Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §8.56.1-8.56.4

妇女幸运木像开口的奇迹与新祭礼的制定

第 634 段,共 962 段 · 希腊语

内容简介

作者记录了“妇女幸运”神殿落成时木像两度用拉丁语说话的奇迹,旨在以此警示那些怀疑神明关注凡间事物之人。在此奇迹后,元老院决议增加了新的祭礼,并确立了禁止再婚妇女接触该木像、而由新婚妇女承担其所有侍奉的习俗。

§8.56.1εἴη δʼ ἂν ἁρμόττον ἱστορίας σχήματι καὶ ἐπανορθώσεως ἕνεκα τῶν οἰομένων μήτʼ ἐπὶ ταῖς τιμαῖς ταῖς παρʼ ἀνθρώπων χαίρειν τοὺς θεοὺς μήτʼ ἐπὶ ταῖς ἀνοσίοις καὶ ἀδίκοις πράξεσιν ἀγανακτεῖν, τὸ δηλῶσαι τὴν γενομένην ἐπιφάνειαν τῆς θεοῦ κατʼ ἐκεῖνον τὸν χρόνον οὐχ ἅπαξ, ἀλλὰ καὶ δίς, ὡς αἱ τῶν ἱεροφαντῶν περιέχουσι γραφαί, ἵνα τοῖς μὲν εὐλαβεστέροις περὶ τὸ συνέχειν, ἃς παρὰ τῶν προγόνων δόξας ὑπὲρ τοῦ δαιμονίου παρέλαβον, ἀμεταμέλητος ἡ τοιαύτη προαίρεσις καὶ βεβαία διαμένῃ, τοῖς δʼ ὑπερορῶσι τῶν πατρίων ἐθισμῶν καὶ μηθενὸς ποιοῦσι τὸ δαιμόνιον τῶν ἀνθρωπίνων λογισμῶν κύριον μάλιστα μὲν ἀναθέσθαι ταύτην τὴν δόξαν, εἰ δʼ ἀνιάτως ἔχουσιν ἔτι μᾶλλον αὐτοῖς ἀπεχθάνεσθαι καὶ κακοδαιμονεστέροις εἶναι.
为了符合历史叙述的体裁,同时也为了纠正那些认为神明既不因凡人的敬奉而喜悦、也不因不敬和不义的行为而愤怒之人的看法,阐明当时女神的显圣不仅发生了一次、而是发生了两次(正如大祭司们的记载所载),这将是合适的;以便使那些较为虔敬的人,在保持他们从祖先那里继承的关于神明的信念方面,其决心能够保持无悔且坚定;而对于那些轻视祖先习俗、认为神明不主宰人类任何理智的人来说,则最应当放弃这一观点,或者如果他们已不可救药,则让他们更加被神明憎恨、变得更加不幸。
§8.56.2ἱστορεῖται τοίνυν, ὅτι τῆς βουλῆς ψηφισαμένης ἐκ τοῦ δημοσίου πάσας ἐπιχορηγηθῆναι τὰς εἰς τὸν νεών τε καὶ τὸ ξόανον δαπάνας, ἕτερον δʼ ἄγαλμα κατασκευασαμένων τῶν γυναικῶν ἀφʼ ὧν αὐταὶ συνήνεγκαν χρημάτων, ἀνατεθέντων τʼ αὐτῶν ἀμφοτέρων ἅμα ἐν τῇ πρώτῃ τῆς ἀνιερώσεως ἡμέρᾳ, θάτερον τῶν ἀφιδρυμάτων, ὃ κατεσκευάσανθʼ αἱ γυναῖκες, ἐφθέγξατο πολλῶν παρουσῶν γλώττῃ Λατίνῃ φωνὴν εὐσύνετόν τε καὶ γεγωνόν·
据记载,当时元老院决议用公款支付神殿和木像的一切费用,而妇女们则用她们自己筹集的资金制作了另一尊神像。
ἧς ἐστι φωνῆς ἐξερμηνευόμενος ὁ νοῦς εἰς τὴν Ἑλλάδα διάλεκτον τοιόσδε· ὁσίῳ §8.56.3πόλεως νόμῳ γυναῖκες γαμεταὶ δεδώκατέ με.
在奉献礼的第一天,两尊神像同时被安置,其中由妇女们制作的那尊神像在众多妇女在场的情况下,用拉丁语发出清晰而响亮的声音说话;这声音翻译成希腊语的意思如下: “依城邦之神圣法律,已婚的妇女们啊,你们已将我奉献。
οἷα δὲ φιλεῖ γίνεσθαι περὶ τὰς παραδόξους φωνάς τε καὶ ὄψεις, πολλὴ ταῖς παρούσαις ἐνέπιπτεν ἀπιστία, μή ποτʼ οὐ τὸ ξόανον εἴη τὸ φθεγξάμενον, ἀνθρωπίνη δέ τις φωνή· μάλιστα δʼ ὅσαι πρὸς ἄλλῳ τινὶ τὸν νοῦν ἔχουσαι τηνικαῦτα ἔτυχον, οὐκ ἰδοῦσαι τὸ φθεγγόμενον, ὅ τι ποτʼ ἦν, ταύτην εἶχον τὴν πρὸς τὰς ἰδούσας ἀπιστίαν.
”然而,正如在面对奇异的声音和景象时常发生的那样,在场的妇女中产生了极大的怀疑,担心发出声音的可能不是木像,而是某个凡人的声音;尤其是那些当时碰巧心不在焉、没有亲眼看见说话之物为何的妇女,对那些看见的妇女抱有这种怀疑。
ἔπειτʼ αὖθις πληθύοντος τοῦ νεὼ καὶ σιωπῆς πλείστης κατὰ δαίμονα γενομένης ἐν μείζονι φωνῇ ταὐτὸ ξόανον ἐφθέγξατο τὴν αὐτὴν λέξιν, ὥστε μηδὲν ἔτι εἶναι τὸ ἀμφίλογον.
随后,神殿里再次人满为患,且在神妙的安排下出现了极大的静默,同一尊木像用更大的声音说出了同样的话,从而使这件事不再有任何争议。
ἡ μὲν οὖν βουλὴ ὡς. §8.56.4ταῦτʼ ἔμαθεν ἐψηφίσατο θυσίας ἄλλας καὶ σεβασμούς, οὓς ἂν οἱ τῶν ἱερῶν ἐξηγηταὶ παραδῶσι καθʼ ἕκαστον ἔτος ἐπιτελεῖν.
因此,元老院一得知此事,便决议按照祭仪阐释者的传授,每年举行其他的祭祀和敬拜。
αἱ δὲ γυναῖκες ἐν ἔθει κατεστήσαντο τῇ τῆς ἱερείας χρησάμεναι γνώμῃ, τῷ ξοάνῳ τούτῳ μήτε στεφάνους ἐπιτιθέναι μήτε χεῖρας προσφέρειν γυναῖκας, ὅσαι δευτέρων ἐπειράθησαν γάμων, τὴν δὲ τιμὴν καὶ θεραπείαν αὐτοῦ πᾶσαν ἀποδεδόσθαι ταῖς νεογάμοις.
妇女们也采纳女祭司的建议,确立了这样一种习俗:凡是经历过第二次婚姻的妇女,既不得在这尊木像上戴上花冠,也不得向它伸手,而对其所有的敬意和侍奉都应当交由新婚妇女来行使。
ἀλλὰ περὶ μὲν τούτων οὔτε παρελθεῖν τὴν ἐπιχώριον ἱστορίαν καλῶς εἶχεν, οὔτε πλείονα περὶ αὐτῆς ποιεῖσθαι λόγον.
不过,关于这些事情,既不宜略过当地的历史,也不宜对此作过多的叙述。
ἐπάνειμι δʼ, ὅθεν εἰς τοῦτον ἐξέβην τὸν λόγον.
我将回到我偏离到这一叙述之前的地方。

词汇与语法注释

  1. 8.56.1εἴη δʼ ἂν ἁρμόττον — 带有 ἄν 的潜在希求语气(表示“这将是合适的”),构成了整个句子的骨干。其主语是后面带有冠词的不定式短语 `τὸ δηλῶσαι...`。后面在 `ἵνα` 之后出现的几个不定式(如 `ἀναθέσθαι` 等)也间接依赖于这一非人称表达。
  2. 8.56.1τοῖς δʼ ὑπερορῶσι... ἀναθέσθαι — 虽然目的从句的前半部分在 `ἵνα` 之后使用了虚拟语气 `διαμένῃ`,但与 `τοῖς δʼ ὑπερορῶσι...` 相对应的后半部分却使用了不定式 `ἀναθέσθαι` 和 `ἀπεχθάνεσθαι`。这是一种破格(anacoluthon)现象,句式结构重新回到了依赖句首的 `εἴη δʼ 进 ἁρμόττον`(“对于轻视……的人来说,放弃……是合适的”),或者作为表示命令或结果的不定式。
  3. 8.56.3μή ποτʼ οὐ τὸ ξόανον εἴη τὸ φθεγξάμενον — 由表示怀疑或忧虑的名词 `ἀπιστία` 引导,采用 `μή`(或 `μή ποτε`)+ `οὐ` + 希求语气(此处为 `εἴη`)的结构,表示一种委婉的否定性推测或忧虑(“担心是不是……不是木像”)。否定词 `οὐ` 直接否定其后的 `τὸ ξόανον`。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §8.56.1-8.56.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.56.1-8.56.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。