Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §8.52.1-8.52.4

维尔图里亚论和解与不朽的荣耀

第 630 段,共 962 段 · 希腊语

内容简介

科里奥兰纳斯的母亲维尔图里亚回顾了儿子的政治生涯给自己带来的焦虑与痛苦,并恳求他与祖国和解。她阐明,和解将给双方带来内心的平静与不朽的荣耀,使他们的灵魂在死后能被接纳进幸福的神圣以太之中。

§8.52.1ἀλλʼ ἐξ οὗ ἐπολιτεύου καὶ τὰ κοινὰ ἔπραττες, ἡδονήν τινα ἐκαρπωσάμην ἡ μήτηρ ἐγὼ διὰ σέ;
自从你参与国政、管理公事以来,我这个做母亲的,因为你得到过什么快乐吗?
τότε μὲν οὖν τὰ μάλιστα ἠτύχουν στάσεως πολιτικῆς μέσον ὁρῶσά σε κείμενον.
在那个时候,当我看到你处于公民内讧的漩涡之中时,我是最不幸的。
ἐν οἷς γὰρ ἀνθεῖν ἐδόκεις πολιτεύμασι καὶ πολὺς ἔπνεις ἐναντιούμενος ὑπὲρ τῆς ἀριστοκρατίας τοῖς δημοτικοῖς, ταῦτʼ ἐμοὶ φόβου μεστὰ ἦν ἐνθυμουμένῃ τὸν ἀνθρώπινον βίον, ὡς ἐπὶ μικρᾶς αἰωρεῖται ῥοπῆς, καὶ ἐκ πολλῶν ἀκουσμάτων τε καὶ παθημάτων μαθούσῃ, ὅτι τοῖς ἐπισήμοις ἀνδράσι θεία τις ἐναντιοῦται νέμεσις ἢ φθόνος τις ἀνθρώπινος πολεμεῖ·
因为在你似乎大有作为、为了贵族阶层而激烈反对平民的那些政治活动中,这些事情对我来说充满了恐惧,因为我思考着人生是如何悬于微弱的平衡之上,并且从许多传闻和苦难中得知,某种神圣的惩罚(内美西斯)总会与显赫人物相对立,或者某种人间的嫉妒总会向他们宣战。
καὶ ἦν ἄρα μάντις ἀληθὴς ὡς μήποτε ὤφελον τῶν ἐκβησομένων.
事实证明,我确实成了后来发生的那些事情的真实预言者,但我宁愿这些事情从未发生。
κατηγωνίσατό γʼ οὖν σε πολὺς ἐπιρράξας ὁ πολιτικὸς φθόνος καὶ ἀνήρπασεν ἐκ τῆς πατρίδος· ὁ δὲ μετὰ ταῦτά μου βίος, εἰ δὴ καὶ βίον αὐτὸν δεῖ καλεῖν, ἀφʼ οὗ με καταλιπὼν ἔρημον ἐπὶ τοῖς παιδίοις τούτοις ἀπῆλθες, ἐν τούτῳ δεδαπάνηται τῷ ῥύπῳ καὶ ἐν τοῖς πενθίμοις τρύχεσι τούτοις.
无论如何,那巨大的政治嫉妒猛烈袭来,击败了你,并将你从祖国夺走;而在此之后我的生活,如果这真的能被称为生活的话,自从你离开并把我孤身一人留在这些孩子身边起,就在这污秽和这些悲哀的丧服中消耗殆尽了。
§8.52.2ἀνθʼ ὧν ἁπάντων ταύτην ἀπαιτῶ σε χάριν, μηδέποτέ σοι βαρεῖα γενομένη μηδʼ εἰς τὸν λοιπὸν ἐσομένη χρόνον, ἕως ἂν ζῶ, διαλλαγῆναι πρὸς τοὺς σεαυτοῦ πολίτας ἤδη ποτὲ καὶ παύσασθαι τὸν ἀμείλικτον χόλον φυλάσσοντα κατὰ τῆς πατρίδος· κοινὸν ἀγαθὸν ἀμφοτέροις ἡμῖν ἀξιοῦσα λαβεῖν καὶ οὐκ ἐμαυτῆς ἴδιον μόνης.
作为对这一切的回报,我向你要求这一恩惠——我从未成为你的负担,在我有生之年,今后也不会成为你的负担——那就是:现在终于与你自己的同胞和解,停止对祖国怀抱无情的愤怒;因为我认为这应该是一件对我们双方都有利的共同好事,而不仅仅是我个人的私利。
§8.52.3σοί τε γάρ, ἐὰν πεισθῇς καὶ μηθὲν ἀνήκεστον ἐξεργάσῃ, καθαρὰν καὶ ἀμίαντον ἔχειν συμβήσεται τὴν ψυχὴν ἀπὸ παντὸς χόλου καὶ ταράγματος δαιμονίου· ἐμοί τε ἡ παρὰ τῶν πολιτῶν τε καὶ πολιτίδων τιμὴ ζώσῃ τε παρακολουθοῦσα τὸν βίον εὐδαίμονα ποιήσει, καὶ μετὰ τὴν τελευτὴν ἀποδιδομένη καθάπερ εἰκὸς εὔκλειαν ἀθάνατον οἴσει.
因为如果你听从劝告,不做出任何无可挽回的事,你将能使自己的灵魂保持纯洁,免受一切愤怒和神圣动乱的玷污;而对我来说,男女同胞们给予我的尊荣不仅会在我活着时陪伴我、使我的生活幸福,而且在我死后,也会如理所应当的那样被奉献,带来不朽的荣耀。
§8.52.4καὶ εἴ τις ἄρα τὰς ἀνθρωπίνους ψυχὰς ἀπολυθείσας τοῦ σώματος ὑποδέξεται τόπος, οὐχ ὁ καταχθόνιος καὶ ἀφεγγὴς ὑποδέξεται τὴν ἐμήν, ἐν ᾧ φασι τοὺς κακοδαίμονας οἰκεῖν, οὐδὲ τὸ λεγόμενον τῆς Λήθης πεδίον, ἀλλʼ ὁ μετέωρος καὶ καθαρὸς αἰθήρ, ἐν ᾧ τοὺς ἐκ θεῶν φύντας οἰκεῖν λόγος εὐδαίμονα καὶ μακάριον ἔχοντας βίον·
如果真的有某个地方,在人类灵魂脱离肉体后予以接纳,那么接纳我灵魂的绝不是那据说有不幸之人居住的地下无光之地,也不是所谓的忘却之平原,而是那高耸而纯净的以太,据说从神明而生的人居住在那里,过着幸福而神圣的生活。
οἷς διαγγέλλουσα τὸ σὸν εὐσεβὲς καὶ τὰς σὰς χάριτας, αἷς αὐτὴν ἐκόσμησας, ἀεί τινας αἰτήσεταί σοι παρὰ θεῶν ἀμοιβὰς καλάς.
我的灵魂将向他们宣告你的虔敬和你对我的恩惠(你曾用这些恩惠装饰了我的灵魂),并始终为你向神明祈求美妙的回报。

词汇与语法注释

  1. 1628ἐν οἷς γὰρ ἀνθεῖν ἐδόκεις πολιτεύμασι — 先行词名词 πολιτεύμασι 被并入了关系代词 οἷς 的从句中(先行词同化)。主句中的指示代词 ταῦτʼ 指代这一先行词(中性复数)。
  2. 1628ὡς μήποτε ὤφελον τῶν ἐκβησομένων — ὤφελον(ὀφείλω 的不定过去时)用于表示无法实现的愿望(通常为 ὤφελον + 不定式)。这里省略了不定式(如 γενέσθαι)。属格 τῶν ἐκβησομένων(“将要发生的事”)取决于被名词化的短语 ὡς μήποτε ὤφελον,意为“对于那些我宁愿从未发生过的事态的真实预言者”。
  3. 1630αἷς αὐτὴν ἐκόσμησας — αὐτήν 指前文中的 τὴν ἐμήν (ψυχήν)(“我的灵魂”)。母亲在此表示,她的灵魂因科里奥兰纳斯所展现的虔敬和恩惠(即和解的决定)而得到了装饰。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §8.52.1-8.52.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.52.1-8.52.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。