Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §8.49.1-8.49.6

维图里亚以科拉蒂努斯为例劝诫马尔基乌斯

第 627 段,共 962 段 · 希腊语

内容简介

维图里亚向马尔基乌斯(科里奥兰纳斯)说明,他已经对沃尔斯奇人做出了巨大的回报并提升了他们的地位,同时引用科拉蒂努斯的先例,告诫他不应对流放自己的祖国心怀怨恨并兵戎相见。

§8.49.1φέρε, ἀλλὰ δόξαν αἰσχρὰν οἴσεσθαι δέδοικας, ἐὰν ἃ παρακαλῶ σε πράττῃς, ὡς ἀχάριστος εἰς τοὺς εὐεργέτας ἐξελεγχθησόμενος, οἵ σε πολέμιον ὄντα ὑποδεξάμενοι πάντων μετέδωκαν ὧν τοῖς φύσει πολίταις μέτεστιν ἀγαθῶν·
喂,难道你害怕如果你做我劝你做的事,会带来可耻的名声,并被证实对恩人忘恩负义吗? 他们接纳了当时身为敌人的你,并与你分享了天然公民所享有一切福祉。
ταῦτα γάρ ἐστιν, ἃ μεγάλα ποιεῖς τοῖς λόγοις ἀεί.
因为这些正是你在言语中一直大肆宣扬的事情。
§8.49.2οὐκ ἀποδέδωκας οὖν αὐτοῖς πολλὰς καὶ καλὰς ἀμοιβὰς καὶ νενίκηκας ἀπείρῳ δή τινι μεγέθει καὶ πλήθει χαρίτων τὰς ἐξ ἐκείνων εὐεργεσίας;
难道你没有给他们许多美好的回报,并以无限巨大的规模和无数的恩惠超越了他们对你的恩情吗?
οὓς ἀγαπητὸν ἡγουμένους καὶ πάντων μέγιστον ἀγαθῶν, ἐὰν ἐλευθέρας οἰκῶσι τὰς πατρίδας, οὐ μόνον ἑαυτῶν κυρίους εἶναι βεβαίως παρεσκεύακας, ἀλλὰ καὶ πεποίηκας ἤδη σκοπεῖν, πότερα καταλῦσαι τὴν Ῥωμαίων ἀρχὴν αὐτοῖς ἄμεινον, ἢ μετέχειν αὐτῆς §8.49.3ἐξ ἴσου κοινὴν καταστησαμένους πολιτείαν.
他们本来认为,只要能生活在自由的祖国里,就是最可爱也是所有福祉中最大的,而你不仅使他们稳固地成为自己的主宰,甚至已经让他们开始考虑,是彻底消灭罗马人的统治对他们更好,还是通过建立平等的共同政体来平分它。
ἐῶ γὰρ λέγειν, ὅσοις κεκόσμηκας ἐκ τοῦ πολέμου λαφύροις τὰς πόλεις αὐτῶν, καὶ πηλίκους κεχάρισαι τοῖς συστρατευσαμένοις πλούτους.
因为我且不说你用战争中的战利品如何装点了他们的城市,以及你赐予了同征士兵何等庞大的财富。
τοὺς δὴ τοσούτους διὰ σὲ γενομένους καὶ ἐπὶ τηλικαύτης βεβηκότας εὐτυχίας οὐ δοκεῖς ἀγαπήσειν οἷς ἔχουσιν ἀγαθοῖς, ἀλλʼ ὀργιεῖσθαί σοι καὶ ἀγανακτήσειν, ἐὰν μὴ καὶ τὸ τῆς πατρίδος αἷμα ταῖς χερσὶν αὐτῶν ἐπισπείσῃς;
难道你认为,这些因你而变得如此强大、处于如此巨大幸运之中的人,不会满足于他们所拥有的福祉,反而会向你发怒并怨恨你,除非你用他们的手也洒下你祖国的鲜血吗?
ἐγὼ μὲν οὐκ οἴομαι.
我个人不这么认为。
§8.49.4εἷς ἔτι μοι καταλείπεται λόγος ἰσχυρὸς μέν, ἐὰν λογισμῷ κρίνῃς αὐτόν, ἀσθενὴς δʼ, ἐὰν μετʼ ὀργῆς, ὁ περὶ τῆς οὐ δικαίως μισουμένης ὑπὸ σοῦ πατρίδος.
我还剩下一个论点,如果你用理性来评判它,它就是强有力的,但如果是用愤怒,它就是微弱的——那就是关于被你无理憎恨的祖国。
οὔτε γὰρ ὑγιαίνουσα καὶ τῷ πατρίῳ κόσμῳ πολιτευομένη τὴν οὐ δικαίαν κατὰ σοῦ κρίσιν ἐξήνεγκεν, ἀλλὰ νοσοῦσα καὶ ἐν πολλῷ κλύδωνι σαλευομένη, οὔτε πᾶσα τὴν αὐτὴν γνώμην τότʼ ἔσχεν, ἀλλὰ τὸ κάκιον ἐν αὐτῇ μέρος πονηροῖς προστάταις χρησάμενον.
因为她并非在健康且按照祖传秩序治理时对你做出不公正的判决,而是在生病并在巨大的风浪中摇晃时;当时也并非所有人都持相同的看法,而是其中较差的部分在邪恶的领导者的操纵下做出的。
§8.49.5εἰ δὲ δὴ μὴ τοῖς κακίστοις μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασιν ἐδόκει ταῦτα, καὶ ὡς οὐ τὰ κράτιστα πολιτευόμενος ἀπηλάθης ὑπʼ αὐτῶν, οὐδʼ οὕτω σοι προσῆκε μνησικακεῖν πρὸς τὴν σεαυτοῦ πατρίδα.
但如果确实不仅是最坏的人,而且其他所有人也都这样认为,并且你是因为没有以最佳方式治理国家而被他们驱逐,那么你也不应该对自己的祖国怀恨在心。
πολλοῖς γὰρ δὴ καὶ ἄλλοις τῶν ἀπὸ τοῦ βελτίστου πολιτευομένων τὰ παραπλήσια συνέβη παθεῖν· καὶ σπάνιοι δή τινές εἰσιν, οἷς οὐκ ἀντέπνευσε πρὸς τὴν δοκοῦσαν ἀρετὴν §8.49.6φθόνος ἐκ τῶν συμπολιτευομένων ἄδικος.
因为许多其他以最优秀方式治理国家的人,也都遭遇了类似的命运;确实罕有这样的人,其显赫的德行没有遭遇来自同胞公民不公正的嫉妒逆风。
ἀλλʼ ἀνθρωπίνως, ὦ Μάρκιε, φέρουσι καὶ μετρίως ἅπαντες οἱ γενναῖοι τὰς συμφοράς, καὶ πόλεις μεταλαμβάνουσιν, ἐν αἷς οἰκήσαντες οὐθὲν λυπήσουσι τὰς πατρίδας· ὥσπερ καὶ Ταρκύνιος ἐποίησεν ὁ Κολλατῖνος ἐπικαλούμενος· ὃς συνελευθερώσας ἀπὸ τῶν τυράννων τοὺς πολίτας, ἔπειτα διαβληθεὶς πρὸς αὐτοὺς ὡς συμπράττων πάλιν τοῖς τυράννοις τὴν κάθοδον, καὶ διὰ τοῦτο ἐξελασθεὶς αὐτὸς ἐκ τῆς πατρίδος, οὐκ ἐμνησικάκει πρὸς τοὺς ἐκβαλόντας αὐτόν, οὐδʼ ἐπεστράτευε τῇ πόλει τοὺς τυράννους ἐπαγόμενος, οὐδʼ ἐποίει τεκμήρια τῶν διαβολῶν τὰ ἔργα, ἀλλʼ εἰς τὴν μητρόπολιν ἡμῶν Λαουΐνιον ἀπελθὼν ἐκεῖ πάντα τὸν λοιπὸν ἐβίω χρόνον εὔνους ὢν τῇ πατρίδι καὶ φίλος.
但是,马尔基乌斯,所有高尚的人都会以人性的方式和温和的态度承担灾难,他们会迁往其他城市,在那些地方居住绝不会给祖国带来痛苦;正如被称为科拉蒂努斯的塔克文所做的那样:他协助市民从篡位者手中获得解放,随后被向市民诬告说他再次协助篡位者归国,并因此亲自被驱逐出祖国,但他没有对驱逐他的人怀恨在心,也没有带领篡位者向城市进军,更没有用实际行动来证实这些诽谤,而是前往我们的母城拉维尼乌姆,并在那里度过了余生,始终对祖国怀有善意并保持友好。

词汇与语法注释

  1. 8.49.1ὡς ἀχάριστος εἰς τοὺς εὐεργέτας ἐξελεγχθησόμενος — 连词 ὡς 与将来时分词 ἐξελεγχθησόμενος(与主句的主语第二人称单数一致)结合,表示主观原因或预期,带有主语的担忧或借口(“因为担心会被证实是忘恩负义”)。
  2. 8.49.2οὓς ἀγαπητὸν ἡγουμένους καὶ πάντων μέγιστον ἀγαθῶν — 关系代词 οὓς 是后面动词 παρεσκεύακας 和 πεποίηκας 的宾语(即带对格的不定式结构的主语),并由分词 ἡγουμένους 修饰。作为其补足语的单数中性形容词 ἀγαπητὸν(以及属格短语 πάντων μέγιστον ἀγαθῶν)将条件从句 ἐὰν ἐλευθέρας οἰκῶσι τὰς πατρίδας(居住在自由的祖国)的整个内容视为一个单数中性概念来加以指代。
  3. 8.49.5καὶ σπάνιοι δή τινές εἰσιν, οἷς οὐκ ἀντέπνευσε... — 此句跨越了章节分界,从第5节的结尾(¦p.v.3p.199¦)延续到第6节的开头(φθόνος...)。关系代词 οἷς 是关涉与格,与动词 ἀντέπνευσε(吹逆风)以及第6节开头的其主语 φθόνος(嫉妒)相关联,构成了“其显赫的德行没有遭遇不公正嫉妒之逆风的人实属罕见”的句式结构。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §8.49.1-8.49.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.49.1-8.49.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。