§8.53.1ἐὰν δὲ προπηλακίσῃς τὴν σεαυτοῦ μητέρα καὶ ἄτιμον ἀπολύσῃς, ὅ τι μὲν αὐτῷ σοι συμβήσεται διὰ ταῦτα παθεῖν, οὐκ ἔχω λέγειν, μαντεύομαι δʼ οὐδὲν εὐτυχές.
但是,如果你侮辱你自己的母亲,让她在耻辱中离去,那么因为这些事情你自身会遭遇什么痛苦,我无法言说,但我预言绝无幸事。
ὅτι δʼ ἐὰν καὶ τἆλλα πάντα εὐδαιμονῇς, ἔστω γάρ, ἡ διʼ ἐμὲ καὶ τὰς ἐμὰς συμφορὰς παρακολουθήσουσά σοι καὶ οὐδέποτε ἀνήσουσα τὴν ψυχὴν ὀδύνη πάντων ἀγαθῶν σοι ἀνόνητον ποιήσει τὸν βίον, εὖ οἶδα.
然而,即使你在其他所有方面都幸福——那就权且这样吧——,我也深知,因我及我的不幸而将伴随你、且永远不会放过你灵魂的痛苦,会使你在一切美好事物中虚度此生。
§8.53.2οὐ γὰρ ἀνέξεται Οὐετουρία τὴν δεινὴν καὶ ἀνήκεστον ὕβριν ἐν τοσούτοις μάρτυσιν ὑβρισθεῖσα τὸν ἐλάχιστον βιῶναι χρόνον, ἀλλʼ ἐν τοῖς ἁπάντων ὑμῶν φίλων τε καὶ ἐχθρῶν ὄμμασιν ἐμαυτὴν διαχρήσομαι, βαρεῖαν ἀρὰν καὶ δεινὰς ἐρινύας ἀντʼ ἐμαυτῆς καταλιποῦσά σοι τιμωρούς.
因为维图里亚在这么多见证人面前受到如此可怕且无可挽回的侮辱后,将无法忍受哪怕只多活极短的时间,而是在你们所有人(无论是朋友还是敌人)的瞩目下自尽,留下沉重的诅咒和可怕的复仇女神作为我的替身来惩罚你。
§8.53.3ὧν μὴ δεήσειεν, ὦ θεοὶ τῆς Ῥωμαίων φύλακες ἡγεμονίας, ἀλλʼ εὐσεβεῖς καὶ καλοὺς δοίητε Μαρκίῳ λογισμούς·
愿这些事情无需发生,罗马帝国的守护神明啊,而愿你们赐予马尔基乌斯虔敬和高尚的思考。
καὶ ὥσπερ ἄρτι προσιούσῃ μοι τούς τε πελέκεις ἀπέθετο καὶ τὰς ῥάβδους ἔκλινε καὶ τὸν δίφρον ἀπὸ τοῦ βήματος ἔθηκε χαμαὶ δῆλον ἅπασι βουλόμενος ποιῆσαι, ὅτι τῶν μὲν ἄλλων ἄρχειν αὐτῷ προσῆκεν, ὑπὸ δὲ τῆς μητρὸς ἄρχεσθαι· οὕτω καὶ νῦν τιμίαν καὶ περίβλεπτόν με ποιήσετε, καὶ χαρισάμενος τὴν κοινὴν πατρίδα ἀντὶ κακοδαιμονεστάτης εὐδαιμονεστάτην ἀποδείξειέ με πασῶν γυναικῶν.
正如刚才,当我走近时,他放下了斧头,俯下了束棒,将椅子从讲台上放到地上,显然是想向所有人表明,统治他人对他来说是合适的,而他自己则应当由母亲来统治;同样地,现在也愿你们使我受到尊崇和瞩目,且愿他因宽免共同的祖国,使我成为所有女人中最幸福的人,而不是最不幸的人。
§8.53.4εἰ δὲ ὅσιόν ἐστι καὶ θεμιτὸν υἱοῦ γόνασι μητέρα προσκυλίεσθαι, καὶ τοῦτο καὶ πᾶν ἄλλο ταπεινὸν σχῆμα καὶ λειτούργημα ὑπομενῶ σωτηρίας ἕνεκα τῆς πατρίδος.
如果母亲匍匐在儿子的膝下是神圣且合乎天理的,那么为了祖国的救赎,我将忍受这一姿势以及其他任何卑微的姿态和服侍。