρων ἔλαβε, δωρησάμενος τοῖς στρατιώταις, ἑαυτῷ δʼ οὐδʼ ὁτιοῦν ὑπολιπόμενος ἀπέλυσεν ἐπὶ τὰ οἰκεῖα.
妇女们离开军营后,马尔基乌斯于黎明时分唤醒军队,率领他们撤离,仿佛是穿过友好的国土一般。 当他进入沃尔斯奇人的领地时,便将从战利品中获得的一切都赏赐给士兵们,自己毫无所留,然后遣散他们各自回家。
ἡ μὲν οὖν κοινωνήσασα τῶν ἀγώνων αὐτῷ στρατιὰ πλούτῳ βαρεἶ ἀφικομένη τήν τʼ ἀνάπαυλαν οὐκ ἀηδῶς ἐδέξατο τοῦ πολέμου καὶ διʼ εὐνοίας εἶχε τὸν ἄνδρα, συγγνώμης τʼ ἄξιον ἡγεῖτο, εἰ μὴ τέλος ἐπέθηκε τῷ πολέμῳ §8.57.2μητρὸς οἴκτους καὶ λιτὰς ἐντραπείς.
于是,与他共同参战的军队带着沉甸甸的财富归来,不仅欣然接受了战争之后的休整,而且对马尔基乌斯怀有极大的善意,认为即便他未能彻底终结战争,也是值得原谅的,因为他顺从了母亲的哀恸与恳求。
ἡ δʼ ἐν ταῖς πόλεσιν ὑπομείνασα νεότης φθονοῦσα μὲν τοῖς ἐπὶ στρατοπέδου γενομένοις τῶν πολλῶν ὠφελειῶν, διημαρτηκυῖα δʼ ὧν ἤλπισεν, εἰ καθαιρεθείη τὸ Ῥωμαίων φρόνημα τῆς πόλεως ἁλούσης, ἐτραχύνετο πρὸς τὸν ἡγεμόνα καὶ πικρὰ σφόδρα ἦν·
然而,留在各城邦的青年们,既嫉妒那些在军营中的人获得了丰厚的利益,又因未能实现自己的期望——即一旦罗马被攻陷,其傲气便会被摧毁——而对这位统帅满腔怒火,表现得极为刻薄。
καὶ τελευτῶσα, ἐπειδὴ τοῦ μίσους ἡγεμόνας ἔλαβε τοὺς πλεῖστον ἐν τῷ ἔθνει δυναμένους, ἐξηγριώθη τε καὶ ἔργον ἔδρασεν ἀνόσιον.
最终,由于他们得到了部族中最有权势的人来引领这股仇恨,他们彻底被激怒,并做出了不敬神明的勾当。
§8.57.3ἦν δὲ Τύλλος Ἄττιος ὁ τὰς ὀργὰς αὐτῶν παραθήξας ἔχων περὶ αὐτὸν ἑταιρίαν ἐξ ἁπάσης πόλεως οὐκ ὀλίγην.
而图路斯·阿提乌斯正是煽动他们怒火的人,他身边围绕着来自各城邦的一大批党羽。
τούτῳ δʼ ἄρα ἐδέδοκτο παλαίτερον ἔτι τὸν φθόνον οὐ δυναμένῳ κατέχειν, εἰ μὲν εὖ πράξας ὁ Μάρκιος καὶ τὴν Ῥωμαίων πόλιν διαφθείρας εἰς Οὐολούσκους ἔλθοι, κρύφα καὶ σὺν δόλῳ αὐτὸν ἀνελεῖν, εἰ δὲ διαμαρτὼν τῆς πείρας ἀτελὴς τοῦ ἔργου ἀναστρέψειεν, ὡς προδότην παραδόντα τῇ περὶ αὐτὸν ἑταιρίᾳ ἀποκτεῖναι·
此人由于无法遏制自己的嫉妒心,其实早就做出了决定:如果马尔基乌斯功成名就、毁灭了罗马城后回到沃尔斯奇人那里,他便会暗中用计谋将其除掉;而如果他尝试失败,未能完成大业便返回,他就会将其作为叛徒交给身边的党羽处死。
§8.57.4ὅπερ ἐποίει τότε, καὶ συναγαγὼν χεῖρα οὐκ ὀλίγην κατηγόρει τοῦ ἀνδρὸς ψευδῆ τεκμαιρόμενος ἀληθέσι καὶ οὐ γενησόμενα εἰκάζων γεγενημένοις· ἐκέλευέ τʼ ἀποθέμενον αὐτὸν τὴν ἀρχὴν λόγον ὑπέχειν τῆς στρατηγίας.
这正是他当时所做的事。 他聚集起一帮不小的势力,指控马尔基乌斯,以真事推测假象,用已发生的事来臆断未来不会发生的事,并命令他解除职权、对自己的统帅任期做出交代。
ἦν δὲ τῆς ὑπομενούσης στρατιᾶς ἐν ταῖς πόλεσιν ἡγεμών, ὡς καὶ πρότερον εἴρηταί μοι, κύριος τοῦ τε συναγαγεῖν ἐκκλησίαν καὶ τοῦ καλεῖν, ὃν βούλοιτο, ἐπὶ δίκην.
正如我之前所说,他是留守城邦的军队的统帅,因而拥有召集公民大会以及传唤任何他想传唤的人受审的权力。

词汇与语法注释

  1. 8.57.2μητρὸς οἴκτους καὶ λιτὰς ἐντραπείς — 分词 ἐντραπείς(ἐντρέπομαι 的无定过去时被动分词阳性单数主格)修饰前文条件句 εἰ μὴ τέλος ἐπέθηκε τῷ πολέμῳ 的主语马尔基乌斯,而非主句的主语(ἡ στρατιά)。它表示原因(“因为顺从了/顾及了”),用以说明即使马尔基乌斯没有完成战争,也值得宽恕,因为他是被母亲的哀求所感动。
  2. 8.57.2φθονοῦσα μὲν τοῖς ἐπὶ στρατοπέδου γενομένοις τῶν πολλῶν ὠφελειῶν — 分词 φθονοῦσα 同时支配一个表示嫉妒对象的与格(τοῖς ἐπὶ στρατοπέδου γενομένοις,“在军营中的人”)和一个表示嫉妒原因的属格(τῶν πολλῶν ὠφελειῶν,“丰厚的利益”),属于双格支配结构。
  3. 8.57.3τούτῳ δʼ ἄρα ἐδέδοκτο ... ἀνελεῖν... ἀποκτεῖναι — 伴随无人称的过去完成时被动语态 ἐδέδοκτο(“他早已决定”),对应于两个对比性条件从句(εἰ μὲν... εἰ δὲ...)的不定式 ἀνελεῖν 和 ἀποκτεῖναι 充当了句子的实际主语。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §8.57.1-8.57.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.57.1-8.57.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。